§4Λεξιφάνης
ἐγὼ δὲ ξηραλοιφήσω ἀπελθών.
莱克西法内斯 “而我要去作干操按摩。
καὶ ἡμεῖς,
ἦ δʼ ὃς ὁ Φιλῖνος,
ἐγώ τε καὶ Ὀνόμαρχος καὶ Ἑλλάνικος οὑτοσὶ ἑψόμεθα·
” 我们,菲利诺斯说道, “我、奥诺马科斯和这里的赫拉尼科斯都会跟去。
καὶ γὰρ ὁ γνώμων σκιάζει μέσην τὴν πόλον, καὶ δέος μὴ ἐν λουτρίῳ ἀπολουσώμεθα κατόπιν τῶν Καριμάντων μετὰ τοῦ σύρφακος βύζην ὠστιζόμενοι.
因为日晷的指针正在圆盘中央留下阴影,且令人担心我们会在卡里曼特斯人之后,与那群乌合之众挤在一起,在肮脏的剩水里洗澡。
καὶ ὁ Ἑλλάνικος ἔφη,
ἐγὼ δὲ καὶ δυσωπῶ· καὶ γὰρ τὰ κόρα μοι ἐπιτεθόλωσθον καὶ σκαρδαμύττω θαμὰ καὶ ἀρτίδακρύς εἰμι καὶ τὰ ὄμματά μοι φαρμακᾷ καὶ δέομαι Ἀσκληπιάδου τινὸς ὀφθαλμοσόφου, ὃς ταράξας καὶ ἐγχέας μοι φάρμακον ἀπερυθριᾶσαί τε ποιήσει τοὺς ὀφθαλμοὺς καὶ μηκέτι τι λημαλέους εἶναι μηδὲ διερὸν βλέπειν.
” 赫拉尼科斯说道, “而我更是眼部不适;因为我的瞳孔已经浑浊,而且频繁眨眼,眼泪汪汪,眼睛酸痛,急需一位阿斯克勒庇俄斯式的眼科医生,他通过调配并滴入药物,使我的眼睛褪去红肿,不再多眵,也不再视物模糊。
§5Λεξιφάνης
τοιαῦτα ἄττα διεξιόντες ἅπαντες οἱ παρόντες ἀπῄειμεν·
” 莱克西法内斯我们所有在场的人一边谈论着这些事情,一边离去。
κἀπειδήπερ ἥκομεν εἰς τὸ γυμνάσιον ἀπησθημένοι ἤδη, ὁ μέν τις ἀκροχειριασμῷ, ὁ δὲ τραχηλισμῷ καὶ ὀρθοπάλῃ ἐχρῆτο, ὁ δὲ λίπα χρισάμενος ἐλυγίζετο, ὁ δὲ ἀντέβαλλε τῷ κωρύκῳ, ὁ δὲ μολυβδαίνας χερμαδίους δράγδην ἔχων ἐχειροβόλει.
当我们来到体育馆并已经脱下衣服时,有的在练习指力格斗,有的在练习颈部格斗和直立摔跤,有的抹上油进行摔跤,有的在打沙袋,有的紧握着铅制重物进行臂力训练。
εἶτα συντριβέντες καὶ ἀλλήλους κατανωτισάμενοι καὶ ἐμπαίξαντες τῷ γυμνασίῳ ἐγὼ μὲν καὶ Φιλῖνος ἐν τῇ θερμῇ πυέλῳ καταιονηθέντες ἐξῄειμεν· οἱ λοιποὶ δὲ τὸ ψυχροβαφὲς κάρα δελφινίσαντες παρένεον ὑποβρύχιοι θαυμασίως.
然后,在互相摩擦背部、在体育馆里嬉戏之后,我和菲利诺斯在温水浴盆里冲洗后走了出来;其余的人则像海豚一样头朝下跃入冷水池,并在水下极好地游动着。
ἀναστρέψαντες δὲ αὖθις ἄλλος ἄλλοσε ἄλλα ἐδρῶμεν.
我们折返回来后,又各自在不同的地方做着不同的事。
ἐγὼ μὲν ὑποδησάμενος ἐξυόμην τὴν κεφαλὴν τῇ ὀδοντωτῇ ξύστρᾳ· καὶ γὰρ οὐ κηπίον, ἀλλὰ σκάφιον ἐκεκάρμην, ὡς ἂν οὐ πρὸ πολλοῦ τὸν κόννον καὶ τὴν κορυφαίαν ἀποκεκομηκώς·
我穿上鞋子,用带齿的刮梳整理着头部;因为我的头发被剪成了“盆状”而非“园艺状”,这由于我不久前刚剪去了童年时代的蓄发和头顶长发。
ἄλλος ἐθερμοτράγει, ὁ δὲ ἤμει τὸν νῆστιν, ὁ δὲ ἀραιὰς ποιῶν τὰς ῥαφανῖδας ἐμυστιλᾶτο τοῦ ἰχθυηροῦ ζωμοῦ, ἄλλος ἤσθιεν φαυλίας, ὁ δὲ ἐρρόφει τῶν κριθῶν.
另一个人在嚼着热羽扇豆,有的在空腹呕吐,有的将萝卜切薄,并用勺子舀着鱼汤喝,有的在吃粗劣的野无花果,有的在喝大麦粥。
§6Λεξιφάνης
κἀπειδὴ καιρὸς ἦν, ἐπʼ ἀγκῶνος ἐδειπνοῦμεν· ἔκειντο δὲ καὶ ὀκλαδίαι καὶ ἀσκάνται.
莱克西法内斯到了时候,我们便靠着手肘用餐;席间摆放着折叠椅和低榻。
τὸ μὲν δὴ δεῖπνον ἦν ἀπὸ συμφορῶν.
这顿饭是各人凑份子的聚餐。
παρεσκεύαστο δὲ πολλὰ καὶ ποικίλα, δίχηλα ὕεια καὶ σχελίδες καὶ ἠτριαία καὶ τοκάδος ὑὸς τὸ ἐμβρυοδόχον ἔντερον καὶ λοβὸς ἐκ ταγήνου καὶ μυττωτὸς καὶ ἀβυρτάκη καὶ τοιαῦταί τινες καρυκεῖαι καὶ θρυμματίδες καὶ θρῖα καὶ μελιτοῦτται·
席间准备了丰富多样的食物:猪蹄、猪排、下腹肉、怀孕母猪的子宫、煎锅里的肝脏、大蒜酱、酸味酱以及此类调味品,还有碎面饼、裹叶烤肉和蜂蜜糕。
τῶν δὲ ὑποβρυχίων τὰ σελάχια πολλὰ καὶ ὅσα ὀστράκινα τὸ δέρμα καὶ τεμάχη Ποντικὰ τῶν ἐκ σαργάνης καὶ κωπαΐδες καὶ ὄρνις σύντροφος καὶ ἀλεκτρυὼν ἤδη ἀπῳδὸς καὶ ἰχθὺς ἦν παράσιτος·
水中生物中,有许多软骨鱼、甲壳贝类、从竹筐里拿出来的黑海鱼块、科帕伊斯湖的鳗鱼、家禽、已经不再啼鸣的公鸡,还有一种寄生鱼。
καὶ οἶν δὲ ὅλον ἰπνοκαῆ εἴχομεν καὶ βοὸς λειπογνώμονος κωλῆν.
我们还有整只烤箱烤的羊和一整块老牛的后腿肉。
ἄρτοι μέντοι ἦσαν σιφαῖοι, οὐ φαῦλοι, καὶ ἄλλοι νουμήνιοι, ὑπερήμεροι τῆς ἑορτῆς, καὶ λάχανα τά τε ὑπόγεια καὶ τὰ ὑπερφυῆ·
至于面包,是筛过的优质细面面包,味道不差,还有一些是新月节节日过期的面包;蔬菜则既有地下的也有地上的。
οἶνος δὲ ἦν οὐ γέρων, ἀλλὰ τῶν ἀπὸ βύρσης, ἤδη μὲν ἀγλευκής, ἄπεπτος δὲ ἔτι.
酒不是陈酒,而是皮囊装的新酒,虽然已经不甜,但尚未充分发酵。
§7Λεξιφάνης
ποτήρια δὲ ἔκειτο παντοῖα ἐπὶ τῆς δελφίδος τραπέζης, ὁ κρυψιμέτωπος καὶ τρυήλης Μεντορουργὴς εὐλαβῆ ἔχων τὴν κέρκον καὶ βομβυλιὸς καὶ δειροκύπελλον καὶ γηγενῆ πολλὰ οἷα Θηρικλῆς ὤπτα, εὐρυχαδῆ τε καὶ ἄλλα εὔστομα, τὰ μὲν Φωκαῆθεν, τὰ δὲ Κνιδόθεν, πάντα μέντοι ἀνεμοφόρητα καὶ ὑμενόστρακα.
莱克西法内斯各式各样的杯子摆放在三脚桌上:“遮额杯”、带便于抓握手柄的门托尔式勺子、细颈瓶、长颈杯,以及许多由塞里勒斯烘烤出来的陶质器皿,有宽口的,也有窄口的,有些产自佛卡亚,有些产自克尼多斯,但全都薄如蝉翼、轻如御风。
κυμβία δὲ ἦν καὶ φιαλίδες καὶ ποτήρια γραμματικά, ὥστε μεστὸν ἦν τὸ κυλικεῖον.
还有双耳杯、小浅盘和刻有字母的杯子,以至于杯柜里塞得满满当当。
§8Λεξιφάνης
ὁ μέντοι ἰπνολέβης ὑπερπαφλάζων ἐς κεφαλὴν ἡμῖν ἐπέτρεπε τοὺς ἄνθρακας.
莱克西法内斯然而,炉上的烧水锅沸腾溢出,把炭火泼在了我们头上。
ἐπίνομεν δὲ ἀμυστὶ καὶ ἤδη ἀκροθώρακες ἦμεν·
我们一饮而尽,已经有些醉意。
εἶτʼ ἐχριόμεθα βακχάριδι καὶ εἰσεκύκλησέ τις ἡμῖν τὴν ποδοκτύπην καὶ τριγωνίστριαν·
接着我们涂抹了巴卡里斯香油,有人为我们推入了一个脚踏拍板的女舞者和弹奏三角琴的女乐师。
μετὰ δὲ ὁ μέν τις ἐπὶ τὴν κατήλιφα ἀναρριχησάμενος ἐπιφόρημα ἐζήτει, ὁ δὲ ληκίνδα ἔπαιζεν, ἄλλος ἐρρικνοῦτο σὺν γέλωτι τὴν ὀσφῦν.
随后,有人爬上梁去寻找甜食,有人在玩“利金达”游戏,还有人伴着笑声扭动着腰部。