§18ἀλλʼ οὐχὶ σὺ τοιοῦτος;
但是难道你不是这样的人吗?
οὐκ ἂν ἔξαρνος γένοιο, εἰ ἐγὼ τὴν ἀνδρείαν οἶδα τὴν σήν, ὅς γε καὶ μέγα φρονεῖν ἐπὶ τούτῳ μοι δοκεῖς, ὅτι μὴ ἀπόλλυταί σοι ἡ δόξα τῶν ἔργων, ἀλλὰ πᾶσι δῆλος εἶ καὶ περιβόητος.
如果你那厚颜无耻的性格我还算了解的话,你绝不会否认这一点,因为在我看来,你甚至以此为荣,那就是你的那些勾当所带来的恶名并没有丧失,反而昭然若揭,人人皆知。
εἰ δὲ καὶ ὁμόσε χωρήσειας καὶ ἀρνήσαιο μὴ τοιοῦτος εἶναι, τίσι πιστὰ ἐρεῖς;
但即使你迎头走来,极力否认自己是这样的人,你又能对谁说出令人信服的话呢?
τοῖς πολίταις τοῖς σοῖς (ἐκεῖθεν γὰρ ἄρχεσθαι δίκαιον);
是对你的同胞市民吗(因为从他们开始才是合情合理的)?
ἀλλὰ ἴσασιν ἐκεῖνοι τὰς πρώτας σου τροφάς, καὶ ὡς παραδοὺς σεαυτὸν τῷ ὀλέθρῳ ἐκείνῳ στρατιώτῃ συμπεριεφθείρου πάντα ὑπηρετῶν, ἄχρι δή σε, τὸ τοῦ λόγου τοῦτο, ῥάκος πολυσχιδὲς ἐργασάμενος ἐξέωσεν.
但他们知道你最初的成长经历,知道你如何委身于那个毁灭性的士兵,在万事上顺从他,与他一同堕落,直到——正如俗话所说——他把你折腾得像一根破烂的碎布条,然后把你一脚踢开。
§19κἀκεῖνα μέμνηνται, ὡς τὸ εἰκός, ἃ πρὸς τὸ θέατρον ἐνεανιεύου, τοῖς ὀρχησταῖς ὑποκρινόμενος καὶ συνταγματάρχης ἀξιῶν εἶναι.
而且他们当然也记得你在剧院里干过的那些荒唐事,当时你随舞者起舞,还自命为引路人。
οὐδεὶς γοῦν πρὸ σοῦ ἂν εἰσῆλθεν εἰς τὸ θέατρον οὐδʼ ἂν ἐμήνυσεν ὅ τι τοὔνομα τῷ δράματι, ἀλλὰ σὺ κοσμίως πάνυ, χρυσᾶς ἐμβάδας ἔχων καὶ ἐσθῆτα τυραννικήν, προεισεπέμπου εὐμένειαν αἰτήσων παρὰ τοῦ θεάτρου, στεφάνους κομίζων καὶ κρότῳ ἀπιών, ἤδη τιμώμενος πρὸς αὐτῶν.
总之,在你之前绝无一人会进入剧院,也无一人会通报剧目的名字;相反,你却装得极为端庄,穿着金色半靴,披着王者的华服,提前入场向观众乞求好意,手持花冠,在掌声中退场,早已受到他们的追捧。
ἀλλὰ νῦν ῥήτωρ καὶ σοφιστής·
然而现在你却成了修辞学家和苏格拉底式的智者!
καὶ διὰ τοῦτο ἢν πύθωνταί ποτε τὰ τοιαῦτα ὑπὲρ σοῦ ἐκεῖνοι, τοῦτο δὴ τὸ ἐκ τῆς τραγῳδίας,
δύο μὲν ἡλίους ὁρᾶν
δοκοῦσι,
δισσὰς δὲ Θήβας
καὶ πρόχειρον ἅπασιν εὐθὺς τὸ
ἐκεῖνος ὁ τότε, καὶ μετʼ ἐκεῖνα;
因此,如果那些人何时听到关于你的这些传闻,他们便会觉得——正如悲剧中的那句台词: “仿佛看到了两个太阳,以及双重的底比斯” 并且所有人立刻就会脱口而出那句:“那时的那个家伙,在那些事之后,现在竟成了这样?
τοιγάρτοι καὶ αὐτὸς εὖ ποιῶν οὐκ ἐπιβαίνεις τὸ παράπαν οὐδʼ ἐπιχωριάζεις αὐτοῖς, ἀλλὰ φεύγεις ἑκὼν πατρίδα οὔτε χεῖμα κακὴν οὔτε θέρει ἀργαλέαν, ἀλλὰ καλλίστην καὶ μεγίστην τῶν ἐν Φοινίκῃ ἁπασῶν·
”因此,你自己也聪明地绝不涉足他们的土地,也不去拜访他们,而是自愿逃离那既不冬寒也不夏苦,反而是整个腓尼基最美丽且最宏大的祖国。
τὸ γὰρ ἐλέγχεσθαι καὶ τοῖς εἰδόσι καὶ μεμνημένοις τῶν πάλαι ἐκείνων συνεῖναι βρόχος ὡς ἀληθῶς ἔστι σοι.
因为被揭穿底细,并与那些知道且记得你当年旧事的人共处,对你来说确实是一条勒紧脖子的绳索。
καίτοι τί ταῦτα ληρῶ;
然而,我为什么要唠叨这些废话呢?
τίνα γὰρ ἂν αἰδεσθείης σύ;
你还会敬畏谁呢?
τί δʼ ἂν αἰσχρὸν ἡγήσαιο τῶν ὑστάτων;
在最下流的事情中,你还会觉得什么可耻呢?
πυνθάνομαι δὲ καὶ κτήματα εἶναί σοι μεγάλα παρʼ αὐτοῖς, τὸ δύστηνον ἐκεῖνο πυργίον, ὡς τὸν τοῦ Σινωπέως πίθον τὴν Διὸς αὐλὴν εἶναι πρὸς αὐτό.
而且我听说你在他们那里还有巨大的产业——就是那个可怜的小塔楼,与之相比,锡诺普人的木桶简直就像是宙斯的宫殿。
τοὺς μὲν δὴ πολίτας οὐδαμῆ οὐδαμῶς ἂν μεταπείσειας μὴ οὐχὶ τῶν ἁπάντων βδελυρώτατόν σε ἡγεῖσθαι, ὄνειδος κοινὸν ἁπάσῃ τῇ πόλει·
总之,你绝对无法通过任何方式说服你的同胞市民,使他们不把你视为所有人中最令人作呕的家伙、整个城市共同的耻辱。
§20τάχα δʼ ἂν τοὺς ἄλλους τοὺς ἐν τῇ Συρίᾳ προσλάβοις ὁμοψήφους, εἰ λέγοις μηδὲν πονηρὸν μηδὲ ἐπαίτιον βεβιῶσθαί σοι.
也许你会争取到叙利亚其他人的支持,如果你对他们说,你的一生没有度过任何邪恶或应受谴责的生活。
Ἡράκλεις, ἡ μὲν Ἀντιόχεια καὶ τοὖργον αὐτὸ εἶδεν, ὅτε τὸν Ταρσόθεν ἥκοντα ἐκεῖνον νεανίσκον ἀπαγαγών — ἀλλὰ καὶ ἀναδέρειν αὐτὰ αἰσχρὸν ἴσως ἐμοί.
凭着赫拉克勒斯! 安提阿城本身就亲眼目睹了那桩勾当,当时你把那个从塔尔苏斯来的青年带走——然而,把这些事彻底剥开暴露,对我来说也许也是可耻的。
πλὴν ἀλλὰ ἴσασίν γε καὶ μέμνηνται οἱ τότε ὑμῖν ἐπιστάντες καὶ σὲ μὲν ἐς γόνυ συγκαθήμενον ἰδόντες, ἐκεῖνον δὲ οἶσθα ὅ τι καὶ ποιοῦντα, εἰ μὴ παντάπασιν ἐπιλήσμων τις εἶ.
但是,当时当场抓住你们、看到你跪倒在膝上,而他——除非你完全是个健忘的人,否则你自己清楚他在干什么——的那些人,他们是知道且记得的。
§21ἀλλʼ οἱ ἐν Αἰγύπτῳ ἴσως ἀγνοοῦσί σε, οἱ μετὰ τοὺς ἐν Συρίᾳ θαυμαστοὺς ἄθλους ἐκείνους ὑποδεξάμενοι φεύγοντα ἐφʼ οἷς εἶπον, ὑπὸ τῶν ἱματιοκαπήλων διωκόμενον, παρʼ ὧν ἐσθῆτας πολυτελεῖς πριάμενος ἐφόδια εἶχες.
但也许埃及的人不了解你。 他们在叙利亚的那些奇特“伟绩”之后,接纳了因我所说的事情而逃亡的你,当时你正被成衣商们追捕,你曾从他们那里买下昂贵的衣服作为旅费。
ἀλλʼ οὐκ ἐλάττω σοι ἡ Ἀλεξάνδρεια σύνοιδεν, οὐδὲ μὰ Δίʼ ἐχρῆν δευτέραν τῆς Ἀντιοχείας κεκρίσθαι αὐτήν, ἀλλʼ ἥ τε ἀκολασία γυμνοτέρα καὶ ἡ αἰσχρουργία σοι ἐκεῖ ἐπιμανεστέρα καὶ τοὔνομα ἐπὶ τούτοις μεῖζον καὶ ἐπὶ πᾶσιν ἀκάλυπτος ἡ κεφαλή.
然而,亚历山大城对你的了解绝不比这少,凭着宙斯,它绝不该被评判为次于安提阿。 相反,你在那里的放荡更加赤裸,你的无耻行径更加疯狂,你在这些事上的恶名更加昭著,而且在一切事上你都厚颜无耻(不蒙其头)。
εἷς μόνος ἂν ἐπίστευσέ σοι ἐξάρνῳ γινομένῳ μηδὲν τοιοῦτο εἰργάσθαι καὶ βοηθὸς ἂν κατέστη, ὁ τελευταῖος μισθοδότης, ἀνὴρ ἐν τοῖς ἀρίστοις Ῥωμαίων.
唯独有一人会在你否认时相信你没有做过任何此类事情,并会成为你的保护者——你最后的雇主,罗马人中出类拔萃的人物。
τοὔνομα δὲ αὐτὸ δώσεις ἀποσιωπῆσαί μοι, καὶ ταῦτα πρὸς πάντας εἰδότας ὃν λέγω.
但请允许我对他的名字保持沉默,更何况在座的所有人都知道我说的是谁。
ἐκεῖνος τοίνυν τὰ μὲν ἄλλα ὁπόσα ἔτλη ἐν τῇ συνουσίᾳ τολμηθέντα ὑπὸ σοῦ, τί χρὴ λέγειν;
至于他在与你交往期间,所忍受的、由你肆意妄为的那些其他事情,又何必多言呢?
ἀλλʼ ἡνίκα σε κατέλαβε τοῦ μειρακίου τοῦ οἰνοχόου τοῦ Οἰνοπίωνος ἐν γόνασι κείμενον, τί οἴει;
然而,当他撞见你躺在那个倒酒的青年俄诺皮翁的膝头时,你以为如何?
ἐπίστευσεν ἄν σοι μὴ εἶναι τοιοῦτον, αὐτὸ ὁρῶν τὸ ἔργον;
亲眼目睹了那场勾当,他还会相信你不是那样的人吗?
οὔκ, εἴ γε μὴ παντάπασιν τυφλὸς ἦν.
绝不会,除非他是个完全的瞎子。
ἀλλὰ ἐδήλωσεν τὴν γνώμην αὐτίκα ἐξελάσας τῆς οἰκίας καὶ καθάρσιόν γε, ὥς φασι, περιενεγκὼν ἐπὶ τῇ σῇ ἐξόδῳ.
但他立刻通过把你赶出家门表明了他的态度,而且正如人们所说,在你离开后,他在屋里举行了驱邪清扫仪式。