← ルキアノス

神々の対話

§5-8

モモスによる英雄たちの神格化とゼウスの放縦への批判

モモスはディオニュソスが連れてきた人間たちの天界入りを滑稽だと非難し、さらにアスクレピオスやヘラクレスら半神を増やした張本人としてゼウス自身の女性関係や、神々とその人間の親族との間の理不尽な格差を厳しく糾弾する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5

Μῶμος εἶτα θαυμάζομεν εἰ καταφρονοῦσιν ἡμῶν οἱ ἄνθρωποι ὁρῶντες οὕτω γελοίους θεοὺς καὶ τεραστίους; ἐῶ γὰρ λέγειν ὅτι1 καὶ δύο γυναῖκας ἀνήγαγεν, τὴν μὲν ἐρωμένην οὖσαν αὐτοῦ, τὴν Ἀριάδνην, ἧς καὶ τὸν στέφανον ἐγκατέλεξε τῷ τῶν ἄστρων χορῷ, τὴν δὲ Ἰκαρίου τοῦ γεωργοῦ θυγατέρα. καὶ ὃ πάντων γελοιότατον, ὦ θεοί, καὶ τὸν κύνα τῆς Ἠριγόνης, καὶ τοῦτον ἀνήγαγεν, ὡς μὴ ἀνιῷτο ἡ παῖς εἰ μὴ ἕξει2 ἐν τῷ οὐρανῷ τὸ ξύνηθες ἐκεῖνο καὶ ὅπερ ἠγάπα κυνίδιον. ταῦτα οὐχ ὕβρις ὑμῖν δοκεῖ καὶ παροινία καὶ γέλως; ἀκούσατε δʼ οὖν καὶ ἄλλους.

モモス それなのに、人間たちがこのように滑稽で奇妙な神々を見て、我々を軽蔑しているとしたら、それを不思議に思うでしょうか。というのも、彼が二人の女性をも引き上げたことについては言わずにおくからです。一人は彼の愛人であったアリアドネであり、彼はその冠をも星々の合唱隊に加えましたし、もう一人は農夫イカリオスの娘です。そして、神々よ、何よりも滑稽なことには、エリゴネの犬、この犬までも引き上げたのです。その少女が、かつて愛着を抱き、愛していたあの子犬を天国でも持てないとしたら、悲しまないようにという理由で。これらのことが、あなた方には傲慢であり、酔狂であり、物笑いの種であるとは思われませんか。では、他の者たちについてもお聞きください。

§6

Ζεύς μηδέν, ὦ Μῶμε, εἴπῃς μήτε περὶ Ἀσκληπιοῦ μήτε περὶ Ἡρακλέους· ὁρῶ γὰρ οἷ φέρῃ τῷ λόγῳ. οὗτοι γάρ, ὁ μὲν αὐτῶν ἰᾶται καὶ ἀνίστησιν ἐκ τῶν νόσων καὶ ἔστιν πολλῶν ἀντάξιος ἄλλων,3 ὁ δὲ Ἡρακλῆς υἱὸς ὢν ἐμὸς οὐκ ὀλίγων πόνων ἐπρίατο τὴν ἀθανασίαν· ὥστε μὴ κατηγόρει αὐτῶν. Μῶμος σιωπήσομαι, ὦ Ζεῦ, διὰ σέ, πολλὰ εἰπεῖν ἔχων. καίτοι εἰ μηδὲν ἄλλο, ἔτι τὰ σημεῖα ἔχουσι τοῦ πυρός. εἰ δὲ ἐξῆν καὶ πρὸς αὐτὸν σὲ τῇ παρρησίᾳ χρῆσθαι, πολλὰ ἂν εἶχον εἰπεῖν. Ζεύς καὶ μὴν πρὸς ἐμὲ ἔξεστιν μάλιστα. μῶν δʼ οὖν κἀμὲ ξενίας διώκεις; Μῶμος ἐν Κρήτῃ μὲν οὐ μόνον τοῦτο ἀκοῦσαι ἔστιν, ἀλλὰ καὶ ἄλλο τι περὶ σοῦ λέγουσιν καὶ τάφον ἐπιδεικνύουσιν· ἐγὼ δὲ οὔτε ἐκείνοις πείθομαι οὔτε Ἀχαιῶν Αἰγιεῦσιν ὑποβολιμαῖόν σε εἶναι φάσκουσιν.

ゼウス モモスよ、アスクレピオスについてもヘラクレスについても何も言うな。お前が話の矛先をどこに向けているか、私には分かっているからだ。というのも彼らのうち、一方は治療を行い、人々を病から立ち上がらせる者であり、多くの他の人々に匹敵する価値があるのであり、他方のヘラクレスは私の息子であって、少なからぬ辛苦によって不死を購ったからだ。だから彼らを告発するな。 モモス ゼウスよ、あなたのために沈黙しましょう、言いたいことはたくさんありますが。とはいえ、仮に他のことはどうあれ、彼らにはまだ火の痕跡が残っています。もしあなたご自身に対しても率直に語ることが許されているなら、言いたいことが山ほどあるのですが。 ゼウス いや、私に対してこそ最も許されている。まさかお前は、私をも在留外国人の罪で告発しようというのか。 モモス クレタ島では、そのことだけが聞こえてくるわけではなく、あなたのことでまた別のことも言われており、あなたの墓まで指し示されています。しかし私は彼らも、あなたが身代わりの子供であると主張するアカイアのアイギオンの人々も信じてはいません。

§7

Μῶμος ἃ δὲ μάλιστα ἐλεγχθῆναι δεῖν ἡγοῦμαι, ταῦτα ἐρῶ. τὴν γάρ τοι ἀρχὴν τῶν τοιούτων παρανομημάτων καὶ τὴν αἰτίαν τοῦ νοθευθῆναι ἡμῶν τὸ ξυνέδριον σύ, ὦ Ζεῦ, παρέσχες θνηταῖς ἐπιμιγνύμενος καὶ κατιὼν παρʼ αὐτὰς ἐν ἄλλοτε ἄλλῳ σχήματι, ὥστε ἡμᾶς δεδιέναι μή4 σε καταθύσῃ τις ξυλλαβών, ὁπόταν ταῦρος ᾖς, ἢ τῶν χρυσοχόων τις κατεργάσηται χρυσὸν ὄντα, καὶ ἀντὶ Διὸς ἢ ὅρμος ἢ ψέλιον ἢ ἐλλόβιον ἡμῖν γένῃ. πλὴν ἀλλὰ ἐμπέπληκάς γε τὸν οὐρανὸν τῶν ἡμιθέων τούτων· οὐ γὰρ ἂν ἄλλως εἴποιμι. καὶ τὸ πρᾶγμα γελοιότατόν ἐστιν, ὁπόταν τις ἄφνω ἀκούσῃ ὅτι ὁ Ἡρακλῆς μὲν θεὸς ἀπεδείχθη, ὁ δὲ Εὐρυσθεύς, ὃς ἐπέταττεν αὐτῷ, τέθνηκεν, καὶ πλησίον Ἡρακλέους νεὼς οἰκέτου ὄντος καὶ Εὐρυσθέως τάφος τοῦ δεσπότου αὐτοῦ, καὶ πάλιν ἐν Θήβαις Διόνυσος μὲν θεός, οἱ δʼ ἀνεψιοὶ αὐτοῦ ὁ Πενθεὺς καὶ ὁ Ἀκταίων καὶ ὁ Λέαρχος ἀνθρώπων ἁπάντων κακοδαιμονέστατοι.

モモス しかし、最も糾明されるべきだと私が考えること、それらを申しましょう。というのも、このような違法行為の発端を、そして我々の会議が不純なものにされた原因を作ったのは、ゼウスよ、あなたなのです。あなたが凡人の女たちと交わり、時によって様々に姿を変えて彼女たちのもとへ下って行ったからです。その結果、あなたが牡牛であるときに誰かがあなたを捕らえて生贄に捧げてしまわないか、あるいは金であるときにある金細工師が加工してしまい、我々にとってゼウスの代わりに、首飾りか腕輪か耳飾りにでもなってしまわないかと、我々は恐れるほどです。ともかく、あなたは天をこれらの半神たちで満たしてしまいました。彼らを他の言葉で呼ぶことはできないからです。そして、誰かが突然次のことを耳にするとき、事態は極めて滑稽なものとなります。すなわち、ヘラクレスは神と宣言されたのに、彼に命令を下していたエウリュステウスは死んでおり、召使であったヘラクレスの神殿のすぐ近くに、その主人であったエウリュステウスの墓があるということ。またテバイにおいては、ディオニュソスは神であるのに、彼のいとこたちであるペンテウス、アクタイオン、レアルコスは、あらゆる人間の中で最も不幸な目にあっているということです。

§8

Μῶμος ἀφʼ οὗ δὲ ἅπαξ σύ, ὦ Ζεῦ, ἀνέῳξας τοῖς τοιούτοις τὰς θύρας καὶ ἐπὶ τὰς θνητὰς ἐτράπου, ἅπαντες μεμίμηνταί σε, καὶ οὐχ οἱ ἄρρενες μόνον, ἀλλʼ, ὅπερ αἴσχιστον, καὶ αἱ θήλειαι θεοί. τίς γὰρ οὐκ οἶδεν τὸν Ἀγχίσην καὶ τὸν Τιθωνὸν καὶ τὸν Ἐνδυμίωνα καὶ τὸν Ἰασίωνα καὶ τοὺς ἄλλους; ὥστε ταῦτα μὲν ἐάσειν μοι δοκῶ· μακρὸν γὰρ ἂν τὸ διελέγχειν γένοιτο. Ζεύς μηδὲν περὶ τοῦ Γανυμήδους, ὦ Μῶμε, εἴπῃς· χαλεπανῶ γὰρ εἰ λυπήσεις τὸ μειράκιον ὀνειδίσας ἐς τὸ γένος. Μῶμος οὐκοῦν μηδὲ περὶ τοῦ ἀετοῦ εἴπω, ὅτι καὶ οὗτος ἐν τῷ οὐρανῷ ἐστιν, ἐπὶ τοῦ βασιλείου σκήπτρου καθεζόμενος καὶ μονονουχὶ ἐπὶ κεφαλήν σοι νεοττεύων, θεὸς εἶναι δοκῶν;

モモス ゼウスよ、あなたが一度このような者たちに戸を開き、凡人の女たちに心を向けて以来、すべての神々があなたを真似しました。男の神々だけでなく、最も恥ずべきことには、女の神々までもがです。アンキセス、ティトノス、エンデュミオン、イアシオン、その他多くの者たちを誰が知らないでしょうか。ですから、これらのことについては不問に付すことにいたしましょう。これらを糾明するのは長くなるでしょうから。 ゼウス モモスよ、ガニュメデスについては何も言うな。お前があの少年の素性を非難して彼を悲しませるなら、私は腹を立てるだろうから。 モモス それなら、鷲についても言わないでおきましょう。この鳥もまた天にいて、王の笏の上に腰掛け、あまつさえあなたの頭の上に巣を作らんばかりにして、神であるかのように見なされているのですが。

構文注4 件
  1. 5ἐῶ γὰρ λέγειν ὅτι

    動詞 ἐῶ(「〜するのを差し控える」)に不定詞 λέγειν が続き、さらに ὅτι 節を従える。言及を避けると言いつつ実際には詳細に述べる修辞技法(黙説法、praeteritio)を形成している。

  2. 5ὡς μὴ ἀνιῷτο ἡ παῖς εἰ μὴ ἕξει

    目的節を導く ὡς の後で歴史的時制の希求法 ἀνιῷτο が使われているが、条件節の protasis(条件副節)は εἰ μὴ ἕξει(直説法未来)であり、直接話法における元の思考(「もし持てないなら…悲しむだろう」)の時制を生き生きと保存した混成構文となっている。

  3. 6πολλῶν ἀντάξιος ἄλλων

    ホメロス『イリアス』第11歌514行からの直接引用であり、アスクレピオスの卓越した医術を称えるために用いられている。

  4. 7ὥστε ἡμᾶς δεδιέναι μή

    結果節を導く ὥστε の後に恐れを表す不定詞 δεδιέναι が続き、懸念の接続詞 μή と接続法(καταθύσῃ, κατεργάσηται)を従える。また分詞句 χρυσὸν ὄντα は、並行する ὁπόταν ταῦρος ᾖς(「お前が牡牛であるときはいつでも」)と同様に条件(「お前が金であるなら」)を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg050.humanitext-grc2:5-8