Humanitext Reader

琉善 · 伪批评家 §22-26

亚该亚的恶名与舌头的法庭控诉

第 6 段,共 8 段 · 希腊语

内容简介

控诉人控诉被告的恶名已传遍亚该亚与以弗所,揭露其持续不断的无耻行径。接着,他将被告的“舌头”拟人化,想象舌头在法庭上起诉被告,抗议其日夜逼迫自己说谎及进行下流龌龊的性服务。

§22Ἀχαΐα μὲν γὰρ καὶ Ἰταλία πᾶσα ἐμπέπλησται τῶν σῶν ἔργων καὶ τῆς ἐπʼ αὐτοῖς δόξης· καὶ ὄναιό γε τῆς εὐκλείας.
因为亚该亚和整个意大利都充满了你的丑行以及因之而来的恶名;祝你尽情享用这“美名”!
ὥστε πρὸς τοὺς θαυμάζοντας ἔγωγε τὰ ἐν Ἐφέσῳ νῦν πραττόμενα ὑπὸ σοῦ ἐκεῖνο λέγω, ὅπερ ἀληθέστατον, ὡς οὐκ ἂν ἐθαύμαζον εἰ τὰ πρῶτά σου ᾔδεισαν.
因此,对于那些对你如今在以弗所的所作所为感到惊奇的人,我道出了最真实的话:如果他们知道你的过去,就不会感到惊奇了。
καίτοι καινὸν ἐνταῦθα καὶ τὸ πρὸς τὰς γυναῖκας προσέμαθες.
然而,你在这儿甚至还学会了针对女人的新勾当。
§23οὐ περὶ πόδα οὖν τῷ τοιούτῳ, εἰπέ μοι, ἀποφράδα ὀνομάζεσθαι;
那么,请告诉我,对这样的人来说,被称作“阿波芙拉斯(不祥之人)”,岂不是再合适不过了吗?
ἀλλὰ τί, πρὸς Διός, καὶ φιλῆσαι τῷ στόματι προσέτι ἀξιώσεις ἡμᾶς ἐπʼ ἐκείνοις τοῖς ἔργοις;
但是,凭着宙斯,在做了那些事之后,你难道还要强求我们接受你那张嘴的亲吻吗?
τοῦτο γοῦν τὸ ὑβριστότατον ποιεῖς, καὶ μάλιστα πρὸς οὓς ἥκιστα ἐχρῆν, καὶ τοὺς ὁμιλητάς, οἷς ἱκανὰ ἦν ἐκεῖνα μόνα τὰ κακὰ τοῦ σοῦ στόματος ἀπολαύειν, τὸ βάρβαρον τῶν ὀνομάτων, τὸ τραχὺ τῆς φωνῆς, τὸ ἄκριτον, τὸ ἄτακτον, τὸ πάντῃ ἄμουσον, καὶ τὰ τοιαῦτα· φιλῆσαι δέ σε ἐπὶ τούτοις μὴ γένοιτο, ὦ ἀλεξίκακε.
总之,你做出了这最无耻的事,而且尤其是针对那些最不该如此的人——你的同伴们,对他们来说,仅是承受你那张嘴里吐出的那些恶毒东西,即言语的野蛮、声音的粗鲁、语无伦次、毫无秩序、毫无教养以及诸如此类的东西,就已经足够受的了;而在这些之外还要让你亲吻,噢,驱邪之神啊,但愿绝无此事!
ἀσπίδα μᾶλλον ἢ ἔχιδναν φιλῆσαι ἄμεινον.
去亲吻蝰蛇或毒蛇还要好得多。
δῆγμα ἐκεῖ τὸ κινδύνευμα, καὶ ἄλγημα, καὶ ὁ ἰατρὸς εἰσκληθεὶς ἐπήμυνεν· ἀπὸ δὲ τοῦ σοῦ φιλήματος καὶ τοῦ ἰοῦ ἐκείνου τίς ἂν ἢ ἱεροῖς ἢ βωμοῖς προσέλθοι;
在那种情况下,危险不过是被咬一口,以及疼痛,而且请来医生就能得救;但若是由于你的亲吻和那毒液,谁还能接近圣仪或祭坛?
τίς δʼ ἂν θεὸς ἐπακούσειεν ἔτι εὐχομένου;
又有哪位神明还会听取祈祷者的诉求?
πόσων περιρραντηρίων, πόσων ποταμῶν δεῖ;
那需要多少涤罪之水,需要多少条大河啊!
§24καὶ τοιοῦτος αὐτὸς ὢν κατεγέλας τῶν ἄλλων ἐπʼ ὀνόμασι καὶ ῥήμασιν, ἔργα τοιαῦτα καὶ τηλικαῦτα ἐργαζόμενος.
而你自己是这样的人,却在犯下如此多且如此重大的丑行时,还因言词和字句而嘲笑他人。
καίτοι ἐγὼ μὲν ἀποφράδα μὴ εἰδὼς ᾐσχυνόμην ἂν μᾶλλον, οὐχ ὅπως εἰπὼν ἀρνηθείην ἄν· σὲ δὲ οὐδεὶς ᾐτιάσατο ἡμῶν βρωμολόγους λέγοντα καὶ τροπομάσθλητας καὶ ῥησιμετρεῖν καὶ ἀθηνιῶ καὶ ἀνθοκρατεῖν καὶ σφενδικίζειν καὶ χειροβλιμᾶσθαι.
然而,我若因不知道“阿波芙拉斯”这个词,反倒会感到更加羞愧,更不用说在说出它之后还要否认了;但我们中没有人因为你使用“布罗莫洛戈斯(食秽者)”、“托波马斯勒特斯(狡诈者)”、“雷西米特里斯(量词者)”、“阿特尼奥(假充雅典人)”、“安托克拉テイン(带花狂饮者)”、“斯潘迪基泽(奢靡放荡)”和“凯罗布里马斯泰(手淫者)”这些词而指责你。
κακὸν κακῶς σε ὁ λόγιος Ἑρμῆς ἐπιτρίψειεν αὐτοῖς λόγοις.
愿雄辩之神赫尔墨斯用这些词本身将你无情地毁灭!
ποῦ γὰρ ταῦτα τῶν βιβλίων εὑρίσκεις;
你究竟是在书里的什么地方找到这些词的?
ἐν γωνίᾳ που τάχα τῶν ἰαλέμων τινὸς ποιητῶν κατορωρυγμένα, εὐρῶτος καὶ ἀραχνίων μεστά, ἤ που ἐκ τῶν Φιλαινίδος Δέλτων, ἃς διὰ χειρὸς ἔχεις.
也许是埋在某些可悲诗人的作品角落里,塞满了霉菌和蜘蛛网;或者是从你总是随手携带的菲莱尼斯的书版中找来的。
σοῦ μέντοι καὶ τοῦ σοῦ στόματος ἄξια.
然而,这些词确实配得上你,配得上你那张嘴。
§25ἐπεὶ δὲ τοῦ στόματος ἐμνήσθην, τί φαίης ἄν, εἴ σε ἡ γλῶττα ἐς δικαστήριον προσκαλεσαμένη — θῶμεν γὰρ οὕτως — ἀδικήματος καὶ τὸ μετριώτατον ὕβρεως διώκοι, λέγουσα ἐγώ σε, ὦ ἀχάριστε, πένητα καὶ ἄπορον παραλαβοῦσα καὶ βίου δεόμενον, τὰ μὲν πρῶτα ἐν τοῖς θεάτροις εὐδοκιμεῖν ἐποίησα, νῦν μὲν Νίνον, νῦν δὲ Μητίοχον, εἶτα μετὰ μικρὸν Ἀχιλλέα τιθεῖσα· μετὰ ταῦτα δὲ παῖδας συλλαβίζειν διδάσκοντα μακρῷ χρόνῳ ἔβοσκον· ἤδη δὲ καὶ τοὺς ἀλλοτρίους τούτους λόγους ὑποκρινόμενον σοφιστὴν εἶναι δοκεῖν ἐποίησα καὶ τὴν μηδὲν προσήκουσαν δόξαν περιῆψα.
既然提到了你的嘴,那么,如果你的舌头把你传唤到法庭上——让我们姑且这样设想——以不法行为,或者至少是以“侮辱罪”起诉你,控诉道: “你这个忘恩负义的家伙,我接纳了当时贫穷、无助且生活困顿的你,起初让你在剧院里赢得声誉,让你时而扮演尼诺斯,时而扮演梅蒂奥科斯,不久后又扮演阿喀琉斯;在这些事之后,在长期的岁月里,我养活了那个教孩子们拼读字母的你;而现在,通过扮演这些属于他人的辞章,我让你看起来像个苏格拉底式的智者,并为你罩上了完全不属于你的名声。
τί τοίνυν τηλικοῦτο ἔχων ἐγκαλεῖν τοιαῦτά με διατίθης καὶ ἐπιτάττεις ἐπιτάγματα αἴσχιστα καὶ ὑπουργίας καταπτύστους;
那么,你究竟有什么如此重大的怨言,竟要这样对待我,并强加给我最耻辱的命令和令人唾弃的服侍?
οὐχ ἱκανά μοι τὰ ἐπὶ τῆς ἡμέρας ἔργα, ψεύδεσθαι καὶ ἐπιορκεῖν καὶ τοὺς τοσούτους ὕθλους καὶ λήρους διαντλεῖν, μᾶλλον δὲ τὸν βόρβορον τῶν λόγων ἐκείνων ἐμεῖν, ἀλλʼ οὐδὲ νυκτὸς τὴν κακοδαίμονα σχολὴν ἄγειν ἐᾷς, ἀλλὰ μόνη σοι πάντα ποιῶ καὶ πατοῦμαι καὶ μιαίνομαι, καὶ ἀντὶ γλώττης ὅσα καὶ χειρὶ χρῆσθαι διέγνωκας καὶ ὥσπερ ἀλλοτρίαν ὑβρίζεις καὶ ἐπικλύζεις τοσούτοις κακοῖς.
难道我白天的差事还不够吗——撒谎、作伪证,还要倾倒出那么多废话和荒唐话,或者更确切地说,呕吐出那些言语的泥淖? 甚至在夜里,你也不让我这个不幸的家伙享有闲暇,而是唯独让我为你做一切事,任由我被践踏和玷污;你甚至决意用我来代替手,去行那所有本该用手做的事,把我当作不属于你的东西一样蹂躏,用如此多的罪恶将我淹没。
λαλεῖν μοι ἔργον ἐστὶ μόνον, τὰ δὲ τοιαῦτα ποιεῖν καὶ πάσχειν ἄλλοις μέρεσι προστέτακται.
我的职责仅仅是说话,而做出和承受那些勾当,本是分配给其他部位的。
ὡς ὤφελε κἀμέ τις ὥσπερ τὴν τῆς Φιλομήλας ἐκτεμεῖν.
要是有人像剪掉菲洛美拉的舌头那样把我也剪掉该有多好!
μακαριώτεραι γοῦν μοι αἱ γλῶτται τῶν τὰ τέκνα κατεδηδοκότων.
那些吞食了自己孩子的人,他们的舌头在我看来反倒比我幸福得多。
§26πρὸς θεῶν, ἢν λέγῃ ταῦτα ἡ γλῶττα, ἰδίαν αὐτὴ φωνὴν λαβοῦσα καὶ τὸν πώγωνα συνήγορον ἐπικαλεσαμένη, τί ἂν ἀποκρίναιο αὐτῇ;
” 凭着神明,如果舌头获得了自己的声音,并召唤你的胡须作为辩护人,说出这些话,你又会如何回答她呢?
ἐκεῖνα δῆλον ὅτι ἃ καὶ πρὸς τὸν Γλαῦκον ἔναγχος εἴρηταί σοι ἐπὶ πεπραγμένῳ ἤδη τῷ ἔργῳ αἰτιώμενον, ὡς ἐπὶ τούτῳ ἔνδοξος ἐν βραχεῖ καὶ γνώριμος ἅπασι γεγένησαι, πόθεν ἂν οὕτω περιβόητος ἐπὶ τοῖς λόγοις γενόμενος;
显然是前不久格劳科斯因你已犯下的勾当而指责你时,你对他说的那些话:那就是,多亏了这一点,你在短期内变得名声大噪、人人皆知,否则,单凭言辞你又怎能如此声名远扬?
ἀγαπητὸν δὲ ὁπωσοῦν κλεινὸν καὶ ὀνομαστὸν εἶναι.
无论通过何种方式,名扬天下并为人所知总是件令人欣慰的事。
εἶτα καταριθμήσεις αὐτῇ τὰς πολλάς σου προσηγορίας, ὁπόσας κατὰ ἔθνη προσείληφας.
然后,你会向她一一列举你在各个族群中获得的诸多头衔。
ὃ καὶ θαυμάζω, ὅτι τὴν μὲν ἀποφράδα ἐδυσχέρανας ἀκούσας, ἐπʼ ἐκείνοις δὲ τοῖς ὀνόμασιν οὐκ ἠγανάκτεις,
这也是我感到惊奇的地方:你听到“阿波芙拉斯”时感到不快,却不对那些名字感到愤怒,

词汇与语法注释

  1. 22ὄναιό γε τῆς εὐκλείας — 动词 ὀνίνημι 的第二不定过去时中间介词希求法单数第二人称形式 ὄναιο,带极强的讽刺意味,表示反语式的愿望(“祝你享用这美名”)。
  2. 23οὐ περὶ πόδα — 介词短语构成的习语,字面意思是“围绕脚”(比喻如鞋合脚),意为“再合适不过、恰如其分”。与格 τῷ τοιούτῳ 表示适用对象,不定式短语 ἀποφράδα ὀνομάζεσθαι 作为主语。
  3. 25ὅσα καὶ χειρὶ χρῆσθαι διέγνωκας — 中性复数关系代词 ὅσα 作为不定式 χρῆσθαι 的宾语(指代通常用手来做的那些事情),意为“你决意像使用手一样,在一切事上使用我(舌头)”,暗示被告强迫舌头进行通常由手完成的性猥亵行为。
  4. 25ὡς ὤφελε κἀμέ τις ὥσπερ τὴν τῆς Φιλομήλας ἐκτεμεῖν — 使用 ὤφελον 的第三人称单数非人称形式 ὤφελε,后接不定式 ἐκτεμεῖν,表示过去无法实现的强烈愿望(“要是有人把我也像菲洛美拉那样剪掉该有多好”)。

引用这一段

琉善, 伪批评家 §22-26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg049.humanitext-grc2:22-26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。