Humanitext Reader

琉善 · 莱克西法内斯 §1-3

吕基努斯与莱克西法内斯的相遇及对抗性宴会的朗读

第 1 段,共 6 段 · 希腊语

内容简介

吕基努斯遇到了自豪地携带着新书的莱克西法内斯,该书描绘了一场对抗性的宴会,吕基努斯让他朗读了一段充斥着晦涩而矫饰的阿提卡主义词汇的片段。

§1Λυκῖνος Λεξιφάνης ὁ καλὸς μετὰ βιβλίου;
吕基努斯美丽的莱克西法内斯,手里拿着书?
Λεξιφάνης νὴ Δίʼ, ὦ Λυκῖνε, γράμμα ἐστὶν τητινόν τι τῶν ἐμῶν κομιδῇ νεοχμόν.
莱克西法内斯是的,凭宙斯起誓,吕基努斯! 这是一篇我今年的著作,完全是新颖的。
Λυκῖνος ἤδη γάρ τι καὶ περὶ αὐχμῶν ἡμῖν γράφεις;
吕基努斯怎么,你已经在为我们写关于干旱的什么东西了吗?
Λεξιφάνης οὐ δῆτα, οὐδὲ αὐχμὸν εἶπον, ἀλλὰ ὥρα σοι τὸ ἀρτιγραφὲς οὕτω καλεῖν.
莱克西法内斯绝非如此,我根本没说“干旱”,但你现在应该把新写成的东西这样称呼。
σὺ δὲ κυψελόβυστα ἔοικας ἔχειν τὰ ὦτα.
你的耳朵似乎塞满了耳垢。
Λυκῖνος σύγγνωθι, ὦ ἑταῖρε· πολὺ γὰρ τοῦ αὐχμοῦ τὸ νεοχμὸν μετέχει.
吕基努斯原谅我,朋友;因为“新颖”与“干旱”在读音上大有相通之处。
ἀλλʼ εἰπέ μοι, τίς ὁ νοῦς τῷ συγγράμματι;
不过请告诉我,这部著作的意图何在?
Λεξιφάνης ἀντισυμποσιάζω τῷ Ἀρίστωνος ἐν αὐτῷ.
莱克西法内斯在其中,我正与阿里斯同之子进行一场对抗性的宴会。
Λυκῖνος πολλοὶ μὲν οἱ Ἀρίστωνες· σὺ δὲ ὅσον ἀπὸ τοῦ συμποσίου τὸν Πλάτωνά μοι ἔδοξας λέγειν.
吕基努斯叫阿里斯同的人很多;但从“宴会”来看,我倒觉得你指的是柏拉图。
Λεξιφάνης ὀρθῶς ἀνέγνως.
莱克西法内斯你理解得很对。
τὸ δὲ λεγόμενον ὡς ἄλλῳ παντὶ ἀνόητον ἂν ἦν.
如果对其他任何人说这话,那都将是无法理解的。
Λυκῖνος οὐκοῦν ὀλίγα μοι αὐτοῦ ἀνάγνωθι τοῦ βιβλίου, ὅπως μὴ παντάπασιν ἀπολειποίμην τῆς ἑστιάσεως· νέκταρος γάρ τινος ἔοικας οἰνοχοήσειν ἡμῖν ἀπʼ αὐτοῦ.
吕基努斯那么请给我朗读几句书中的内容吧,免得我完全被排除在盛宴之外;因为你似乎要从书中为我们倾倒出某种甘露来。
Λεξιφάνης τὸν μὲν εἴρωνα πεδοῖ κατάβαλε· σὺ δὲ εὔπορα ποιήσας τὰ ὦτα ἤδη ἄκουε.
莱克西法内斯把那讽刺的态度扔到地上吧;把你的耳朵疏通好,现在就听。
ἀπέστω δὲ ἡ ἐπιβύστρα ἡ Κυψελίς.
把那塞浦路斯式的耳塞拿开!
Λυκῖνος λέγε θαρρῶν, ὡς ἔμοιγε οὔτε Κύψελός τις οὔτε Περίανδρος ἐν τοῖς ὠσὶν κάθηται.
吕基努斯大胆说吧,因为对我来说,既没有塞浦路斯,也没有佩里安德坐在我的耳朵里。
Λεξιφάνης σκόπει δὴ μεταξύ, ὅπως διαπεραίνομαι, ὦ Λυκῖνε, τὸν λόγον, εἰ εὔαρχός τέ ἐστι καὶ πολλὴν τὴν εὐλογίαν ἐπιδεικνύμενος καὶ εὔλεξις, ἔτι δὲ εὐώνυμος.
莱克西法内斯那么,吕基努斯,请在期间注意我是如何完成这篇演说的,看它是否有一个良好的开端,展现出丰富的辞藻,且言辞雅致,甚至名字也十分吉祥。
Λυκῖνος ἔοικε τοιοῦτος εἶναι σός γε ὤν.
吕基努斯既然是你的作品,想必确实如此。
ἀλλʼ ἄρξαι ποτέ.
那么请终于开始吧。
§2Λεξιφάνης εἶτα δειπνήσομεν, ἦ δ’ ὃς ὁ Καλλικλῆς, εἶτα τὸ δειλινὸν περιδινησόμεθα ἐν Λυκείῳ, νῦν δὲ ἤδη καιρός ἐστιν χρίεσθαι τὸ ἡλιοκαὲς καὶ πρὸς τὴν εἵλην θέρεσθαι καὶ λουσαμένους ἀρτοσιτεῖν· καὶ ἤδη γε ἀπιτητέα.
莱克西法内斯 “然后我们去吃饭,卡利克勒斯说道,然后傍晚我们在吕克昂漫步,但现在已经是给晒伤的皮肤抹油、在阳光下取暖,并在沐浴后吃面包的时候了;我们确实现在就得走。
σὺ δέ, ὦ παῖ, στλεγγίδα μοι καὶ βύρσαν καὶ φωσώνια καὶ ῥύμματα ναυστολεῖν ἐς τὸ βαλανεῖον καὶ τοὐπίλουτρον κομίζειν· ἔχεις δὲ χαμᾶζε παρὰ τὴν ἐγγυοθήκην δύʼ ὀβολώ.
而你,童仆,把我的刮汗板、皮袋、毛巾和洗涤剂送到浴室去,并带上沐浴费;在箱子旁边的地上有两奥博尔。
σὺ δὲ τί καὶ πράξεις, ὦ Λεξίφανες, ἥξεις ἢ ἐλινύσεις ἔτι αὐτόθι;
而你,莱克西法内斯,要做什么? 你会来,还是还要留在那里闲荡?
κἀγώ, ἦν δὲ ἐγώ, τρίπαλαι λουτιῶ· οὐκ εὐπόρως τε γὰρ ἔχω καὶ τὰ ἀμφὶ τὴν τράμιν μαλακίζομαι ἐπʼ ἀστράβης ὀχηθείς.
而我,我说道,早就想沐浴了;因为我的身体不太舒服,而且因为骑着鞍子,我私处周围的部位感到酸痛。
ὁ γὰρ ἀστραβηλάτης ἐπέσπερχεν καίτοι ἀσκωλιάζων αὐτός.
因为那赶鞍人虽然自己一瘸一拐,却还在催促我。
ἀλλὰ καὶ ἐν αὐτῷ οὐκ ἀκμὴς ἦν τῷ ἀγρῷ· κατέλαβον γὰρ τοὺς ἐργάτας λιγυρίζοντας τὴν θερινὴν ᾠδήν, τοὺς δὲ τάφον τῷ ἐμῷ πατρὶ κατασκευάζοντας.
但即使在农田里,我也没闲着;因为我发现工人们正高声唱着夏日的歌,而另一些人则在为我的父亲建造坟墓。
συντυμβωρυχήσας οὖν αὐτοῖς καὶ τοῖς ἀναχοῦσιν τὰ ἄνδηρα καὶ αὐτὸς ὀλίγα συγχειροπονήσας ἐκείνους μὲν διαφῆκα τοῦ τε κρύους ἕνεκα καὶ ὅτι καύματα ἦν· οἶσθα δὲ ὡς ἐν κρύει σφοδρῷ γίνεται τὰ καύματα.
于是,我与他们一起挖了墓,并亲自与那些培土筑堤的人一起干了点活,然后因为寒冷以及天气炎热,让他们回去了——你知道,在剧烈的寒冷中,皮肤是如何产生灼热感的。
ἐγὼ δὲ περιελθὼν τὰ ἀρώματα σκόροδά τε εὗρον ἐν αὐτοῖς πεφυκότα καὶ γηπαττάλους τινὰς ἀνορύξας καὶ τῶν σκανδίκων καὶ βρακάνων λαχανευσάμενος, ἔτι δὲ κάχρυς πριάμενος — οὔπω δὲ οἱ λειμῶνες ἀνθοσμίαι ἦσαν, ὡς αὐτοποδητὶ βαδίζειν — ἀνατεθεὶς ἐπὶ τὴν ἀστράβην ἐδάρην τὸν ὄρρον· καὶ νῦν βαδίζω τε ὀδυνηρῶς καὶ ἰδίω θαμὰ καὶ μαλακιῶ τὸ σῶμα καὶ δέομαι διανεῦσαι ἐν τῷ ὕδατι ἐπὶ πλεῖστον· χαίρω δὲ μετὰ κάματον ἀπολούμενος.
而我,在耕地周围走了一圈,发现里面长着大蒜,挖出了一些野胡萝卜,采摘了一些针菜和野草,还买了一些烤大麦——因为草地还没有充满花香,无法让人赤脚行走——我被安置在鞍子上,擦破了臀部的皮;现在我走起路来痛苦不堪,频繁出汗,身体虚弱,急需在水中游很长时间;我很高兴在劳作之后能洗个澡。
§3Λεξιφάνης ἀποθρέξομαι οὖν καὶ αὐτὸς ὡς τὸν παῖδα, ὃν εἰκὸς ἢ παρὰ τῇ λεκιθοπώλιδι ἢ παρὰ τῷ γρυμαιοπώλῃ με περιμένειν· καίτοι προηγόρευτο αὐτῷ ἐπὶ τὰ γέλγη ἀπαντᾶν.
” 莱克西法内斯 “因此,我自己也要跑去找我的奴隶,他可能在卖粥妇那里,或者在杂货商那里等我;尽管之前吩咐过他在甜食摊那儿与我碰头。
ἀλλʼ εἰς καιρὸν οὑτοσὶ αὐτὸς ἐμπολήσας γε, ὡς ὁρῶ, πυριάτην τέ τινα καὶ ἐγκρυφίας καὶ γήτεια καὶ φύκας καὶ οἶβον τουτονὶ καὶ λωγάνιον καὶ τοῦ βοὸς τὸ πολύπτυχον ἔγκατον καὶ φώκτας.
不过,来得正好,他自己来了,正如我所见,他买了一些初乳布丁、灰烤面包、韭菜、海藻、这块胃壁、肉垂、牛的多褶胃,还有烤饼。
εὖ γε, ὦ Ἀττικίων, ὅτι μοι ἄβατον ἐποίησας τὸ πολὺ τῆς ὁδοῦ.
干得好,阿提卡小子,你让我省去了大半路程。
ἐγὼ δέ, ἦ δʼ ὅς, σίλλος, ὦ δέσποτα, γεγένημαι σὲ περιορῶν.
而我,他说道,主人,为了找你,我的眼睛都看花了。
σὺ δὲ ποῦ χθὲς ἐδείπνεις;
你昨天在哪里吃饭?
μῶν παρὰ Ὀνομακρίτῳ;
难道是在奥诺马克里托斯家?
οὔ, μὰ Δίʼ. ἦν δʼ ἐγώ, ἀλλʼ ἀγρόνδε ᾠχόμην ψύττα κατατείνας· οἶσθα δὲ ὡς φίλαγρός εἰμι.
不,凭宙斯起誓,我说道,我吆喝着急忙赶往乡下去了;你知道我是多么热爱田园。
ὑμεῖς δὲ ἴσως ᾤεσθέ με λαταγεῖν κοττάβους.
你们或许以为我是在玩击盘游戏飞溅酒滴呢。
ἀλλʼ εἰσιὼν ταῦτά τε καὶ τὰ ἄλλα ἡδύνειν καὶ τὴν κάρδοπον σμῆν, ὡς θριδακίνας μάττοιτε ἡμῖν.
但快进去,把这些和别的东西调好味,把捏面盆擦干净,好为我们捏制莴苣面包。 ”

词汇与语法注释

  1. 1τοῦ αὐχμοῦ — 属格 `τοῦ αὐχμοῦ` 受动词 `μετέχει`(分享、参与)支配。此处构成了基于罕见词汇 `νεοχμόν` 与 `αὐχμόν`(干旱)读音相似的双关语(paronomasia)。
  2. 1ἀνόητον ἂν ἦν — 短语 `ἂν ἦν` 由直说过去未完成时与助词 `ἄν` 构成,形成了反事实条件句的归结句。它暗示了一个条件(如“如果对其他任何人说起的话”),意为“对其他任何人来说都将是无法理解的”。
  3. 2ναυστολεῖν — 诗歌动词 `ναυστολέω`(“乘船运送”)的不定式。它既可以被理解为依赖于前文的 `καιρός ἐ静tin`(“是……的时候”),也可以被理解为用作命令句的不定式(命令性不定式)。这种生僻衒学的词汇选择突出了莱克西法内斯矫揉造作的文风。
  4. 2λουτιῶ — 派生自动词 `λούω`(“洗、沐浴”)的意向动词(desiderative verb)`λουτιάω`(“渴望沐浴”)现在时第一人称单数。与副词 `τρίπαλαι`(“早就”)连用,表示“早就渴望沐浴”的当前状态。
  5. 3οὑτοσὶ — 指示代词 `οὗτος` 加上雅典方言特有的指示后缀 `-ί` 的形式。它强烈地指向说话者眼前的人或物。

引用这一段

琉善, 莱克西法内斯 §1-3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg046.humanitext-grc2:1-3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。