Humanitext Reader

琉善 · 神仙大会 §5-8

桃摩斯批评英雄的神化与宙斯的纵欲

第 2 段,共 4 段 · 希腊语

内容简介

桃摩斯嘲讽狄奥尼索斯带凡人上天的荒谬,并激烈谴责宙斯因其凡间风流韵事而成为这种混乱的根源,指出被神化的英雄与其死去或悲惨的凡人亲属之间存在的荒诞对比。

§5Μῶμος εἶτα θαυμάζομεν εἰ καταφρονοῦσιν ἡμῶν οἱ ἄνθρωποι ὁρῶντες οὕτω γελοίους θεοὺς καὶ τεραστίους;
桃摩斯既然如此,当人们看到这样滑稽和怪异的神明时,如果他们轻视我们,我们还会感到奇怪吗?
ἐῶ γὰρ λέγειν ὅτι καὶ δύο γυναῖκας ἀνήγαγεν, τὴν μὲν ἐρωμένην οὖσαν αὐτοῦ, τὴν Ἀριάδνην, ἧς καὶ τὸν στέφανον ἐγκατέλεξε τῷ τῶν ἄστρων χορῷ, τὴν δὲ Ἰκαρίου τοῦ γεωργοῦ θυγατέρα.
因为我不去提他还带了两个女人上天,一个是他的情人阿里阿德涅,他甚至把她的冠冕也列入星辰的歌舞队中;另一个是农夫伊卡里奥斯的女儿。
καὶ ὃ πάντων γελοιότατον, ὦ θεοί, καὶ τὸν κύνα τῆς Ἠριγόνης, καὶ τοῦτον ἀνήγαγεν, ὡς μὴ ἀνιῷτο ἡ παῖς εἰ μὴ ἕξει ἐν τῷ οὐρανῷ τὸ ξύνηθες ἐκεῖνο καὶ ὅπερ ἠγάπα κυνίδιον.
而最滑稽的是,众神啊,他甚至把埃里戈涅的狗也带了上去,为了不让那姑娘因为在天上没有那只她熟悉且喜爱的小狗而感到难过。
ταῦτα οὐχ ὕβρις ὑμῖν δοκεῖ καὶ παροινία καὶ γέλως;
在你们看来,这些难道不是傲慢、酒后失态和笑柄吗?
ἀκούσατε δʼ οὖν καὶ ἄλλους.
那么,也请听听其他人的情况吧。
§6Ζεύς μηδέν, ὦ Μῶμε, εἴπῃς μήτε περὶ Ἀσκληπιοῦ μήτε περὶ Ἡρακλέους·
宙斯桃摩斯,关于阿斯克勒庇俄斯和赫拉克勒斯,你什么都不要说。
ὁρῶ γὰρ οἷ φέρῃ τῷ λόγῳ.
因为我看得出你的话要引向何处。
οὗτοι γάρ, ὁ μὲν αὐτῶν ἰᾶται καὶ ἀνίστησιν ἐκ τῶν νόσων καὶ ἔστιν πολλῶν ἀντάξιος ἄλλων, ὁ δὲ Ἡρακλῆς υἱὸς ὢν ἐμὸς οὐκ ὀλίγων πόνων ἐπρίατο τὴν ἀθανασίαν·
因为在他们当中,一个治病并使人从疾病中康复,且抵得上许多其他人;而赫拉克勒斯作为我的儿子,以不少的辛劳换取了长生不死。
ὥστε μὴ κατηγόρει αὐτῶν.
所以不要控诉他们。
Μῶμος σιωπήσομαι, ὦ Ζεῦ, διὰ σέ, πολλὰ εἰπεῖν ἔχων.
桃摩斯宙斯啊,为了您,我会保持沉默,尽管我有许多话要说。
καίτοι εἰ μηδὲν ἄλλο, ἔτι τὰ σημεῖα ἔχουσι τοῦ πυρός.
然而,就算没有别的,他们身上至今还留着火烧的痕迹。
εἰ δὲ ἐξῆν καὶ πρὸς αὐτὸν σὲ τῇ παρρησίᾳ χρῆσθαι, πολλὰ ἂν εἶχον εἰπεῖν.
但如果被允许对您本人也使用直言,我本会有很多话要说的。
Ζεύς καὶ μὴν πρὸς ἐμὲ ἔξεστιν μάλιστα.
宙斯事实上,对我而言尤其允许。
μῶν δʼ οὖν κἀμὲ ξενίας διώκεις;
难道你竟也要起诉我,控告我是外邦人吗?
Μῶμος ἐν Κρήτῃ μὲν οὐ μόνον τοῦτο ἀκοῦσαι ἔστιν, ἀλλὰ καὶ ἄλλο τι περὶ σοῦ λέγουσιν καὶ τάφον ἐπιδεικνύουσιν· ἐγὼ δὲ οὔτε ἐκείνοις πείθομαι οὔτε Ἀχαιῶν Αἰγιεῦσιν ὑποβολιμαῖόν σε εἶναι φάσκουσιν.
桃摩斯在克里特岛上,不仅能听到这一点,他们还说关于你的其他事情,甚至指点出你的坟墓;但我既不相信他们,也不相信那些声称你是冒名顶替的私生子的艾吉乌姆的亚该亚人。
§7Μῶμος ἃ δὲ μάλιστα ἐλεγχθῆναι δεῖν ἡγοῦμαι, ταῦτα ἐρῶ.
桃摩斯但是,我认为最需要被揭露的事,我将说出来。
τὴν γάρ τοι ἀρχὴν τῶν τοιούτων παρανομημάτων καὶ τὴν αἰτίαν τοῦ νοθευθῆναι ἡμῶν τὸ ξυνέδριον σύ, ὦ Ζεῦ, παρέσχες θνηταῖς ἐπιμιγνύμενος καὶ κατιὼν παρʼ αὐτὰς ἐν ἄλλοτε ἄλλῳ σχήματι, ὥστε ἡμᾶς δεδιέναι μή σε καταθύσῃ τις ξυλλαβών, ὁπόταν ταῦρος ᾖς, ἢ τῶν χρυσοχόων τις κατεργάσηται χρυσὸν ὄντα, καὶ ἀντὶ Διὸς ἢ ὅρμος ἢ ψέλιον ἢ ἐλλόβιον ἡμῖν γένῃ.
因为,宙斯啊,正是你通过与凡间女子交合,并以时而这种、时而那种外形降临到她们身边,从而提供了这种违法行为的开端,并成了我们会议被掺杂污染的原因,以至于我们甚至害怕,当你是一头公牛时有人会抓住你并把你当作祭品,或者当你是一块黄金时某个金匠会把你加工,结果我们得到的不是宙斯,而是一条项链、一只手镯或一个耳环。
πλὴν ἀλλὰ ἐμπέπληκάς γε τὸν οὐρανὸν τῶν ἡμιθέων τούτων· οὐ γὰρ ἂν ἄλλως εἴποιμι.
然而,你无论如何都用这些半神填满了天空;因为我无法用其他方式来称呼他们。
καὶ τὸ πρᾶγμα γελοιότατόν ἐστιν, ὁπόταν τις ἄφνω ἀκούσῃ ὅτι ὁ Ἡρακλῆς μὲν θεὸς ἀπεδείχθη, ὁ δὲ Εὐρυσθεύς, ὃς ἐπέταττεν αὐτῷ, τέθνηκεν, καὶ πλησίον Ἡρακλέους νεὼς οἰκέτου ὄντος καὶ Εὐρυσθέως τάφος τοῦ δεσπότου αὐτοῦ, καὶ πάλιν ἐν Θήβαις Διόνυσος μὲν θεός, οἱ δʼ ἀνεψιοὶ αὐτοῦ ὁ Πενθεὺς καὶ ὁ Ἀκταίων καὶ ὁ Λέαρχος ἀνθρώπων ἁπάντων κακοδαιμονέστατοι.
而当有人突然听到:赫拉克勒斯被宣布为神,而命令他的欧律斯透斯却已经死了,且在曾为仆人的赫拉克勒斯的神庙旁,就是他的主人欧律斯透斯的坟墓;还有在忒拜,狄奥尼索斯是神,而他的表兄弟们彭透斯、阿克泰翁和莱阿尔科斯却是所有人中最悲惨的不幸者,这时事情就变得极其滑稽了。
§8Μῶμος ἀφʼ οὗ δὲ ἅπαξ σύ, ὦ Ζεῦ, ἀνέῳξας τοῖς τοιούτοις τὰς θύρας καὶ ἐπὶ τὰς θνητὰς ἐτράπου, ἅπαντες μεμίμηνταί σε, καὶ οὐχ οἱ ἄρρενες μόνον, ἀλλʼ, ὅπερ αἴσχιστον, καὶ αἱ θήλειαι θεοί.
桃摩斯宙斯啊,自从你一次向这样的人敞开大门并转向凡间女子,所有人都模仿了你,不仅是男神,而且最可耻的是,连女神们也是如此。
τίς γὰρ οὐκ οἶδεν τὸν Ἀγχίσην καὶ τὸν Τιθωνὸν καὶ τὸν Ἐνδυμίωνα καὶ τὸν Ἰασίωνα καὶ τοὺς ἄλλους;
因为谁不知道安喀塞斯、提托诺斯、恩底弥翁、伊阿西翁以及其他人呢?
ὥστε ταῦτα μὲν ἐάσειν μοι δοκῶ· μακρὸν γὰρ ἂν τὸ διελέγχειν γένοιτο.
因此,我认为我还是把这些事放过去吧;因为要揭露它们会变成一件冗长的事情。
Ζεύς μηδὲν περὶ τοῦ Γανυμήδους, ὦ Μῶμε, εἴπῃς·
宙斯桃摩斯,关于甘尼美德,你一个字都不要说。
χαλεπανῶ γὰρ εἰ λυπήσεις τὸ μειράκιον ὀνειδίσας ἐς τὸ γένος.
因为如果你通过羞辱那少年的出身而使他难过,我会生气的。
Μῶμος οὐκοῦν μηδὲ περὶ τοῦ ἀετοῦ εἴπω, ὅτι καὶ οὗτος ἐν τῷ οὐρανῷ ἐστιν, ἐπὶ τοῦ βασιλείου σκήπτρου καθεζόμενος καὶ μονονουχὶ ἐπὶ κεφαλήν σοι νεοττεύων, θεὸς εἶναι δοκῶν;
桃摩斯那么我也不要提那只鹰了吧? 它也待在天上,停在王权的权杖上,甚至差一点就在你头上筑巢,还被当成了神?

词汇与语法注释

  1. §5ἐῶ γὰρ λέγειν ὅτι — 动词 ἐῶ(“省略、不提”)后接不定词 λέγειν 和 ὅτι 从句。这构成了一种修辞上的“假省法”(praeteritio),即说话者声称不提某事,实则进行了详细说明。
  2. §5ὡς μὴ ἀνιῷτο ἡ παῖς εἰ μὴ ἕξει — 引导目的从句的 ὡς 后因过去时主句动词而使用了希求语气 ἀνιῷτο,但条件从句的条件副句则是 εἰ μὴ ἕξει(将来直陈式)。这种混合结构生动地保留了直接引语中原始想法的时态(“如果她将没有……”)。
  3. §6πολλῶν ἀντάξιος ἄλλων — 直接引用自荷马《意利亚特》第11卷第514行,在此处用以赞美阿斯克勒庇俄斯卓越的医术。
  4. §7ὥστε ἡμᾶς δεδιέναι μή — 紧随 ὥστε 的表示恐惧的不定词 δεδιέναι 后接引导恐惧从句的 μή 连词及虚拟语气动词(καταθύσῃ, κατεργάσηται)。分词短语 χρυσὸν ὄντα 起条件作用(“如果你是金子”),与 ὁπόταν ταῦρος ᾖς(“每当你是一头公牛时”)并列。

引用这一段

琉善, 神仙大会 §5-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg050.humanitext-grc2:5-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。