§22Ἀχαΐα μὲν γὰρ καὶ Ἰταλία πᾶσα ἐμπέπλησται τῶν σῶν ἔργων καὶ τῆς ἐπʼ αὐτοῖς δόξης·
アカイアと全イタリアは君の仕業と、それに対する悪名で満ちている。
καὶ ὄναιό γε τῆς εὐκλείας.
そして、その「名声」をせいぜい享受するがよい。
ὥστε πρὸς τοὺς θαυμάζοντας ἔγωγε τὰ ἐν Ἐφέσῳ νῦν πραττόμενα ὑπὸ σοῦ ἐκεῖνο λέγω, ὅπερ ἀληθέστατον, ὡς οὐκ ἂν ἐθαύμαζον εἰ τὰ πρῶτά σου ᾔδεισαν.
だから、現在エフェソスで君が行っていることに驚いている人々に対して、私は極めて真実な次のことを言うのだ。 もし彼らが君の過去を知っていたなら、驚かなかっただろうに、と。
καίτοι καινὸν ἐνταῦθα καὶ τὸ πρὸς τὰς γυναῖκας προσέμαθες.
もっとも、君はそこでも、女性に対する新しい行いをも学び取ったのだが。
§23οὐ περὶ πόδα οὖν τῷ τοιούτῳ, εἰπέ μοι, ἀποφράδα ὀνομάζεσθαι;
それゆえ、そのような者にとって、「アポプラス(忌まわしき者)」と呼ばれることはおあつらえ向きではないか、言ってくれ。
ἀλλὰ τί, πρὸς Διός, καὶ φιλῆσαι τῷ στόματι προσέτι ἀξιώσεις ἡμᾶς ἐπʼ ἐκείνοις τοῖς ἔργοις;
だが、ゼウスにかけて、それらの仕業の後に、さらに君の口で私たちに口づけすることを要求するのか。
τοῦτο γοῦν τὸ ὑβριστότατον ποιεῖς, καὶ μάλιστα πρὸς οὓς ἥκιστα ἐχρῆν, καὶ τοὺς ὁμιλητάς, οἷς ἱκανὰ ἦν ἐκεῖνα μόνα τὰ κακὰ τοῦ σοῦ στόματος ἀπολαύειν, τὸ βάρβαρον τῶν ὀνομάτων, τὸ τραχὺ τῆς φωνῆς, τὸ ἄκριτον, τὸ ἄτακτον, τὸ πάντῃ ἄμουσον, καὶ τὰ τοιαῦτα·
とにかく、君はこの最も不遜なことを行っており、しかもそれを行うべきではない最たる人々、すなわち君の仲間に対してそうしている。 彼らにとっては、君の口から出るあの不快なもの、すなわち言葉の野蛮さ、声の粗野さ、無分別、無秩序、全く教養のないこと、その他同様のもの、これらだけを被るだけでも十分であったというのに。
φιλῆσαι δέ σε ἐπὶ τούτοις μὴ γένοιτο, ὦ ἀλεξίκακε.
その上に君が口づけするなど、とんでもないことだ、災い除けの神よ。
ἀσπίδα μᾶλλον ἢ ἔχιδναν φιλῆσαι ἄμεινον.
クサリヘビやコブラに口づけする方がまだましだ。
δῆγμα ἐκεῖ τὸ κινδύνευμα, καὶ ἄλγημα, καὶ ὁ ἰατρὸς εἰσκληθεὶς ἐπήμυνεν·
あちらの場合は、危険なのは噛まれることだけであり、痛みはあるが、医者が呼ばれれば救ってくれる。
ἀπὸ δὲ τοῦ σοῦ φιλήματος καὶ τοῦ ἰοῦ ἐκείνου τίς ἂν ἢ ἱεροῖς ἢ βωμοῖς προσέλθοι;
だが、君の口づけとあの毒から、誰が神聖な儀式や祭壇に近づけようか。
τίς δʼ ἂν θεὸς ἐπακούσειεν ἔτι εὐχομένου;
どの神が、まだ祈っている者の声に耳を傾けてくれようか。
πόσων περιρραντηρίων, πόσων ποταμῶν δεῖ;
どれほど多くの清めの水、どれほど多くの川が必要となることか。
§24καὶ τοιοῦτος αὐτὸς ὢν κατεγέλας τῶν ἄλλων ἐπʼ ὀνόμασι καὶ ῥήμασιν, ἔργα τοιαῦτα καὶ τηλικαῦτα ἐργαζόμενος.
そして、君自身がそのような者でありながら、そのような、またそれほど重大な行為を行いながら、言葉や言い回しについて他人をあざ笑っていたのだ。
καίτοι ἐγὼ μὲν ἀποφράδα μὴ εἰδὼς ᾐσχυνόμην ἂν μᾶλλον, οὐχ ὅπως εἰπὼν ἀρνηθείην ἄν·
もっとも、私なら「アポプラス」という言葉を知らなかったなら、それを恥じたであろう。 ましてや、それを言った後で否定することなどない。
σὲ δὲ οὐδεὶς ᾐτιάσατο ἡμῶν βρωμολόγους λέγοντα καὶ τροπομάσθλητας καὶ ῥησιμετρεῖν καὶ ἀθηνιῶ καὶ ἀνθοκρατεῖν καὶ σφενδικίζειν καὶ χειροβλιμᾶσθαι.
だが、我々のうち誰も、君が「ブロモロゴス」だの「トロポマストレーテース」だの「レーシメトレイン」だの「アテーニオー」だの「アントクラテイン」だの「スペンディキゼイン」だの「ケイロブリマースタイ」だのの言葉を使うことを非難しはしなかった。
κακὸν κακῶς σε ὁ λόγιος Ἑρμῆς ἐπιτρίψειεν αὐτοῖς λόγοις.
雄弁の神ヘルメスが、君をそれらの言葉もろとも、無残に破滅させますように。
ποῦ γὰρ ταῦτα τῶν βιβλίων εὑρίσκεις;
いったい本の中のどこで君はこれらの言葉を見つけるのか。
ἐν γωνίᾳ που τάχα τῶν ἰαλέμων τινὸς ποιητῶν κατορωρυγμένα, εὐρῶτος καὶ ἀραχνίων μεστά, ἤ που ἐκ τῶν Φιλαινίδος Δέλτων, ἃς διὰ χειρὸς ἔχεις.
おそらく、哀悼歌を作る下手な詩人の誰かのどこか片隅に埋もれ、カビと蜘蛛の巣にまみれているか、あるいは、君がいつも手元に置いているフィライニスの書版から見つけているのだろう。
σοῦ μέντοι καὶ τοῦ σοῦ στόματος ἄξια.
だが、それらは君に、そして君の口にまさにふさわしい。
§25ἐπεὶ δὲ τοῦ στόματος ἐμνήσθην, τί φαίης ἄν, εἴ σε ἡ γλῶττα ἐς δικαστήριον προσκαλεσαμένη — θῶμεν γὰρ οὕτως — ἀδικήματος καὶ τὸ μετριώτατον ὕβρεως διώκοι, λέγουσα
ἐγώ σε, ὦ ἀχάριστε, πένητα καὶ ἄπορον παραλαβοῦσα καὶ βίου δεόμενον, τὰ μὲν πρῶτα ἐν τοῖς θεάτροις εὐδοκιμεῖν ἐποίησα, νῦν μὲν Νίνον, νῦν δὲ Μητίοχον, εἶτα μετὰ μικρὸν Ἀχιλλέα τιθεῖσα·
口のことに言及したのだから、もし君の舌が君を法廷に呼び出し――仮にそう想定してみよう――不法行為、いや最も控えめに言っても「侮辱」の罪で告訴して、こう言ったとしたら、君は何と答えるか。 「恩知らずな男よ、私は、貧しく、手段もなく、生活に困窮していたお前を引き取り、最初は劇場で評判を得るようにしてやった。 ある時はニノス、ある時はメティオコス、そしてその少し後にはアキレウスを演じさせながら。
μετὰ ταῦτα δὲ παῖδας συλλαβίζειν διδάσκοντα μακρῷ χρόνῳ ἔβοσκον·
その後、長い間、子供たちに綴りを教えるお前を養ってやった。
ἤδη δὲ καὶ τοὺς ἀλλοτρίους τούτους λόγους ὑποκρινόμενον σοφιστὴν εἶναι δοκεῖν ἐποίησα καὶ τὴν μηδὲν προσήκουσαν δόξαν περιῆψα.
そして今や、他人の書いたこれらの言葉を演じることで、お前がソフィストであると思われるようにし、お前には全く不相応な名声をまとわせてやった。
τί τοίνυν τηλικοῦτο ἔχων ἐγκαλεῖν τοιαῦτά με διατίθης καὶ ἐπιτάττεις ἐπιτάγματα αἴσχιστα καὶ ὑπουργίας καταπτύστους;
それなのに、どのようなそれほど大きな不満があって、お前は私をこのように扱い、この上なく不名誉な命令を下し、忌まわしい奉仕を命じるのか。
οὐχ ἱκανά μοι τὰ ἐπὶ τῆς ἡμέρας ἔργα, ψεύδεσθαι καὶ ἐπιορκεῖν καὶ τοὺς τοσούτους ὕθλους καὶ λήρους διαντλεῖν, μᾶλλον δὲ τὸν βόρβορον τῶν λόγων ἐκείνων ἐμεῖν, ἀλλʼ οὐδὲ νυκτὸς τὴν κακοδαίμονα σχολὴν ἄγειν ἐᾷς, ἀλλὰ μόνη σοι πάντα ποιῶ καὶ πατοῦμαι καὶ μιαίνομαι, καὶ ἀντὶ γλώττης ὅσα καὶ χειρὶ χρῆσθαι διέγνωκας καὶ ὥσπερ ἀλλοτρίαν ὑβρίζεις καὶ ἐπικλύζεις τοσούτοις κακοῖς.
私にとって、昼間の仕事、すなわち嘘をつき、偽誓をし、あれほど多くのたわ言や無駄話を汲み出し、いや、むしろあの言葉の泥を吐き出すことだけでは足りないというのか。 そればかりか、夜になっても、この哀れな私に休息を取らせてくれず、私一人でお前のためにすべてを行い、蹂躙され、汚される。 そしてお前は、舌の代わりに、手で行うべきあらゆることを私に行わせることを決意し、まるで他人のものであるかのように私を辱め、これほど多くの害悪で水浸しにする。
λαλεῖν μοι ἔργον ἐστὶ μόνον, τὰ δὲ τοιαῦτα ποιεῖν καὶ πάσχειν ἄλλοις μέρεσι προστέτακται.
私の役目は話すことだけであり、そのようなことを行ったり被ったりすることは、他の部位に割り当てられているのだ。
ὡς ὤφελε κἀμέ τις ὥσπερ τὴν τῆς Φιλομήλας ἐκτεμεῖν.
ああ、誰かが私をも、あのフィロメーラーの舌のように切り取ってくれたらよかったのに。
μακαριώτεραι γοῦν μοι αἱ γλῶτται τῶν τὰ τέκνα κατεδηδοκότων. §26πρὸς θεῶν, ἢν λέγῃ ταῦτα ἡ γλῶττα, ἰδίαν αὐτὴ φωνὴν λαβοῦσα καὶ τὸν πώγωνα συνήγορον ἐπικαλεσαμένη, τί ἂν ἀποκρίναιο αὐτῇ;
我が子を食らった者たちの舌の方が、私にとってはるかに幸福である」神々の名にかけて、もし舌が自らの声を得て、さらに顎髭を弁護人として呼び出しつつ、これらのことを言うならば、君は彼女に何と答えるだろうか。
ἐκεῖνα δῆλον ὅτι ἃ καὶ πρὸς τὸν Γλαῦκον ἔναγχος εἴρηταί σοι ἐπὶ πεπραγμένῳ ἤδη τῷ ἔργῳ αἰτιώμενον, ὡς ἐπὶ τούτῳ ἔνδοξος ἐν βραχεῖ καὶ γνώριμος ἅπασι γεγένησαι, πόθεν ἂν οὕτω περιβόητος ἐπὶ τοῖς λόγοις γενόμενος; ἀγαπητὸν δὲ ὁπωσοῦν κλεινὸν καὶ ὀνομαστὸν εἶναι.
明らかに、先日グラウコスが君の行った行為について君を非難したときに、君が彼に対して言ったあの言葉だろう。 すなわち、そのおかげで君は短期間で有名になり、すべての人に知られるようになった、そうでなければ、言葉だけでどうしてこれほど噂の的になれただろうか、いかなる方法であれ、名高く高名になることは喜ばしいことだ、と。
εἶτα καταριθμήσεις αὐτῇ τὰς πολλάς σου προσηγορίας, ὁπόσας κατὰ ἔθνη προσείληφας.
その後、君は彼女に、様々な国々で君が得た多くの呼び名を数え上げるだろう。
ὃ καὶ θαυμάζω, ὅτι τὴν μὲν ἀποφράδα ἐδυσχέρανας ἀκούσας, ἐπʼ ἐκείνοις δὲ τοῖς ὀνόμασιν οὐκ ἠγανάκτεις,
私が不思議に思うのは、君が『アポプラス』と聞いては不快に思ったのに、それらの呼び名に対しては憤慨しなかったことだ。