← ルキアノス

歴史はいかに書くべきか

§5-7

歴史叙述の心得と賛辞への堕落の批判

著者は歴史執筆における助言の必要性を説き、その機能には避けるべきことと採用すべきことの二面があることを示す。その上で、最大の悪弊として歴史を権力者の安易な「賛辞」に堕落させ、事実の正確性を損なう過ちを批判する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5

Καίτοι οὐδὲ παραινέσεως οἱ πολλοὶ δεῖν οἴονται σφίσιν ἐπὶ τὸ πρᾶγμα, οὐ μᾶλλον ἢ τέχνης τινὸς ἐπὶ τὸ βαδίζειν ἢ βλέπειν ἢ ἐσθίειν, ἀλλὰ πάνυ ῥᾷστον καὶ πρόχειρον καὶ ἅπαντος εἶναι ἱστορίαν συγγράψαι, ἤν τις ἑρμηνεῦσαι τὸ ἐπελθὸν δύνηται. τὸ δὲ οἶσθά που καὶ αὐτός, ὦ ἑταῖρε, ὡς οὐ τῶν εὐμεταχειρίστων οὐδὲ ῥᾳθύμως συντεθῆναι δυναμένων τοῦτ' ἐστίν, ἀλλ’, εἴ τι ἐν λόγοις καὶ ἄλλο,1 πολλῆς τῆς φροντίδος δεόμενον, ἤν τις, ὡς ὁ Θουκυδίδης φησίν, ἐς ἀεὶ κτῆμα συντιθείη. οἶδα μὲν οὖν οὐ πάνυ πολλοὺς αὐτῶν ἐπιστρέψων,2 ἐνίοις δὲ καὶ πάνυ ἐπαχθὴς δόξων, καὶ μάλιστα ὁπόσοις ἀποτετέλεσται ἤδη καὶ ἐν τῷ κοινῷ δέδεικται ἡ ἱστορία. εἰ δὲ καὶ ἐπῄνηται ὑπὸ τῶν τότε ἀκροασαμένων, μανία ἂν εἴη ἡ ἐλπίς, ὡς οἱ τοιοῦτοι μεταποιήσουσιν ἢ μετεγγράψουσί τι τῶν ἅπαξ κεκυρωμένων καὶ ὥσπερ ἐς τὰς βασιλείους αὐλὰς ἀποκειμένων. ὅμως δὲ οὐ χεῖρον καὶ πρὸς αὐτοὺς ἐκείνους εἰρῆσθαι, ἵν', εἴ ποτε πόλεμος ἄλλος συσταίη, ἢ Κελτοῖς πρὸς Γέτας ἢ Ἰνδοῖς πρὸς Βακτρίους (οὐ γὰρ πρὸς ἡμᾶς γε τολμήσειεν ἄν τις, ἁπάντων ἤδη κεχειρωμένων) ἔχωσιν ἄμεινον συντιθέναι τὸν κανόνα τοῦτον προσάγοντες, ἤνπερ γε δόξῃ αὐτοῖς ὀρθὸς εἶναι· εἰ δὲ μή, αὐτοὶ μὲν καὶ τότε τῷ αὐτῷ πήχει ὥσπερ καὶ νῦν μετρούντων3 τὸ πρᾶγμα. ὁ ἰατρὸς δὲ οὐ πάνυ ἀνιάσεται, ἢν πάντες Ἀβδηρῖται ἑκόντες Ἀνδρομέδαν τραγῳδῶσι.

しかしながら、多くの人々は、この活動を始めるにあたって自分たちに勧告など全く必要ないと考えている。それは、歩くことや見ること、食べることのために何らかの技術が必要であると考えるのと同様に、全く不必要なことなのだ。むしろ、頭に浮かんだことを表現できさえすれば、歴史を執筆することは極めて容易で、手近で、誰にでもできることだと考えている。しかし、わが友よ、君自身も知っているように、歴史というものは扱いやすいものでも、いい加減に構成できるものでもない。むしろ、言論における他の何ものにもまして、多大な配慮を必要とするものである。もし人が、トゥキュディデスが言うように、およそ永遠の財産として歴史を構成しようとするならばの話だが。したがって、私は彼らのうちのごく少数しか私の言葉に振り向かせられないだろうし、またある人々には極めて不快に思われるだろうと知っている。とりわけ、すでに歴史を書き終えて公衆に披露してしまったような人々には。おまけに、それが当時の聴衆によって称賛されていたとすれば、そのような人々が、一度承認され、あたかも王宮に保管されているかのような作品の、どこかを書き直したり、改訂したりするだろうと期待するのは、狂気の沙汰だろう。それでも、まさに彼ら自身に向けても語っておくことは悪くない。それは、もし将来、ケルト人とゲタイ人の間、あるいはインド人とバクトリア人の間で別の戦争が起こったときに(というのも、我々に対して戦争を挑もうとする者など、今や全員が征服された以上、誰もいないだろうから)、彼らがこの規範を適用することで、より良く歴史を構成できるようにするためだ。もし彼らにとってこれが正しいと思われるなら。もしそう思わないなら、彼らはその時も、今と同様に自分たちの同じ物差しでその作業を測ればよい。医師は、たとえアブデラ人全員が進んで『アンドロメダ』を悲劇として歌おうとも、それほど悩むことはないだろう。

§6

Διττοῦ δὲ ὄντος τοῦ τῆς συμβουλῆς ἔργου, τὰ μὲν γὰρ αἱρεῖσθαι, τὰ δὲ φεύγειν διδάσκει, φέρε πρῶτα εἴπωμεν ἅτινα φευκτέον τῷ ἱστορίαν συγγράφοντι καὶ ὧν μάλιστα καθαρευτέον, ἔπειτα οἷς χρώμενος οὐκ ἂν ἁμάρτοι τῆς ὀρθῆς καὶ ἐπ' εὐθὺ ἀγούσης—ἀρχήν τε οἵαν αὐτῷ ἀρκτέον καὶ τάξιν ἥντινα τοῖς ἔργοις ἐφαρμοστέον καὶ μέτρον ἑκάστου καὶ ἃ σιωπητέον καὶ οἷς ἐνδιατριπτέον καὶ ὅσα παραδραμεῖν ἄμεινον καὶ ὅπως ἑρμηνεῦσαι αὐτὰ καὶ συναρμόσαι. Ταῦτα μὲν καὶ τὰ τοιαῦτα ὕστερον. νῦν δὲ τὰς κακίας ἤδη εἴπωμεν, ὁπόσαι τοῖς φαύλως συγγράφουσιν παρακολουθοῦσιν. ἃ μὲν οὖν κοινὰ πάντων λόγων ἐστὶν ἁμαρτήματα ἔν τε φωνῇ καὶ ἁρμονίᾳ καὶ διανοίᾳ καὶ τῇ ἄλλῃ ἀτεχνίᾳ, μακρόν τε ἂν εἴη ἐπελθεῖν καὶ τῆς παρούσης ὑποθέσεως οὐκ ἴδιον.

助言の役割は二重であり、一方は選ぶべきことを、他方は避けるべきことを教えるのであるから、さあ、まずは歴史を書く者が避けるべきこと、とりわけ何から清らかであるべきかを語ろう。次に、どのような方法を用いることで、正しく真っ直ぐに導く道から外れずに済むか――すなわち、どのような始まりから始めるべきか、また出来事に対してどのような順序を適用すべきか、またそれぞれの限度はどうあるべきか、また何を沈黙すべきか、また何に時間をかけるべきか、また何を通り過ぎる方が良いか、そしてそれらをどのように表現し、調和させるべきか――を語ろう。 これらやこれに類することは後回しにしよう。今は、拙劣に書く人々につきまとう悪弊のすべてを直ちに語ることにしよう。語彙、文体、思想、その他の技術不足において、あらゆる言論に共通する過ちを検証することは、長たらしくなるだろうし、現在の主題に固有のものでもない。

§7

ἃ δ’ ἐν ἱστορίᾳ διαμαρτάνουσι, τὰ τοιαῦτα ἂν εὕροις ἐπιτηρῶν, οἷα κἀμοὶ πολλάκις ἀκροωμένῳ ἔδοξεν, καὶ μάλιστα ἢν ἅπασιν αὐτοῖς ἀναπετάσῃς τὰ ὦτα. οὐκ ἄκαιρον δὲ μεταξὺ καὶ ἀπομνημονεῦσαι ἔνια παραδείγματος ἕνεκα τῶν ἤδη οὕτως συγγεγραμμένων. Καὶ πρῶτόν γε ἐκεῖνο ἡλίκον ἁμαρτάνουσιν ἐπισκοπήσωμεν· ἀμελήσαντες γὰρ οἱ πολλοὶ αὐτῶν τοῦ ἱστορεῖν τὰ γεγενημένα τοῖς ἐπαίνοις ἀρχόντων καὶ στρατηγῶν ἐνδιατρίβουσιν τοὺς μὲν οἰκείους ἐς ὕψος αἴροντες τοὺς πολεμίους δὲ πέρα τοῦ μετρίου καταρρίπτοντες ἀγνοοῦντες ὡς οὐ στενῷ τῷ ἰσθμῷ διώρισται καὶ διατετείχισται ἡ ἱστορία πρὸς τὸ ἐγκώμιον, ἀλλά τι μέγα τεῖχος ἐν μέσῳ ἐστὶν αὐτῶν καὶ τὸ τῶν μουσικῶν δὴ τοῦτο, δὶς διὰ πασῶν4 ἐστι πρὸς ἄλληλα—εἴ γε τῷ μὲν ἐγκωμιάζοντι μόνου ἑνὸς μέλει, ὁπωσοῦν ἐπαινέσαι καὶ εὐφρᾶναι τὸν ἐπαινούμενον, καὶ εἰ ψευσαμένῳ ὑπάρχει τυχεῖν τοῦ τέλους, ὀλίγον ἂν φροντίσειεν. ἡ δὲ οὐκ ἄν τι ψεῦδος ἐμπεσὸν ἡ ἱστορία, οὐδὲ ἀκαριαῖον ἀνάσχοιτο, οὐ μᾶλλον ἢ τὴν ἀρτηρίαν ἰατρῶν παῖδές φασι τὴν τραχεῖαν5 παραδέξασθαι ἄν τι ἐς αὐτὴν καταποθέν.

しかし、彼らが歴史において犯す過ちとしては、観察していれば次のようなことが見出されるだろう。それは、私がしばしば彼らの朗読を聴いていた時に思われたようなことであり、とりわけ彼ら全員に対して耳を大きくそばだてるなら明らかになることだ。その間に、すでにこのように書かれてしまったいくつかの例を、実例として思い起こしてみるのも無駄ではない。 そして、まず最初に彼らがどれほど大きな過ちを犯しているかを見てみよう。というのも、彼らの多くは、実際に起こった出来事を記録することを怠り、支配者や将軍たちの称賛に時間を費やしているからだ。身内の者たちを天高く持ち上げる一方で、敵を度を越して貶めながら。歴史と賛辞(エンコーミオン)の間は、狭い地峡によって区切られ、防壁で隔てられているのではないということを彼らは知らないのだ。むしろ、それらの間には巨大な壁があり、音楽家たちのいう例の表現のように、互いに「2オクターブ」離れているのだ。というのも、賛辞を贈る者にとっては、ただ一つのこと、すなわち、どのような方法であれ、称賛される者を褒めちぎって喜ばせることだけが関心事だからだ。たとえ嘘をつくことでその目的が達せられるとしても、彼はほとんど気に留めないだろう。これに対して、歴史は、わずかな嘘が混入することさえ、一瞬たりとも容認しないだろう。医師の弟子たちが言うように、気管がいかなる異物をも受け入れることができないのと全く同様に。

構文注5 件
  1. 5εἴ τι ἐν λόγοις καὶ ἄλλο

    「他の何ものにもまして」を意味する慣用表現 εἴ τι καὶ ἄλλο の変形。ここでは「文芸(あるいは散文作品)における他のいかなるジャンルにもまして」多大な配慮を要することを指す。

  2. 5ἐπιστρέψων

    動詞 ἐπιστρέφω(向きを変えさせる、注意を向けさせる)の未来能動態分詞。主節の動詞 οἶδα に係る補足分詞として機能しており、意味上の主語は「私(語り手)」である。

  3. 5μετρούντων

    三人称複数・現在能動態の命令法。アッティカ方言において、三人称複数命令法の語尾 -ντων は通常表現の -έτωσαν に相当する。ここでは「彼らに測らせよ(彼らは勝手に測ればよい)」の意。

  4. 7δὶς διὰ πασῶν

    直訳すると「すべての(弦)を二度通して」となる音楽用語で、「重八度(ダブル・オクターブ)」を指す。転じて、二つの性質や概念の間に、調和し得ない「決定的な隔たり」があることを示す比喩表現として用いられている。

  5. 7ἀρτηρίαν ... τὴν τραχεῖαν

    「気管」を意味する古代の医学用語。解剖学において、気管は空気を通す「ざらざらした動脈」と呼ばれ、血液を通す滑らかな血管(動脈)と区別された。ここでの ἰατρῶν παῖδες(医師の弟子たち、医師の末裔たち)は「専門の医師たち」を指す慣用表現である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0062.tlg053.humanitext-grc3:5-7