§1Ζεύς
μηκέτι τονθορύζετε, ὦ θεοί, μηδὲ κατὰ γωνίας συστρεφόμενοι πρὸς οὖς ἀλλήλοις κοινολογεῖσθε, ἀγανακτοῦντες εἰ πολλοὶ ἀνάξιοι μετέχουσιν ἡμῖν τοῦ συμποσίου, ἀλλʼ ἐπείπερ ἀποδέδοται περὶ τούτων ἐκκλησία, λεγέτω ἕκαστος ἐς τὸ φανερὸν τὰ δοκοῦντά οἱ καὶ κατηγορείτω.
宙斯众神啊,不要再嘀咕了,也不要聚在角落里互相交头接耳,为许多不配的人与我们共享宴席而愤恨;既然关于这些事已经召开了大会,就让每个人公开说出他认为对的想法并进行控诉。
σὺ δὲ κήρυττε, ὦ Ἑρμῆ, τὸ κήρυγμα τὸ ἐκ τοῦ νόμου.
赫尔墨斯,你按照法律发布公告吧。
Ἑρμῆς
ἄκουε, σίγα.
赫尔墨斯静听,安静!
τίς ἀγορεύειν βούλεται τῶν τελείων θεῶν οἷς ἔξεστιν;
在有资格、被允许的正式神明中,有谁想要发言?
ἡ δὲ σκέψις περὶ τῶν μετοίκων καὶ ξένων.
议题是关于侨民和外邦人的。
Μῶμος
ἐγὼ ὁ Μῶμος, ὦ Ζεῦ, εἴ μοι ἐπιτρέψειας εἰπεῖν.
桃摩斯宙斯啊,如果您允许我发言,我桃摩斯想说。
Ζεύς
τὸ κήρυγμα ἤδη ἐφίησιν· ὥστε οὐδὲν ἐμοῦ δεήσει.
宙斯公告已经给予了许可,因此你不需要我的允许了。
§2Μῶμος
φημὶ τοίνυν δεινὰ ποιεῖν ἐνίους ἡμῶν, οἷς οὐκ ἀπόχρη θεοὺς ἐξ ἀνθρώπων αὐτοῖς γεγενῆσθαι, ἀλλʼ, εἰ μὴ καὶ τοὺς ἀκολούθους καὶ θεράποντας αὐτῶν ἰσοτίμους ἡμῖν ἀποφανοῦσιν, οὐδὲν μέγα οὐδὲ νεανικὸν οἴονται εἰργάσθαι.
桃摩斯那么,我说我们中的某些人做得很过分,他们自己从凡人变成神还不够,除非把他们的随从和仆人也变得和我们同等尊贵,否则他们就觉得自己没做出什么伟大或了不起的事。
ἀξιῶ δέ, ὦ Ζεῦ, μετὰ παρρησίας μοι δοῦναι εἰπεῖν· οὐδὲ γὰρ ἂν ἄλλως δυναίμην, ἀλλὰ πάντες με ἴσασιν ὡς ἐλεύθερός εἰμι τὴν γλῶτταν καὶ οὐδὲν ἂν κατασιωπήσαιμι τῶν οὐ καλῶς γιγνομένων·
宙斯啊,我请求你允许我坦率地说话;因为我无法用其他方式表达,大家都知道我的舌头是多么自由,对于进行得不好的事情,我绝不会保持沉默。
διελέγχω γὰρ ἅπαντα καὶ λέγω τὰ δοκοῦντά μοι ἐς τὸ φανερὸν οὔτε δεδιώς τινα οὔτε ὑπʼ αἰδοῦς ἐπικαλύπτων τὴν γνώμην· ὥστε καὶ ἐπαχθὴς δοκῶ τοῖς πολλοῖς καὶ συκοφαντικὸς τὴν φύσιν, δημόσιός τις κατήγορος ὑπʼ αὐτῶν ἐπονομαζόμενος.
因为我揭露一切,公开说出我的看法,既不畏惧任何人,也不因羞怯而掩盖自己的意见;因此,我在大多数人看来是令人厌恶的,天生喜欢诽谤,被他们称为“公家控诉官”。
πλὴν ἀλλʼ ἐπείπερ ἔξεστιν καὶ κεκήρυκται καὶ σύ, ὦ Ζεῦ, δίδως μετʼ ἐξουσίας εἰπεῖν· , οὐδὲν ὑποστειλάμενος ἐρῶ.
然而,既然这是被允许的,而且已经发布了公告,而你,宙斯,也允许我带着权威说话,我将毫无保留地直言。
§3Μῶμος
πολλοὶ γάρ, φημί, οὐκ ἀγαπῶντες ὅτι αὐτοὶ μετέχουσι τῶν αὐτῶν ἡμῖν ξυνεδρίων καὶ εὐωχοῦνται ἐπʼ ἴσης, καὶ ταῦτα θνητοὶ ἐξ ἡμισείας ὄντες, ἔτι καὶ τοὺς ὑπηρέτας καὶ θιασώτας τοὺς αὐτῶν ἀνήγαγον ἐς τὸν οὐρανὸν καὶ παρενέγραψαν, καὶ νῦν ἐπʼ ἴσης διανομάς τε νέμονται καὶ θυσιῶν μετέχουσιν, οὐδὲ καταβαλόντες ἡμῖν τὸ μετοίκιον.
桃摩斯因为我说,许多人不满足于自己与我们共享同样的会议并平等地享受宴席——而且他们自己还是半个凡人——甚至还将他们的仆人和狂欢同伴带上天来注册登记。 现在他们平等地分配配额、参与祭祀,甚至连侨民税都没有向我们缴纳。
Ζεύς
μηδὲν αἰνιγματῶδες, ὦ Μῶμε, ἀλλὰ σαφῶς καὶ διαρρήδην λέγε, προστιθεὶς καὶ τοὔνομα, νῦν γὰρ ἐς τὸ μέσον ἀπέρριπταί σοι ὁ λόγος, ὡς πολλοὺς εἰκάζειν καὶ ἐφαρμόζειν ἄλλοτε ἄλλον τοῖς λεγομένοις.
宙斯桃摩斯,不要说谜语,要清楚明白地直言,还要加上名字。 因为你刚才的话是向大家公开抛出来的,以至于许多人都在猜测,并把所说的话时而套在这人身上,时而套在那人身上。
χρὴ δὲ παρρησιαστὴν ὄντα μηδὲν ὀκνεῖν λέγειν.
而一个坦率直言的人不应该忌讳说任何话。
§4Μῶμος
εὖ γε, ὦ Ζεῦ, ὅτι καὶ παροτρύνεις με πρὸς τὴν παρρησίαν·
桃摩斯好极了,宙斯,你甚至鼓励我坦率直言。
ποιεῖς γὰρ τοῦτο βασιλικὸν ὡς ἀληθῶς καὶ μεγαλόφρον, ὥστε ἐρῶ καὶ τοὔνομα.
因为你这样做确实表现出王者之风和宽宏大度,所以我也要说出名字。
ὁ γάρ τοι γενναιότατος οὗτος Διόνυσος ἡμιάνθρωπος ὤν, οὐδὲ Ἕλλην μητρόθεν ἀλλὰ Συροφοίνικός τινος ἐμπόρου τοῦ Κάδμου θυγατριδοῦς, ἐπείπερ ἠξιώθη τῆς ἀθανασίας, οἷος μὲν αὐτός ἐστιν οὐ λέγω, οὔτε τὴν μίτραν οὔτε τὴν μέθην οὔτε τὸ βάδισμα· πάντες γάρ, οἶμαι, ὁρᾶτε ὡς θῆλυς καὶ γυναικεῖος τὴν φύσιν, ἡμιμανής, ἀκράτου ἕωθεν ἀποπνέων·
那个最高贵的狄奥尼索斯,他是个半人,母亲那方甚至不是希腊人,而是某个叙利亚-腓尼基商人卡德姆斯的外孙。 既然他被认为配得上长生不死,他自己是个什么样的人我就不说了,包括他的束发带、他的醉态和他的步态;因为我想你们大家都看到了,他天生多么柔弱和女性化,半疯半傻,一大早就散发着纯酒的气味。
ὁ δὲ καὶ ὅλην φατρίαν ἐσεποίησεν ἡμῖν καὶ τὸν χορὸν ἐπαγόμενος πάρεστι καὶ θεοὺς ἀπέφηνε τὸν Πᾶνα καὶ τὸν Σιληνὸν καὶ Σατύρους, ἀγροίκους τινὰς καὶ αἰπόλους τοὺς πολλούς, σκιρτητικοὺς ἀνθρώπους καὶ τὰς μορφὰς ἀλλοκότους·
但他甚至向我们引介了整个宗族,还带着他的歌舞队留在这里,把潘、西勒诺斯和萨梯们宣布为神——他们大多数是一些乡巴佬和牧羊人,爱蹦跳的人,外形奇特。
ὧν ὁ μὲν κέρατα ἔχων καὶ ὅσον ἐξ ἡμισείας ἐς τὸ κάτω αἰγὶ ἐοικὼς καὶ γένειον βαθὺ καθειμένος ὀλίγον τράγου διαφέρων ἐστίν, ὁ δὲ φαλακρὸς γέρων, σιμὸς τὴν ῥῖνα, ἐπὶ ὄνου τὰ πολλὰ ὀχούμενος, Λυδὸς οὗτος, οἱ δὲ Σάτυροι ὀξεῖς τὰ ὦτα, καὶ αὐτοὶ φαλακροί, κεράσται, οἷα τοῖς ἄρτι γεννηθεῖσιν ἐρίφοις τὰ κέρατα ὑποφύεται, Φρύγες τινὲς ὄντες· ἔχουσι δὲ καὶ οὐρὰς ἅπαντες.
其中一个长着角,下半身在很大程度上像一只山羊,留着长长的胡须,和公山羊几乎没有区别;另一个是个秃头老人,塌鼻子,经常骑着一头驴,是个吕底亚人;而萨梯们则耳朵尖,自己也是秃头,长着角,就像刚出生的小山羊刚长出的角一样,他们是些弗里吉亚人;而且他们全都有尾巴。
ὁρᾶτε οἵους ἡμῖν θεοὺς ποιεῖ ὁ γεννάδας;
你们看到了吧,这位高贵之士为我们造了什么样的神?