§9Μῶμος
ἢ καὶ τοῦτον τοῦ Γανυμήδους ἕνεκα ἐάσομεν;
桃摩斯或者,我们也要因为甘尼美德的缘故而放过这只鹰吗?
ἀλλʼ ὁ Ἄττης γε, ὦ Ζεῦ, καὶ ὁ Κορύβας καὶ ὁ Σαβάζιος, πόθεν ἡμῖν ἐπεισεκυκλήθησαν οὗτοι, ἢ ὁ Μίθρης ἐκεῖνος, ὁ Μῆδος, ὁ τὸν κάνδυν καὶ τὴν τιάραν, οὐδὲ ἑλληνίζων τῇ φωνῇ, ὥστε οὐδʼ ἢν προπίῃ τις ξυνίησι;
但是,宙斯啊,阿蒂斯、科里巴斯和萨巴济乌斯,这些家伙到底是从哪里塞进我们中间来的? 还有那个米特拉,那个波斯人,身着短袍戴着头巾,甚至连希腊语都不会说,以至于有人向他祝酒他也听不懂?
τοιγαροῦν οἱ Σκύθαι ταῦτα ὁρῶντες, οἱ Γέται αὐτῶν, μακρὰ ἡμῖν χαίρειν εἰπόντες αὐτοὶ ἀπαθανατίζουσι καὶ θεοὺς χειροτονοῦσιν οὓς ἂν ἐθελήσωσι, τὸν αὐτὸν τρόπον ὅνπερ καὶ Ζάμολξις δοῦλος ὢν παρενεγράφη οὐκ οἶδʼ ὅπως διαλαθών.
因此,斯基泰人,特别是他们当中的盖塔人,看到这些情况后,向我们道了声永别,便自己随意使人长生并投票选举他们想要的神,这正如同曾经身为奴隶的扎莫尔克西斯,不知道怎么漏网过去、偷偷混进名册中的方式一模一样。
§10Μῶμος
καίτοι πάντα ταῦτα, ὦ θεοί, μέτρια.
桃摩斯然而,众神啊,这一切比起以下这些还是温和的。
σὺ δέ, ὦ κυνοπρόσωπε καὶ σινδόσιν ἐσταλμένε Αἰγύπτιε, τίς εἶ, ὦ βέλτιστε, ἢ πῶς ἀξιοῖς θεὸς εἶναι ὑλακτῶν;
但是你,那个狗头、裹着细麻布的埃及人,你算什么东西,老兄? 你一边吠叫着,怎么就敢自命为神?
τί δὲ βουλόμενος καὶ ὁ ποικίλος οὗτος ταῦρος ὁ Μεμφίτης προσκυνεῖται καὶ χρᾷ καὶ προφήτας ἔχει;
还有那个 Memphis 的花斑公牛,它到底是出于什么意图接受人们的朝拜,传达神谕,并且还有代言先知?
αἰσχύνομαι γὰρ ἴβιδας καὶ πιθήκους εἰπεῖν καὶ τράγους καὶ ἄλλα πολλῷ γελοιότερα οὐκ οἶδʼ ὅπως ἐξ Αἰγύπτου παραβυσθέντα ἐς τὸν οὐρανόν, ἃ ὑμεῖς, ὦ θεοί, πῶς ἀνέχεσθε ὁρῶντες ἐπʼ ἴσης ἢ καὶ μᾶλλον ὑμῶν προσκυνούμενα;
我实在羞于提及朱鹭、狒狒和公山羊,以及其他不知道怎么从埃及偷偷塞进天庭、比这还要滑稽得多的东西;众神啊,当你们看到它们与你们同等、甚至比你们更受崇拜时,你们怎么能忍受呢?
ἢ σύ, ὦ Ζεῦ, πῶς φέρεις ἐπειδὰν κριοῦ κέρατα φύσωσί σοι;
还有你,宙斯,当他们给你戴上公羊角时,你又是怎么忍受得下去的?
§11Ζεύς
αἰσχρὰ ὡς ἀληθῶς ταῦτα φὴς τὰ περὶ τῶν Αἰγυπτίων·
宙斯你说的关于埃及人的这些事,确实很丢人。
ὅμως δʼ οὖν, ὦ Μῶμε, τὰ πολλὰ αὐτῶν αἰνίγματά ἐστιν, καὶ οὐ πάνυ χρὴ καταγελᾶν ἀμύητον ὄντα.
不过,桃摩斯啊,他们那些大多是象征隐喻,没有入迷仪式的人,实在不该一味嘲笑。
Μῶμος
πάνυ γοῦν μυστηρίων, ὦ Ζεῦ, δεῖ ἡμῖν, ὡς εἰδέναι θεοὺς μὲν τοὺς θεούς, κυνοκεφάλους δὲ τοὺς κυνοκεφάλους.
桃摩斯宙斯啊,那我们确实太需要秘密仪式了,好让我们知道神就是神,而狗头人就是狗头人!
Ζεύς
ἔα, φημί, τὰ περὶ Αἰγυπτίων·
宙斯我说,别提埃及人的事了。
ἄλλοτε γὰρ περὶ τούτων ἐπισκεψόμεθα ἐπὶ σχολῆς.
我们改天有空再专门讨论这个。
σὺ δὲ τοὺς ἄλλους λέγε.
你且说说其他的。
§12Μῶμος
τὸν Τροφώνιον, ὦ Ζεῦ, καὶ ὃ μάλιστά με ἀποπνίγει, τὸν Ἀμφίλοχον, ὃς ἐναγοῦς ἀνθρώπου καὶ μητρολῴου υἱὸς ὢν μαντεύεται ὁ γενναῖος ἐν Κιλικίᾳ, ψευδόμενος τὰ πολλὰ καὶ γοητεύων τοῖν δυοῖν ὀβολοῖν ἕνεκα.
桃摩斯宙斯啊,还有特罗丰尼乌斯,以及最让我感到窒息的安菲洛科斯,他作为一个被诅咒之人、弑母者的儿子,这个高贵的家伙竟然在基利家传达神谕,大多是胡言乱语,为了两个奥博尔钱招摇撞骗。
τοιγαροῦν οὐκέτι σύ, ὦ Ἄπολλον, εὐδοκιμεῖς, ἀλλὰ ἤδη πᾶς λίθος καὶ πᾶς βωμὸς χρησμῳδεῖ, ὃς ἂν ἐλαίῳ περιχυθῇ καὶ στεφάνους ἔχῃ καὶ γόητος ἀνδρὸς εὐπορήσῃ, οἷοι πολλοί εἰσιν.
因此,阿波罗啊,你已经不再享有盛名,现在只要泼上橄榄油、戴上花冠、再雇到一个满大街都是的骗子,任何一块石头、任何一个祭坛都可以传神谕了。
ἤδη καὶ ὁ Πολυδάμαντος τοῦ ἀθλητοῦ ἀνδριὰς ἰᾶται τοὺς πυρέττοντας ἐν Ὀλυμπίᾳ καὶ ὁ Θεαγένους ἐν Θάσῳ, καὶ Ἕκτορι θύουσιν ἐν Ἰλίῳ καὶ Πρωτεσιλάῳ καταντικρὺ ἐν Χερρονήσῳ.
如今甚至连运动员波吕达马斯的雕像也在奥林匹亚为人治热病,塞阿格奈斯的雕像在萨索斯岛也是如此;人们在伊利翁向赫克托耳献祭,在对面的赫索尼苏斯向普罗特西拉乌斯献祭。
ἀφʼ οὗ δʼ οὖν τοσοῦτοι γεγόναμεν, ἐπιδέδωκε μᾶλλον ἡ ἐπιορκία καὶ ἱεροσυλία, καὶ ὅλως καταπεφρονήκασιν ἡμῶν — εὖ ποιοῦντες.
自从我们的人数变得这么多以来,伪誓和亵渎神庙的行为反而更加变本加厉,他们完全蔑视我们——这也是我们自找的。
§13Μῶμος
καὶ ταῦτα μὲν περὶ τῶν νόθων καὶ παρεγγράπτων.
桃摩斯以上是关于那些私生和冒牌登记者的。
ἐγὼ δὲ καὶ ξένα ὀνόματα πολλὰ ἤδη ἀκούων οὔτε ὄντων τινῶν παρʼ ἡμῖν οὔτε συστῆναι ὅλως δυναμένων, πάνυ, ὦ Ζεῦ, καὶ ἐπὶ τούτοις γελῶ.
然而,宙斯啊,当听到许多我们中间根本没有、甚至完全无法成立的奇怪名字时,我也对这些感到非常好笑。
ἢ ποῦ γάρ ἐστιν ἡ πολυθρύλητος ἀρετὴ καὶ φύσις καὶ εἱμαρμένη καὶ τύχη, ἀνυπόστατα καὶ κενὰ πραγμάτων ὀνόματα ὑπὸ βλακῶν ἀνθρώπων τῶν φιλοσόφων ἐπινοηθέντα;
那个被到处传诵的“美德”、“自然”、“宿命”和“运气”到底在哪里呢? 这些不过是愚蠢的哲学徒们凭空捏造出来的虚无、空洞的名字而已。
καὶ ὅμως αὐτοσχέδια ὄντα οὕτω τοὺς ἀνοήτους πέπεικεν, ὥστε οὐδεὶς ἡμῖν οὐδὲ θύειν βούλεται, εἰδὼς ὅτι, κἂν μυρίας ἑκατόμβας παραστήσῃ, ὅμως τὴν τύχην πράξουσαν τὰ μεμοιραμένα καὶ ἃ ἐξ ἀρχῆς ἑκάστῳ ἐπεκλώσθη.
然而,尽管这些都是粗制滥造的玩意,却把愚蠢的人们骗得如此深,以至于现在谁也不想向我们献祭了,因为他们知道,即使献上一万头公牛,运气依然会执行命中注定以及从一开始为每个人纺好的命运。
ἡδέως ἂν οὖν ἐροίμην σε, ὦ Ζεῦ, εἴ που εἶδες ἢ ἀρετὴν ἢ φύσιν ἢ εἱμαρμένην;
因此,宙斯啊,我很想问问你,你曾在哪里见过“美德”、“自然”或“宿命”吗?
ὅτι μὲν γὰρ ἀεὶ καὶ σὺ ἀκούεις ἐν ταῖς τῶν φιλοσόφων διατριβαῖς, οἶδα, εἰ μὴ καὶ κωφός τις εἶ, ὡς βοώντων αὐτῶν μὴ ἐπαΐειν.
我知道你总是在哲学家的讲堂里听到这些,除非你聋得听不见他们在大声喊叫。
πολλὰ ἔτι ἔχων εἰπεῖν καταπαύσω τὸν λόγον·
我还有很多话要说,但我现在就结束发言。
ὁρῶ γοῦν πολλοὺς ἀχθομένους μοι λέγοντι καὶ συρίττοντας, ἐκείνους μάλιστα ὧν καθήψατο ἡ παρρησία τῶν λόγων.
因为我看到许多人对我所说的话感到厌烦并发出嘘声,尤其是那些被我直言不讳的话刺痛了的人。