§27ἐν Συρίᾳ μὲν Ῥοδοδάφνη κληθείς, ἐφʼ ᾧ δέ, νὴ τὴν Ἀθηνᾶν, αἰσχύνομαι διηγεῖσθαι, ὥστε τό γε ἐπʼ ἐμοὶ ἀσαφὲς ἔτι ἔστω·
在叙利亚,你被称为“罗多达芙妮”——至于原因,凭着雅典娜,我羞于言表,所以就我而言,还是让它保持模糊吧。
ἐν Παλαιστίνῃ δὲ Φραγμός, ἐς τὰς ἀκάνθας τοῦ πώγωνος, οἶμαι, ὅτι ἔνυττε μεταξύ· ἔτι γὰρ ἔξυρες αὐτόν·
在巴勒斯坦,你被称为“普拉格莫斯”,我想这是因为你的胡须刺在行为的中途扎到了对方,因为当时你还在刮胡子。
ἐν Αἰγύπτῳ δὲ Συνάγχη, πρόδηλον τοῦτο·
在埃及,你被称为“舒南凯”,这显而易见。
μικροῦ γοῦν φασιν ἀποπνιγῆναί σε ναύτῃ τινὶ τῶν τριαρμένων ἐντυχόντα, ὃς ἐμπεσὼν ἀπέφραξέ σοι τὸ στόμα.
因为人们说你遇到一个三卡桨船的水手时,他扑过来堵住了你的嘴,你差点被憋死。
Ἀθηναῖοι μὲν γὰρ βέλτιστοι αἰνιγματῶδες οὐδέν, ἀλλὰ γράμματος ἑνὸς προσθήκῃ τιμήσαντές σε Ἀτίμαρχον ὠνόμαζον· ἔδει γὰρ κἀκείνου τι περιττότερον προσεῖναί σοι.
而雅典人则最为和善,毫无隐晦,只是通过增加一个字母来尊称你,叫你“阿提马科斯”;因为你必须拥有比那个人更过分的东西。
ἐν Ἰταλίᾳ δέ, βαβαί, ἡρωϊκὸν ἐκεῖνο ἐπεκλήθης, ὁ Κύκλωψ, ἐπειδή ποτε καὶ πρὸς ἀρχαίαν διασκευὴν παρʼ αὐτὰ τὰ τοῦ Ὁμήρου ῥαψῳδῆσαι καὶ σὺ τὴν αἰσχρουργίαν ἐπεθύμησας.
在意大利——天哪! —— 你被冠以那个英雄般的绰号,“独眼巨人”,因为你曾渴望根据古老的排场,模仿荷马的诗句来朗诵你的淫行。
καὶ αὐτὸς μὲν ἔκεισο μεθύων ἤδη, κισσύβιον ἔχων ἐν τῇ χειρί, βινητιῶν Πολύφημος, νεανίας δὲ ὑπόμισθος ὀρθὸν ἔχων τὸν μοχλὸν εὖ μάλα ἠκονημένον ἐπὶ σὲ Ὀδυσσεύς τις ἐπῄει ὡς ἐκκόψων τὸν ὀφθαλμόν· "
κἀκείνου μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
αἰχμὴ δʼ ἐξεσύθη παρὰ νείατον ἀνθερεῶνα.
你自己已经喝醉了躺在那里,手里拿着木杯,成了一个欲火中烧的波吕斐摩斯,而一个雇来的青年,拿着一根削得很尖的直立木棒,像奥德修斯一样向你走来,要挖出你的眼睛: “他失手了,长枪从他身边擦过,枪尖从下巴最底处穿出。
"
(καὶ γὰρ οὐδὲν ἄτοπον ὑπὲρ σοῦ λέγοντα ψυχρολογεῖν.
” (因为替你说话的人使用冷僻的辞藻,也完全不足为奇。
) σὺ δὲ ὁ Κύκλωψ, ἀναπετάσας τὸ στόμα καὶ ὡς ἔνι πλατύτατον κεχηνώς, ἠνείχου τυφλούμενος ὑπʼ αὐτοῦ τὴν γνάθον, μᾶλλον δὲ ὥσπερ ἡ Χάρυβδις αὐτοῖς ναύταις καὶ πηδαλίοις καὶ ἱστίοις ὅλον ζητῶν καταπιεῖν τὸν Οὖτιν.
)而你,这个独眼巨人,大张着嘴,尽可能地横向张开,忍受着被他弄瞎下颌,或者更确切地说,就像卡律布狄斯一样,试图连同水手、舵和帆一起,把“奥提斯”整个吞下去。
καὶ ταῦτα ἑώρων καὶ ἄλλοι παρόντες.
在场的其他人也都看到了这些。
εἶτά σοι ἐς τὴν ὑστεραίαν μία ἦν ἀπολογία ἡ μέθη καὶ ἐς τὸν ἄκρατον ἀνέφευγες.
第二天,你唯一的辩解就是喝醉了,把责任推给未兑水的烈酒。
§28τοιούτοις δὴ καὶ τοσούτοις ὀνόμασι πλουτῶν αἰσχύνῃ τὴν ἀποφράδα;
富有如此多且这样的名号,你还为“阿波芙拉斯”感到羞耻吗?
πρὸς θεῶν εἰπέ μοι, τί πάσχεις ἐπειδὰν κἀκεῖνα λέγωσιν οἱ πολλοί, λεσβιάζειν σε καὶ φοινικίζειν;
凭着神明告诉我,当大众说你的其他勾当,说你行“莱斯博斯行为”和“腓尼基行为”时,你有什么感觉?
ἆρα καὶ ταῦτα ὥσπερ τὴν ἀποφράδα ἀγνοεῖς καὶ οἴει τάχα που ἐπαινεῖσθαι πρὸς αὐτῶν;
难道你像对待“阿波芙拉斯”一样,也对这些一无所知,甚至以为他们是在赞美你吗?
ἢ ταῦτα μὲν διὰ τὸ σύντροφον οἶσθα, τὴν ἀποφράδα δὲ ὡς ἀγνῶτα μόνην ἀτιμάζεις καὶ ἀποκλείεις τοῦ καταλόγου τῶν ὀνομάτων;
还是说,因为这些是你所熟悉的,所以你知道,而唯独把“阿波芙拉斯”当作未知的词予以蔑视,并将其从你的名字列表中排除出去?
τοιγαροῦν οὐ μεμπτὰς ἡμῖν τίνεις τὰς δίκας, ἀλλὰ μέχρι καὶ τῆς γυναικωνίτιδος περιβόητος εἶ.
因此,你向我们支付的惩罚并非不值,你的恶名甚至传到了妇女的闺房。
πρῴην γοῦν ἐπειδή τινα γάμον ἐν Κυζίκῳ μνᾶσθαι ἐτόλμησας, εὖ μάλα ἐκπεπυσμένη πάντα ἡ βελτίστη ἐκείνη γυνή,
οὐκ ἂν προσείμην,
ἔφη,
ἄνδρα καὶ αὐτὸν ἀνδρὸς δεόμενον.
最近,当你胆敢在基齐库斯求婚时,那位非常贤惠的妇人查明了一切,说道:“我绝不接受一个自己还需要男人的男人作为丈夫。
§29εἶτα ἐν τοιούτοις ὄντι σοι ὀνομάτων μέλει καὶ γελᾷς καὶ τῶν ἄλλων καταπτύεις, εἰκότως·
” 那么,处于这种状态的你,居然还关心词汇,嘲笑并唾弃他人?
οὐ γὰρ ἂν ἅπαντες ὅμοιά σοι λέγειν δυναίμεθα.
理所当然,因为我们不可能都像你一样说话。
πόθεν;
怎么可能呢?
τίς οὕτως ἐν λόγοις μεγαλότολμος, ὡς ἐπὶ μὲν τοὺς τρεῖς μοιχοὺς ἀντὶ ξίφους τρίαιναν αἰτεῖν;
谁在言词上如此胆大妄为,以至于针对三个通奸者,不求利剑而求三叉戟?
τὸν δὲ Θεόπομπον ἐπὶ τῷ Τρικαράνῳ κρίνοντα φάναι τριγλώχινι λόγῳ καθῃρηκέναι αὐτὸν τὰς προὐχούσας πόλεις;
或者在评价提奥波姆波斯的《三头怪》时,说他用“三叉言论”摧毁了那些杰出的城市?
καὶ πάλιν, ἐκτριαινῶσαι αὐτὸν τὴν Ἑλλάδα καὶ εἶναι Κέρβερον ἐν τοῖς λόγοις;
又或者说,他用三叉戟“粉碎”了希腊,在言论中是个“刻耳柏洛斯”?
πρῴην γὰρ καὶ λύχνον ἅψας ἐζήτεις ἀδελφόν τινα, οἶμαι, ἀπολωλότα· καὶ ἄλλα μυρία, ὧν οὐδὲ μεμνῆσθαι ἄξιον, ἢ μόνου ἐκείνου, ὅπερ οἱ ἀκούσαντες ἀπεμνημόνευον.
最近,你点着灯寻找,我想,是寻找某个丢失的兄弟吧;还有其他无数不值一提的事情,除了听者记住的这一件。
πλούσιός τις, οἶμαι, καὶ δύο πένητες ἦσαν ἐχθροί· εἶτα μεταξὺ περὶ τοῦ πλουσίου λέγων,
ἀπέκτεινεν,
ἔφης,
θάτερον τῶν πενήτων.
我想,有一个富人和两个穷人是仇敌;接着在谈到那个富人时,你说:“他杀死了穷人们中的‘另一个’。
γελασάντων δέ, ὡς τὸ εἰκός, τῶν παρόντων, ἐπανορθούμενος δὴ σὺ καὶ ἀνατιθέμενος τὸ διημαρτημένον,
οὐ μὲν οὖν,
ἔφης,
ἀλλὰ ἅτερον αὐτῶν ἀπέκτεινεν.
”在座的人自然哄堂大笑,你为了纠正自己并收回这个错误,说道:“不,不是那样,而是杀死了他们中的‘一个’。
ἐῶ τὰ ἀρχαῖα, τὸ τριῶν μηνοῖν καὶ τὸ ἀνηνεμία καὶ τὸ πέταμαι καὶ ἐκχύνειν καὶ ὅσα ἄλλα καλὰ τοῖς σοῖς λόγοις ἐπανθεῖ.
”我略去那些古老的话,比如“三个月”和“无风”以及“飞”和“倾倒”,以及其他所有盛开在你言论中的华丽词藻。