§1Αβδηρίταις φασὶ Λυσιμάχου ἤδη βασιλεύοντος ἐμπεσεῖν τι νόσημα, ὦ καλὲ Φίλων, τοιοῦτο·
据说,在莱西马科斯已经统治的时候,我亲爱的菲隆啊,阿布德拉人中流行起了一种奇怪的疾病。
πυρέττειν μὲν γὰρ τὰ πρῶτα πανδημεὶ ἅπαντας ἀπὸ τῆς πρώτης εὐθὺς ἐρρωμένως καὶ λιπαρεῖ τῷ πυρετῷ, περὶ δὲ τὴν ἑβδόμην τοῖς μὲν αἷμα πολὺ ἐκ ῥινῶν ῥυέν, τοῖς δ’ ἱδρὼς ἐπιγενόμενος, πολὺς καὶ οὗτος, ἔλυσεν τὸν πυρετόν.
因为起初城里的所有人都在第一天立刻发起了高烧,伴随着猛烈而持久的热病,到了第七天左右,有的人鼻孔流出大量鲜血,有的人则出了一身大汗,这汗也是极多,从而退了烧。
ἐς γελοῖον δέ τι πάθος περιίστα τὰς γνώμας αὐτῶν· ἅπαντες γὰρ ἐς τραγῳδίαν παρεκίνουν καὶ ἰαμβεῖα ἐφθέγγοντο καὶ μέγα ἐβόων·
然而,他们的精神却转变成了一种滑稽的病态:因为所有人都对悲剧发了狂,口中吟诵着三音步格诗,高声大喊。
μάλιστα δὲ τὴν Εὐριπίδου Ἀνδρομέδαν ἐμονῴδουν καὶ τὴν τοῦ Περσέως ῥῆσιν ἐν μέλει διεξῄεσαν, καὶ μεστὴ ἦν ἡ πόλις ὠχρῶν ἁπάντων καὶ λεπτῶν τῶν ἑβδομαίων ἐκείνων τραγῳδῶν,
"
σὺ δ’ ὦ θεῶν τύραννε κἀνθρώπων Ἔρως,
"
καὶ τὰ ἄλλα μεγάλῃ τῇ φωνῇ ἀναβοώντων καὶ τοῦτο ἐπὶ πολύ, ἄχρι δὴ χειμὼν καὶ κρύος δὲ μέγα γενόμενον ἔπαυσε ληροῦντας αὐτούς.
他们尤其喜欢独唱欧里庇得斯的《安德洛墨达》,并用曲调吟唱珀耳修斯的台词,整座城市到处都是那些面色苍白、身形消瘦、发热了七天的悲剧演员, “而你,哦爱神,神明与人类的暴君, “他们用宏亮的声音大声喊着这句和其余的歌词,且持续了很久,直到冬天来临,严寒袭来,才阻止了他们的胡言乱语。
αἰτίαν δέ μοι δοκεῖ τοῦ τοιούτου παρασχεῖν Ἀρχέλαος ὁ τραγῳδός, εὐδοκιμῶν τότε, μεσοῦντος θέρους ἐν πολλῷ τῷ φλογμῷ τραγῳδήσας αὐτοῖς τὴν Ἀνδρομέδαν, ὡς πυρέξαι τε ἀπὸ τοῦ θεάτρου τοὺς πολλοὺς καὶ ἀναστάντας ὕστερον ἐς τὴν τραγῳδίαν παρολισθαίνειν, ἐπὶ πολὺ ἐμφιλοχωρούσης τῆς Ἀνδρομέδας τῇ μνήμῃ αὐτῶν καὶ τοῦ Περσέως ἔτι σὺν τῇ Μεδούσῃ τὴν ἑκάστου γνώμην περιπετομένου.
在我看来,造成这种现象的原因是当时的著名悲剧演员阿耳刻拉奥斯,他在盛夏酷暑中为他们演出了《安德洛墨达》,结果许多人离开剧场后就发了烧,后来病愈起身,便堕入了悲剧的狂热中,因为《安德洛墨达》在他们的记忆中深藏了很久,而带着美杜莎首级的珀耳修斯依然在每个人的脑海中飞翔。
§2Ὡς οὖν ἕν, φασίν, ἑνὶ παραβαλεῖν, τὸ Ἀβδηριτικὸν ἐκεῖνο πάθος καὶ νῦν τοὺς πολλοὺς τῶν πεπαιδευμένων περιελήλυθεν, οὐχ ὥστε τραγῳδεῖν—ἔλαττον γὰρ ἂν τοῦτο παρέπαιον ἀλλοτρίοις ἰαμβείοις, οὐ φαύλοις κατεσχημένοι.
因而,正如俗话所说,拿一件事去比另一件事,那场阿布德拉人的病症如今也席卷了大多数受过教育的人,虽然不是去演悲剧——因为那还算不严重的疯狂,毕竟他们只是被别人写得还不错的、非庸俗的三音步格诗所占据。
ἀλλ’ ἀφ' οὗ δὴ τὰ ἐν ποσὶ ταῦτα κεκίνηται—ὁ πόλεμος ὁ πρὸς τοὺς βαρβάρους καὶ τὸ ἐν Ἀρμενίᾳ τραῦμα καὶ αἱ συνεχεῖς νῖκαι—οὐδεὶς ὅστις οὐχ ἱστορίαν συγγράφει·
然而,自从眼前这些事件发动以来——对蛮族的战争、在亚美尼亚遭受的重创,以及接连不断的胜利——没有一个人不在撰写历史。
μᾶλλον δὲ Θουκυδίδαι καὶ Ἡρόδοτοι καὶ Ξενοφῶντες ἡμῖν ἅπαντες, καί, ὡς ἔοικεν, ἀληθὲς ἄρ' ἦν ἐκεῖνο τό “Πόλεμος ἁπάντων πατήρ”, εἴ γε καὶ συγγραφέας τοσούτους ἀνέφυσεν ὑπὸ μιᾷ τῇ ὁρμῇ.
甚至,对我们来说,人人都是修昔底德、希罗多德和色诺芬,而且看来,“战争是万物之父”那句名言果然是真的,因为它在同一个冲动下竟然孕育出了如此多的历史学家。
§3Ταῦτα τοίνυν, ὦ φιλότης, ὁρῶντα καὶ ἀκούοντά με τὸ τοῦ Σινωπέως ἐκεῖνο εἰσῆλθεν·
所以,我的朋友,看到和听到这些,我想起了那位锡诺普人的故事。
ὁπότε γὰρ ὁ Φίλιππος ἐλέγετο ἤδη ἐπελαύνειν, οἱ Κορίνθιοι πάντες ἐταράττοντο καὶ ἐν ἔργῳ ἦσαν, ὁ μὲν ὅπλα ἐπισκευάζων, ὁ δὲ λίθους παραφέρων, ὁ δὲ ὑποικοδομῶν τοῦ τείχους, ὁ δὲ ἔπαλξιν ὑποστηρίζων, ὁ δὲ ἄλλος ἄλλο τι τῶν χρησίμων ὑπουργῶν.
当时据说腓力已经率军逼近,所有的科林斯人都陷入了恐慌并忙于工作,有的在修理兵器,有的在搬运石块,有的在修补城墙,有的在加固城垛,其他人也在各自协助做些有用的工作。
ὁ δὴ Διογένης ὁρῶν ταῦτα, ἐπεὶ μηδὲν εἶχεν ὅ τι καὶ πράττοι—οὐδεὶς γὰρ αὐτῷ ἐς οὐδὲν ἐχρῆτο—διαζωσάμενος τὸ τριβώνιον σπουδῇ μάλα καὶ αὐτὸς ἐκύλιε τὸν πίθον, ἐν ᾧ ἐτύγχανεν οἰκῶν, ἄνω καὶ κάτω τοῦ Κρανείου.
第欧根尼看到这些,因为他自己无事可做——毕竟没有人派他做任何事——于是他急忙束起外衣,自己也开始把住的那只大木桶在克兰尼翁山坡上滚来滚去。
καί τινος τῶν συνήθων ἐρομένου, Τί ταῦτα ποιεῖς, ὦ Διόγενες;
当他的一位熟人问道:“第欧根尼,你这是在做什么?
Κυλίω, ἔφη, κἀγὼ τὸν πίθον, ὡς μὴ μόνος ἀργεῖν δοκοίην ἐν τοσούτοις ἐργαζομένοις.
”他回答说:“我也在滚动我的木桶,免得在这么多人忙碌的时候,显得只有我一个人游手好闲。
§4Καὐτὸς οὖν, ὦ Φίλων, ὡς μὴ μόνος ἄφωνος εἴην ἐν οὕτω πολυφώνῳ τῷ καιρῷ μηδ’ ὥσπερ κωμικὸν δορυφόρημα κεχηνὼς σιωπῇ παραφεροίμην, καλῶς ἔχειν ὑπέλαβον ὡς δυνατόν μοι κυλῖσαι τὸν πίθον, οὐχ ὥστε ἱστορίαν συγγράφειν οὐδὲ πράξεις αὐτὰς διεξιέναι—οὐχ οὕτως μεγαλότολμος ἐγώ, μηδὲ τοῦτο δείσῃς περὶ ἐμοῦ.
” 因此,菲隆啊,我本人为了不在这众声喧哗的时刻成为唯一沉默的人,也不至于像喜剧里的默角那样,张大嘴巴在一旁默不作声,我认为在自己能力范围内滚一滚木桶也是件好事。 这并不是要去撰写历史,也不是要亲自叙述那些战功——我可没有那么大的胆量,请千万别为我担心这个。
οἶδα γάρ, ἡλίκος ὁ κίνδυνος, εἰ κατὰ τῶν πετρῶν κυλίοι τις, καὶ μάλιστα οἷον τοὐμὸν τοῦτο πιθάκνιον οὐδὲ πάνυ καρτερῶς κεκεραμευμένον.
因为我知道,如果有人在岩石间滚动木桶,那是多么危险,尤其是像我这样的小陶罐,根本没有烧制得多么结实。
δεήσει γὰρ αὐτίκα μάλα πρὸς μικρόν τι λιθίδιον προσπταίσαντα συλλέγειν τὰ ὄστρακα.
因为只要稍微碰到一块小石头,我就得立刻去收拾一地的碎瓷片。
Τί οὖν ἔγνωσταί μοι καὶ πῶς ἀσφαλῶς μεθέξω τοῦ πολέμου, αὐτὸς ἔξω βέλους ἑστώς, ἐγώ σοι φράσω.
那么,我决定了什么,以及在自己置身于矢石之外安全站立的同时,将如何参与这场战争,我会告诉你。
“τούτου μὲν καπνοῦ καὶ κύματος” καὶ φροντίδων, ὅσαι τῷ συγγραφεῖ ἔνεισιν, ἀνέξω ἐμαυτὸν εὖ ποιῶν.
“避开这烟雾与波涛”以及历史学家所要承担的所有忧虑,我将明智地置身事外。
παραίνεσιν δέ τινα μικρὰν καὶ ὑποθήκας ταύτας ὀλίγας ὑποθήσομαι τοῖς συγγράφουσιν, ὡς κοινωνήσαιμι αὐτοῖς τῆς οἰκοδομίας, εἰ καὶ μὴ τῆς ἐπιγραφῆς, ἄκρῳ γε τῷ δακτύλῳ τοῦ πηλοῦ προσαψάμενος.
不过,我还是会向写史者们提出一些小小的建议和几条忠告,如此一来,哪怕不能留名于铭文,我也能通过用指尖稍微触碰一下泥土,来参与到他们的这项建筑工程中去。