Humanitext Reader

琉善 · 如何撰写历史 §5-7

史作准则与对阿谀颂词的批判

第 2 段,共 15 段 · 希腊语

内容简介

作者指出撰写历史并非易事而需谨慎建议,其指导分为“规避”与“遵循”两部分。他着重批评了将历史降格为对统治者阿谀奉承的“赞辞”这一普遍恶弊,强调历史绝不能容忍任何谎言。

§5Καίτοι οὐδὲ παραινέσεως οἱ πολλοὶ δεῖν οἴονται σφίσιν ἐπὶ τὸ πρᾶγμα, οὐ μᾶλλον ἢ τέχνης τινὸς ἐπὶ τὸ βαδίζειν ἢ βλέπειν ἢ ἐσθίειν, ἀλλὰ πάνυ ῥᾷστον καὶ πρόχειρον καὶ ἅπαντος εἶναι ἱστορίαν συγγράψαι, ἤν τις ἑρμηνεῦσαι τὸ ἐπελθὸν δύνηται.
然而,大多数人认为,在着手这件事时,他们根本不需要任何建议,就像不需要任何技术来走路、看或吃一样;相反,他们认为撰写历史是极其容易、唾手得且人人皆能为之的,只要人能表达出脑海中浮现的东西即可。
τὸ δὲ οἶσθά που καὶ αὐτός, ὦ ἑταῖρε, ὡς οὐ τῶν εὐμεταχειρίστων οὐδὲ ῥᾳθύμως συντεθῆναι δυναμένων τοῦτ' ἐστίν, ἀλλ’, εἴ τι ἐν λόγοις καὶ ἄλλο, πολλῆς τῆς φροντίδος δεόμενον, ἤν τις, ὡς ὁ Θουκυδίδης φησίν, ἐς ἀεὶ κτῆμα συντιθείη.
但是,我的朋友,你自己想必也知道,这绝非易于处理、可以马虎拼凑的事情;相反,如果说文学中有任何事情需要极大的关切,那就是它了——如果有人想要像修昔底德所说的那样,撰写一部传诸永远的财产。
οἶδα μὲν οὖν οὐ πάνυ πολλοὺς αὐτῶν ἐπιστρέψων, ἐνίοις δὲ καὶ πάνυ ἐπαχθὴς δόξων, καὶ μάλιστα ὁπόσοις ἀποτετέλεσται ἤδη καὶ ἐν τῷ κοινῷ δέδεικται ἡ ἱστορία.
因此,我知道我无法说服他们中的很多人,并且在某些人眼里,我甚至会显得极其令人厌恶,尤其是那些历史著作已经完成并在公众面前展示过的人。
εἰ δὲ καὶ ἐπῄνηται ὑπὸ τῶν τότε ἀκροασαμένων, μανία ἂν εἴη ἡ ἐλπίς, ὡς οἱ τοιοῦτοι μεταποιήσουσιν ἢ μετεγγράψουσί τι τῶν ἅπαξ κεκυρωμένων καὶ ὥσπερ ἐς τὰς βασιλείους αὐλὰς ἀποκειμένων.
如果说当时听过的人还赞美过它,那么希冀这样的人会去修改或重写哪怕一处已经确定、仿佛存放在皇家档案库中的内容,简直就是痴人说梦。
ὅμως δὲ οὐ χεῖρον καὶ πρὸς αὐτοὺς ἐκείνους εἰρῆσθαι, ἵν', εἴ ποτε πόλεμος ἄλλος συσταίη, ἢ Κελτοῖς πρὸς Γέτας ἢ Ἰνδοῖς πρὸς Βακτρίους (οὐ γὰρ πρὸς ἡμᾶς γε τολμήσειεν ἄν τις, ἁπάντων ἤδη κεχειρωμένων) ἔχωσιν ἄμεινον συντιθέναι τὸν κανόνα τοῦτον προσάγοντες, ἤνπερ γε δόξῃ αὐτοῖς ὀρθὸς εἶναι·
尽管如此,向那些人说一说也无妨,以便将来如果再次发生其他战争,无论是凯尔特人对阵盖塔人,还是印度人对阵巴克特里亚人(因为在所有人均已被征服的今天,显然没有人敢于向我们挑战),如果他们认为这一规范是正确的,他们可以通过应用它来更好地进行撰写;若不然,他们届时也可以像现在一样,用他们自己的尺子去衡量。
εἰ δὲ μή, αὐτοὶ μὲν καὶ τότε τῷ αὐτῷ πήχει ὥσπερ καὶ νῦν μετρούντων τὸ πρᾶγμα. ὁ ἰατρὸς δὲ οὐ πάνυ ἀνιάσεται, ἢν πάντες Ἀβδηρῖται ἑκόντες Ἀνδρομέδαν τραγῳδῶσι.
只要阿布德拉人全员都乐意把《安德洛墨达》当成悲剧来唱,医生也不会感到特别难过。
§6Διττοῦ δὲ ὄντος τοῦ τῆς συμβουλῆς ἔργου, τὰ μὲν γὰρ αἱρεῖσθαι, τὰ δὲ φεύγειν διδάσκει, φέρε πρῶτα εἴπωμεν ἅτινα φευκτέον τῷ ἱστορίαν συγγράφοντι καὶ ὧν μάλιστα καθαρευτέον, ἔπειτα οἷς χρώμενος οὐκ ἂν ἁμάρτοι τῆς ὀρθῆς καὶ ἐπ' εὐθὺ ἀγούσης—ἀρχήν τε οἵαν αὐτῷ ἀρκτέον καὶ τάξιν ἥντινα τοῖς ἔργοις ἐφαρμοστέον καὶ μέτρον ἑκάστου καὶ ἃ σιωπητέον καὶ οἷς ἐνδιατριπτέον καὶ ὅσα παραδραμεῖν ἄμεινον καὶ ὅπως ἑρμηνεῦσαι αὐτὰ καὶ συναρμόσαι.
既然建议的职责是双重的——因为它既教导应当选择什么,又教导应当避免什么——那么,让我们先谈谈撰写历史的人应当避免什么,以及最应当清除什么;然后再谈谈使用哪些方法才不至于偏离那条正直而直接的道路——他应当从怎样的起点开始,应当对事件应用怎样的顺序,各部分的度是多少,哪些应当保持沉默,哪些应当详加叙述,哪些最好匆匆带过,以及如何表达并使之协调。
Ταῦτα μὲν καὶ τὰ τοιαῦτα ὕστερον.
这些及此类问题留待以后再说。
νῦν δὲ τὰς κακίας ἤδη εἴπωμεν, ὁπόσαι τοῖς φαύλως συγγράφουσιν παρακολουθοῦσιν.
现在我们先谈一谈伴随着拙劣写作者的种种恶弊。
ἃ μὲν οὖν κοινὰ πάντων λόγων ἐστὶν ἁμαρτήματα ἔν τε φωνῇ καὶ ἁρμονίᾳ καὶ διανοίᾳ καὶ τῇ ἄλλῃ ἀτεχνίᾳ, μακρόν τε ἂν εἴη ἐπελθεῖν καὶ τῆς παρούσης ὑποθέσεως οὐκ ἴδιον.
至于在词汇、音调、思想及其他缺乏技巧方面普遍存在于一切言论中的错误,一一列举将过于冗长,且并非本课题所特有。
§7ἃ δ’ ἐν ἱστορίᾳ διαμαρτάνουσι, τὰ τοιαῦτα ἂν εὕροις ἐπιτηρῶν, οἷα κἀμοὶ πολλάκις ἀκροωμένῳ ἔδοξεν, καὶ μάλιστα ἢν ἅπασιν αὐτοῖς ἀναπετάσῃς τὰ ὦτα.
至于他们在历史中犯下的错误,如果你加以留意,就会发现我经常在听他们朗读时所觉察到的那些现象,尤其是如果你对他们所有人侧耳细听。
οὐκ ἄκαιρον δὲ μεταξὺ καὶ ἀπομνημονεῦσαι ἔνια παραδείγματος ἕνεκα τῶν ἤδη οὕτως συγγεγραμμένων.
在此期间,为了作为实例,顺便提及一些已经这样写成的例子,也并非不合时宜。
Καὶ πρῶτόν γε ἐκεῖνο ἡλίκον ἁμαρτάνουσιν ἐπισκοπήσωμεν· ἀμελήσαντες γὰρ οἱ πολλοὶ αὐτῶν τοῦ ἱστορεῖν τὰ γεγενημένα τοῖς ἐπαίνοις ἀρχόντων καὶ στρατηγῶν ἐνδιατρίβουσιν τοὺς μὲν οἰκείους ἐς ὕψος αἴροντες τοὺς πολεμίους δὲ πέρα τοῦ μετρίου καταρρίπτοντες ἀγνοοῦντες ὡς οὐ στενῷ τῷ ἰσθμῷ διώρισται καὶ διατετείχισται ἡ ἱστορία πρὸς τὸ ἐγκώμιον, ἀλλά τι μέγα τεῖχος ἐν μέσῳ ἐστὶν αὐτῶν καὶ τὸ τῶν μουσικῶν δὴ τοῦτο, δὶς διὰ πασῶν ἐστι πρὸς ἄλληλα—εἴ γε τῷ μὲν ἐγκωμιάζοντι μόνου ἑνὸς μέλει, ὁπωσοῦν ἐπαινέσαι καὶ εὐφρᾶναι τὸν ἐπαινούμενον, καὶ εἰ ψευσαμένῳ ὑπάρχει τυχεῖν τοῦ τέλους, ὀλίγον ἂν φροντίσειεν.
首先,让我们审视一下他们犯下了多么巨大的错误:他们中的大多数人忽视了记录已发生的事实,而是将时间消磨在对统治者和将军的赞美上,将自己人捧到九霄云外,而将敌人贬得体无完肤。 他们不知道,历史与赞辞(颂词)之间并非由一条狭窄的地峡所隔开和防卫,而是它们中间隔着一座高墙,并且如音乐家所说,它们之间相差“两个八度”。 因为对于颂词作者来说,他只关心一件事,那就是以任何方式赞美并取悦被赞美者,即使通过撒谎来实现目的,他也在所不惜。
ἡ δὲ οὐκ ἄν τι ψεῦδος ἐμπεσὸν ἡ ἱστορία, οὐδὲ ἀκαριαῖον ἀνάσχοιτο, οὐ μᾶλλον ἢ τὴν ἀρτηρίαν ἰατρῶν παῖδές φασι τὴν τραχεῖαν παραδέξασθαι ἄν τι ἐς αὐτὴν καταποθέν.
然而,历史绝对无法容忍哪怕一丁点儿谎言的混入,甚至一瞬间也不行,正如医生的弟子们所说,气管无法容忍任何吞入其中的异物一样。

词汇与语法注释

  1. p.v.6.p.8εἴ τι ἐν λόγοις καὶ ἄλλο — 惯用语 εἴ τι καὶ ἄλλο(比其他任何事物都更……)的变体。此处强调历史“比言论(散文、文学)中的其他任何体裁都更”需要多大关切。
  2. p.v.6.p.8ἐπιστρέψων — 动词 ἐπιστρέφω(使转过身、使留心)的将来时主动分词。作为主句动词 οἶδα 的补充性分词使用,其语义主语为“我(叙述者)”。
  3. p.v.6.p.8μετρούντων — 第三人称复数、现在时主动命令式。在雅典方言中,命令式尾缀 -ντων 相当于标准的 -έτωσαν。在此意为“让他们届时去衡量即可”。
  4. p.v.6.p.10δὶς διὰ πασῶν — 音乐术语,字面意思是“两次通过所有(音符)”,指“双八度”。在此处被用作比喻,象征两个概念之间存在着无法调和的“决定性鸿沟”。
  5. p.v.6.p.10ἀρτηρίαν ... τὴν τραχεῖαν — 意为“气管”的古代医学术语。在古典解剖学中,气管被称为“粗糙的动脉”(输送空气),以区别于输送血液的平滑血管(动静脉)。此处的 ἰατρῶν παῖδες(字面意为“医生的子嗣”)是代表“专业医生”的惯用表达。

引用这一段

琉善, 如何撰写历史 §5-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg053.humanitext-grc3:5-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。