← ルキアノス

偽批評家

§22-26

アカイアでの悪名と舌による被告への訴え

告発者は、被告の悪名がアカイアやエフェソスにまで広まり、その卑劣な行いが続いていることを告発する。さらに、被告の「舌」を擬人化し、昼夜を問わず偽りや不名誉な奉仕を強制され、蹂躙されているとして法廷で告訴する様子を描き出す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§22

Ἀχαΐα μὲν γὰρ καὶ Ἰταλία πᾶσα ἐμπέπλησται τῶν σῶν ἔργων καὶ τῆς ἐπʼ αὐτοῖς δόξης· καὶ ὄναιό γε τῆς εὐκλείας.1 ὥστε πρὸς τοὺς θαυμάζοντας ἔγωγε τὰ ἐν Ἐφέσῳ νῦν πραττόμενα ὑπὸ σοῦ ἐκεῖνο λέγω, ὅπερ ἀληθέστατον, ὡς οὐκ ἂν ἐθαύμαζον εἰ τὰ πρῶτά σου ᾔδεισαν. καίτοι καινὸν ἐνταῦθα καὶ τὸ πρὸς τὰς γυναῖκας προσέμαθες.

アカイアと全イタリアは君の仕業と、それに対する悪名で満ちている。そして、その「名声」をせいぜい享受するがよい。だから、現在エフェソスで君が行っていることに驚いている人々に対して、私は極めて真実な次のことを言うのだ。もし彼らが君の過去を知っていたなら、驚かなかっただろうに、と。もっとも、君はそこでも、女性に対する新しい行いをも学び取ったのだが。

§23

οὐ περὶ πόδα2 οὖν τῷ τοιούτῳ, εἰπέ μοι, ἀποφράδα ὀνομάζεσθαι; ἀλλὰ τί, πρὸς Διός, καὶ φιλῆσαι τῷ στόματι προσέτι ἀξιώσεις ἡμᾶς ἐπʼ ἐκείνοις τοῖς ἔργοις; τοῦτο γοῦν τὸ ὑβριστότατον ποιεῖς, καὶ μάλιστα πρὸς οὓς ἥκιστα ἐχρῆν, καὶ τοὺς ὁμιλητάς, οἷς ἱκανὰ ἦν ἐκεῖνα μόνα τὰ κακὰ τοῦ σοῦ στόματος ἀπολαύειν, τὸ βάρβαρον τῶν ὀνομάτων, τὸ τραχὺ τῆς φωνῆς, τὸ ἄκριτον, τὸ ἄτακτον, τὸ πάντῃ ἄμουσον, καὶ τὰ τοιαῦτα· φιλῆσαι δέ σε ἐπὶ τούτοις μὴ γένοιτο, ὦ ἀλεξίκακε. ἀσπίδα μᾶλλον ἢ ἔχιδναν φιλῆσαι ἄμεινον. δῆγμα ἐκεῖ τὸ κινδύνευμα, καὶ ἄλγημα, καὶ ὁ ἰατρὸς εἰσκληθεὶς ἐπήμυνεν· ἀπὸ δὲ τοῦ σοῦ φιλήματος καὶ τοῦ ἰοῦ ἐκείνου τίς ἂν ἢ ἱεροῖς ἢ βωμοῖς προσέλθοι; τίς δʼ ἂν θεὸς ἐπακούσειεν ἔτι εὐχομένου; πόσων περιρραντηρίων, πόσων ποταμῶν δεῖ;

それゆえ、そのような者にとって、「アポプラス(忌まわしき者)」と呼ばれることはおあつらえ向きではないか、言ってくれ。だが、ゼウスにかけて、それらの仕業の後に、さらに君の口で私たちに口づけすることを要求するのか。とにかく、君はこの最も不遜なことを行っており、しかもそれを行うべきではない最たる人々、すなわち君の仲間に対してそうしている。彼らにとっては、君の口から出るあの不快なもの、すなわち言葉の野蛮さ、声の粗野さ、無分別、無秩序、全く教養のないこと、その他同様のもの、これらだけを被るだけでも十分であったというのに。その上に君が口づけするなど、とんでもないことだ、災い除けの神よ。クサリヘビやコブラに口づけする方がまだましだ。あちらの場合は、危険なのは噛まれることだけであり、痛みはあるが、医者が呼ばれれば救ってくれる。だが、君の口づけとあの毒から、誰が神聖な儀式や祭壇に近づけようか。どの神が、まだ祈っている者の声に耳を傾けてくれようか。どれほど多くの清めの水、どれほど多くの川が必要となることか。

§24

καὶ τοιοῦτος αὐτὸς ὢν κατεγέλας τῶν ἄλλων ἐπʼ ὀνόμασι καὶ ῥήμασιν, ἔργα τοιαῦτα καὶ τηλικαῦτα ἐργαζόμενος. καίτοι ἐγὼ μὲν ἀποφράδα μὴ εἰδὼς ᾐσχυνόμην ἂν μᾶλλον, οὐχ ὅπως εἰπὼν ἀρνηθείην ἄν· σὲ δὲ οὐδεὶς ᾐτιάσατο ἡμῶν βρωμολόγους λέγοντα καὶ τροπομάσθλητας καὶ ῥησιμετρεῖν καὶ ἀθηνιῶ καὶ ἀνθοκρατεῖν καὶ σφενδικίζειν καὶ χειροβλιμᾶσθαι. κακὸν κακῶς σε ὁ λόγιος Ἑρμῆς ἐπιτρίψειεν αὐτοῖς λόγοις. ποῦ γὰρ ταῦτα τῶν βιβλίων εὑρίσκεις; ἐν γωνίᾳ που τάχα τῶν ἰαλέμων τινὸς ποιητῶν κατορωρυγμένα, εὐρῶτος καὶ ἀραχνίων μεστά, ἤ που ἐκ τῶν Φιλαινίδος Δέλτων, ἃς διὰ χειρὸς ἔχεις. σοῦ μέντοι καὶ τοῦ σοῦ στόματος ἄξια.

そして、君自身がそのような者でありながら、そのような、またそれほど重大な行為を行いながら、言葉や言い回しについて他人をあざ笑っていたのだ。もっとも、私なら「アポプラス」という言葉を知らなかったなら、それを恥じたであろう。ましてや、それを言った後で否定することなどない。だが、我々のうち誰も、君が「ブロモロゴス」だの「トロポマストレーテース」だの「レーシメトレイン」だの「アテーニオー」だの「アントクラテイン」だの「スペンディキゼイン」だの「ケイロブリマースタイ」だのの言葉を使うことを非難しはしなかった。雄弁の神ヘルメスが、君をそれらの言葉もろとも、無残に破滅させますように。いったい本の中のどこで君はこれらの言葉を見つけるのか。おそらく、哀悼歌を作る下手な詩人の誰かのどこか片隅に埋もれ、カビと蜘蛛の巣にまみれているか、あるいは、君がいつも手元に置いているフィライニスの書版から見つけているのだろう。だが、それらは君に、そして君の口にまさにふさわしい。

§25

ἐπεὶ δὲ τοῦ στόματος ἐμνήσθην, τί φαίης ἄν, εἴ σε ἡ γλῶττα ἐς δικαστήριον προσκαλεσαμένη — θῶμεν γὰρ οὕτως — ἀδικήματος καὶ τὸ μετριώτατον ὕβρεως διώκοι, λέγουσα ἐγώ σε, ὦ ἀχάριστε, πένητα καὶ ἄπορον παραλαβοῦσα καὶ βίου δεόμενον, τὰ μὲν πρῶτα ἐν τοῖς θεάτροις εὐδοκιμεῖν ἐποίησα, νῦν μὲν Νίνον, νῦν δὲ Μητίοχον, εἶτα μετὰ μικρὸν Ἀχιλλέα τιθεῖσα· μετὰ ταῦτα δὲ παῖδας συλλαβίζειν διδάσκοντα μακρῷ χρόνῳ ἔβοσκον· ἤδη δὲ καὶ τοὺς ἀλλοτρίους τούτους λόγους ὑποκρινόμενον σοφιστὴν εἶναι δοκεῖν ἐποίησα καὶ τὴν μηδὲν προσήκουσαν δόξαν περιῆψα. τί τοίνυν τηλικοῦτο ἔχων ἐγκαλεῖν τοιαῦτά με διατίθης καὶ ἐπιτάττεις ἐπιτάγματα αἴσχιστα καὶ ὑπουργίας καταπτύστους; οὐχ ἱκανά μοι τὰ ἐπὶ τῆς ἡμέρας ἔργα, ψεύδεσθαι καὶ ἐπιορκεῖν καὶ τοὺς τοσούτους ὕθλους καὶ λήρους διαντλεῖν, μᾶλλον δὲ τὸν βόρβορον τῶν λόγων ἐκείνων ἐμεῖν, ἀλλʼ οὐδὲ νυκτὸς τὴν κακοδαίμονα σχολὴν ἄγειν ἐᾷς, ἀλλὰ μόνη σοι πάντα ποιῶ καὶ πατοῦμαι καὶ μιαίνομαι, καὶ ἀντὶ γλώττης ὅσα καὶ χειρὶ χρῆσθαι διέγνωκας3 καὶ ὥσπερ ἀλλοτρίαν ὑβρίζεις καὶ ἐπικλύζεις τοσούτοις κακοῖς. λαλεῖν μοι ἔργον ἐστὶ μόνον, τὰ δὲ τοιαῦτα ποιεῖν καὶ πάσχειν ἄλλοις μέρεσι προστέτακται. ὡς ὤφελε κἀμέ τις ὥσπερ τὴν τῆς Φιλομήλας ἐκτεμεῖν.4 μακαριώτεραι γοῦν μοι αἱ γλῶτται τῶν τὰ τέκνα κατεδηδοκότων.

口のことに言及したのだから、もし君の舌が君を法廷に呼び出し――仮にそう想定してみよう――不法行為、いや最も控えめに言っても「侮辱」の罪で告訴して、こう言ったとしたら、君は何と答えるか。 「恩知らずな男よ、私は、貧しく、手段もなく、生活に困窮していたお前を引き取り、最初は劇場で評判を得るようにしてやった。ある時はニノス、ある時はメティオコス、そしてその少し後にはアキレウスを演じさせながら。その後、長い間、子供たちに綴りを教えるお前を養ってやった。そして今や、他人の書いたこれらの言葉を演じることで、お前がソフィストであると思われるようにし、お前には全く不相応な名声をまとわせてやった。それなのに、どのようなそれほど大きな不満があって、お前は私をこのように扱い、この上なく不名誉な命令を下し、忌まわしい奉仕を命じるのか。私にとって、昼間の仕事、すなわち嘘をつき、偽誓をし、あれほど多くのたわ言や無駄話を汲み出し、いや、むしろあの言葉の泥を吐き出すことだけでは足りないというのか。そればかりか、夜になっても、この哀れな私に休息を取らせてくれず、私一人でお前のためにすべてを行い、蹂躙され、汚される。そしてお前は、舌の代わりに、手で行うべきあらゆることを私に行わせることを決意し、まるで他人のものであるかのように私を辱め、これほど多くの害悪で水浸しにする。私の役目は話すことだけであり、そのようなことを行ったり被ったりすることは、他の部位に割り当てられているのだ。ああ、誰かが私をも、あのフィロメーラーの舌のように切り取ってくれたらよかったのに。我が子を食らった者たちの舌の方が、私にとってはるかに幸福である」

§26

πρὸς θεῶν, ἢν λέγῃ ταῦτα ἡ γλῶττα, ἰδίαν αὐτὴ φωνὴν λαβοῦσα καὶ τὸν πώγωνα συνήγορον ἐπικαλεσαμένη, τί ἂν ἀποκρίναιο αὐτῇ; ἐκεῖνα δῆλον ὅτι ἃ καὶ πρὸς τὸν Γλαῦκον ἔναγχος εἴρηταί σοι ἐπὶ πεπραγμένῳ ἤδη τῷ ἔργῳ αἰτιώμενον, ὡς ἐπὶ τούτῳ ἔνδοξος ἐν βραχεῖ καὶ γνώριμος ἅπασι γεγένησαι, πόθεν ἂν οὕτω περιβόητος ἐπὶ τοῖς λόγοις γενόμενος; ἀγαπητὸν δὲ ὁπωσοῦν κλεινὸν καὶ ὀνομαστὸν εἶναι. εἶτα καταριθμήσεις αὐτῇ τὰς πολλάς σου προσηγορίας, ὁπόσας κατὰ ἔθνη προσείληφας. ὃ καὶ θαυμάζω, ὅτι τὴν μὲν ἀποφράδα ἐδυσχέρανας ἀκούσας, ἐπʼ ἐκείνοις δὲ τοῖς ὀνόμασιν οὐκ ἠγανάκτεις,

神々の名にかけて、もし舌が自らの声を得て、さらに顎髭を弁護人として呼び出しつつ、これらのことを言うならば、君は彼女に何と答えるだろうか。明らかに、先日グラウコスが君の行った行為について君を非難したときに、君が彼に対して言ったあの言葉だろう。すなわち、そのおかげで君は短期間で有名になり、すべての人に知られるようになった、そうでなければ、言葉だけでどうしてこれほど噂の的になれただろうか、いかなる方法であれ、名高く高名になることは喜ばしいことだ、と。その後、君は彼女に、様々な国々で君が得た多くの呼び名を数え上げるだろう。私が不思議に思うのは、君が「アポプラス」と聞いては不快に思ったのに、それらの呼び名に対しては憤慨しなかったことだ。

構文注4 件
  1. 22ὄναιό γε τῆς εὐκλείας

    動詞 ὀνίνημι の第2アオリスト中間態希求法2人称単数形 ὄναιο を用いて、皮肉を込めて「その栄誉(=悪名)を大いに享受するがよい」という不可能な、あるいは反語的な願望を表している。

  2. 23οὐ περὶ πόδα

    「足にぴったり合う(靴のように)」というイメージから、「極めてふさわしい、おあつらえ向きである」を意味する慣用句。与格の τῷ τοιούτῳ がふさわしい対象を、主語としての不定詞句 ἀποφράδα ὀνομάζεσθαι(アポプラスと呼ばれること)がその内容を表す。

  3. 25ὅσα καὶ χειρὶ χρῆσθαι διέγνωκας

    関係代名詞 ὅσα(対格中性複数)は、本来与格を支配する χρῆσθαι の目的語的に機能し、「手で行うべきすべてのこと」を意味する。被告が通常手を用いるべき性的な卑猥行為にまで舌を酷使していることを示す一節。

  4. 25ὡς ὤφελε κἀμέ τις ὥσπερ τὴν τῆς Φιλομήλας ἐκτεμεῖν

    実現不可能な願望を表す ὤφελον(ὀφείλω の第2アオリスト)の3人称単数形 ὤφελε が不定代名詞 τις を主語として用いられ、不定詞 ἐκτεμεῖν(ἐκτέμνω のアオリスト能動態不定詞)を伴って「誰かが私をも〜切り取ってくれたらよかったのに」という強い未練・嘆きを表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-09-30 表記の統一 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg049.humanitext-grc2:22-26