Humanitext Reader

琉善 · 如何撰写历史 §8-9

诗歌与历史的区别及历史以实用为目的

第 3 段,共 15 段 · 希腊语

内容简介

讨论了诗歌与历史在性质上的区别,通过将运动员身着女装作比,批评将诗学夸张和粉饰引入历史的荒谬。并指出历史的唯一目的在于基于真实的有用性,而非娱乐。

§8Ἔτι ἀγνοεῖν ἐοίκασιν οἱ τοιοῦτοι ὡς ποιητικῆς μὲν καὶ ποιημάτων ἄλλαι ὑποσχέσεις καὶ κανόνες ἴδιοι, ἱστορίας δὲ ἄλλοι.
此外,这样的人似乎不知道,对于诗学和诗歌有其他的承诺和独特的规则,而对于历史则另有规则。
ἐκεῖ μὲν γὰρ ἄκρατος ἡ ἐλευθερία καὶ νόμος εἷς—τὸ δόξαν τῷ ποιητῇ.
因为在那里,自由是绝对的,唯一的法律就是“诗人的意愿”。
ἔνθεος γὰρ καὶ κάτοχος ἐκ Μουσῶν, κἂν ἵππων ὑποπτέρων ἅρμα ζεύξασθαι ἐθέλῃ, κἂν ἐφ' ὕδατος ἄλλους ἢ ἐπ' ἀνθερίκων ἄκρων θευσομένους ἀναβιβάσηται, φθόνος οὐδείς· οὐδὲ ὁπόταν ὁ Ζεὺς αὐτῶν ἀπὸ μιᾶς σειρᾶς ἀνασπάσας αἰωρῇ ὁμοῦ γῆν καὶ θάλατταν, δεδίασι μὴ ἀπορραγείσης ἐκείνης συντριβῇ τὰ πάντα κατενεχθέντα.
因为他受缪斯之感召并被其附身,即使他想套上翼马的战车,或者让其他人登上战车在水面或麦芒尖上奔跑,也没人会责怪;当他们的宙斯用一根链子将大地和海洋一同提起并悬挂在空中时,他们也不担心链子断裂、万物坠落摔得粉碎。
ἀλλὰ κἂν Ἀγαμέμνονα ἐπαινέσαι θέλωσιν, οὐδεὶς ὁ κωλύσων Διὶ μὲν αὐτὸν ὅμοιον εἶναι τὴν κεφαλὴν καὶ τὰ ὄμματα, τὸ στέρνον δὲ τῷ ἀδελφῷ αὐτοῦ τῷ Ποσειδῶνι, τὴν δὲ ζώνην τῷ Ἄρει, καὶ ὅλως σύνθετον ἐκ πάντων θεῶν γενέσθαι δεῖ τὸν Ἀτρέως καὶ Ἀερόπης· οὐ γὰρ ἱκανὸς ὁ Ζεὺς οὐδὲ ὁ Ποσειδῶν οὐδὲ ὁ Ἄρης μόνος ἕκαστος ἀναπληρῶσαι τὸ κάλλος αὐτοῦ.
但是,即使他们想赞美阿伽门农,也没人会阻止他头部和眼睛像宙斯,胸部像他的兄弟波塞冬,腰带像阿瑞斯,总之,阿特柔斯和埃洛佩之子必须成为所有神明合成的化身;因为无论是宙斯、波塞冬还是阿瑞斯,仅凭其中任何一个都无法展现他的完美容貌。
ἡ ἰστορία δὲ ἤν τινα κολακείαν τοιαύτην προσλάβῃ, τί ἄλλο ἢ πεζή τις ποιητικὴ γίγνεται, τῆς μεγαλοφωνίας μὲν ἐκείνης ἐστερημένη, τὴν λοιπὴν δὲ τερατείαν γυμνὴν τῶν μέτρων καὶ δι’ αὐτὸ ἐπισημοτέραν ἐκφαίνουσα;
然而,如果历史接纳了任何此类谄媚,它除了变成某种散文式的诗歌之外还能变成什么? 它被剥夺了那高亢的声音,却在没有格律的情况下,赤裸裸地暴露出其余的荒诞怪异,并因此显得更加刺眼。
μέγα τοίνυν—μᾶλλον δὲ ὑπέρμεγα τοῦτο κακόν—εἰ μὴ εἰδείη τις χωρίζειν τὰ ἱστορίας καὶ τὰ ποιητικῆς, ἀλλ’ ἐπεισάγοι τῇ ἱστορίᾳ τὰ τῆς ἑτέρας κομμώματα—τὸν μῦθον καὶ τὸ ἐγκώμιον καὶ τὰς ἐν τούτοις ὑπερβολάς—ὥσπερ ἂν εἴ τις ἀθλητὴν τῶν καρτερῶν τούτων καὶ κομιδῇ πρινίνων ἁλουργίσι περιβάλοι καὶ τῷ ἄλλῳ κόσμῳ τῷ ἑταιρικῷ καὶ φυκίον ἐντρίβοι καὶ ψιμύθιον τῷ προσώπῳ.
因此,如果有人不知道如何区分历史之物与诗学之物,反而将另一方的粉饰——神话、颂词以及其中的夸张——引入历史,这就是一个巨大的、甚至极其巨大的恶弊,这就像是给那些强壮而极为刚毅的运动员穿上紫衣和其他妓女的装饰,并在他的脸上涂抹胭脂和白粉。
Ἡράκλεις ὡς καταγέλαστον αὐτὸν ἀπεργάσαιτ' αἰσχύνας τῷ κόσμῳ ἐκείνῳ.
赫拉克勒斯啊,那样的装饰会把他变成多么荒谬的笑柄,让他蒙受耻辱!
§9Καὶ οὐ τοῦτό φημι, ὡς οὐχὶ καὶ ἐπαινετέον ἐν ἱστορίᾳ ἐνίοτε.
我并不是说在历史中有时不应该给予赞美。
ἀλλ’ ἐν καιρῷ τῷ προσήκοντι ἐπαινετέον καὶ μέτρον ἐπακτέον τῷ πράγματι, τὸ μὴ ἐπαχθὲς τοῖς ὕστερον ἀναγνωσομένοις αὐτά, καὶ ὅλως πρὸς τὰ ἔπειτα κανονιστέον τὰ τοιαῦτα, ἅπερ μικρὸν ὕστερον ἐπιδείξομεν.
而是说,应该在适当的时机给予赞美,并对这件事加以限度,以免让后来的读者感到反感;总之,这类事情应该为将来确立规范,这一点我们稍后会予以说明。
Ὅσοι δὲ οἴονται καλῶς διαιρεῖν εἰς δύο τὴν ἱστορίαν, εἰς τὸ τερπνὸν καὶ χρήσιμον, καὶ διὰ τοῦτο εἰσποιοῦσι καὶ τὸ ἐγκώμιον ἐς αὐτὴν ὡς τερπνὸν καὶ εὐφραῖνον τοὺς ἐντυγχάνοντας, ὁρᾷς ὅσον τἀληθοῦς ἡμαρτήκασι;
然而,那些认为可以将历史很好地分为“快乐”和“有用”两部分,并因此将颂词作为取悦和娱乐读者的“快乐”之物引入历史的人,你难道看不出他们离真理有多远吗?
πρῶτον μὲν κιβδήλῳ τῇ διαιρέσει χρώμενοι· ἓν γὰρ ἔργον ἱστορίας καὶ τέλος, τὸ χρήσιμον, ὅπερ ἐκ τοῦ ἀληθοῦς μόνου συνάγεται.
首先,他们使用的是一种虚假的分类;因为历史的任务和目的只有一件事,那就是有用,而这只能从真实中获得。
τὸ τερπνὸν δὲ ἄμεινον μὲν εἰ καὶ αὐτὸ παρακολουθήσειεν—ὥσπερ καὶ κάλλος ἀθλητῇ· εἰ δὲ μή, οὐδὲν κωλύσει ἀφ' Ἡρακλέους γενέσθαι Νικόστρατον τὸν Ἰσιδότου, γεννάδαν ὄντα καὶ τῶν ἀνταγωνιστῶν ἑκατέρων ἀλκιμώτερον, εἰ αὐτὸς μὲν αἴσχιστος ὀφθῆναι εἴη τὴν ὄψιν, Ἀλκαῖος δὲ ὁ καλὸς ὁ Μιλήσιος ἀνταγωνίζοιτο αὐτῷ, καὶ ἐρώμενος, ὥς φασι, τοῦ Νικοστράτου ὤν.
至于快乐,如果它也能伴随而至,那当然更好——就像运动员的美貌一样;但若不然,即使伊西多托斯之子尼科斯特拉托斯(他是赫拉克勒斯的后代,高贵且比任何一个对手都强壮)本人面容极其丑陋,而美丽的米利都人阿尔开俄斯与他同台竞技(据说阿尔开俄斯还是尼科斯特拉托斯的爱人),也没有什么能阻止尼科斯特拉托斯成为胜者。
καὶ τοίνυν ἡ ἱστορία, εἰ μὲν ἄλλως τὸ τερπνὸν παρεμπορεύσαιτο, πολλοὺς ἂν τοὺς ἐραστὰς ἐπισπάσαιτο, ἄχρι δ’ ἂν καὶ μόνον ἔχῃ τὸ ἴδιον ἐντελές—λέγω δὲ τὴν τῆς ἀληθείας δήλωσιν—, ὀλίγον τοῦ κάλλους φροντιεῖ.
因此,历史也是如此,如果它附带地引入了快乐,或许会吸引许多爱好者,但只要它仅保持其特有的完美状态——我指的是对真实的揭示——它就几乎不会在意美貌。

词汇与语法注释

  1. 8οὐδεὶς ὁ κωλύσων — 带定冠词的将来时分词的名词性用法,意为“没有人会阻止”,表示未来的确定性。
  2. 8ὥσπερ ἂν εἴ τις — 带有虚拟/违实语气助词 ἄν 的比较条件从句,省略了主句动词,直接引导选择语气动词(περιβάλοι, ἐντρίβοι),意为“就像某人如果……那样”。
  3. 9τὸ μὴ ἐπαχθὲς — 中性单数名词化形容词,在此作为表示结果或目的的副词性宾格(意为“以至于不令人反感”),与前述“设定限度”的动作呈同位关系。
  4. 9ἀφ' Ἡρακλέους γενέσθαι — 意为“出身于赫拉克勒斯(为其后裔)”。不定式 γενέσθαι 作为 οὐδὲν κωλύσει 的主语或补足语,表示没有什么能阻止尼科斯特拉托斯被认定为赫拉克勒斯的后裔(即冠军)。

引用这一段

琉善, 如何撰写历史 §8-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg053.humanitext-grc3:8-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。