- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg046.humanitext-grc2:4-8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
§4-8:レクシパネスは、友人たちと体育場で汗を流した後、数々の奇妙な珍味や珍しい意匠の食器で満たされた豪勢な夕食会を開いた様子を、難解な古語や雅語を連発して語る。
Λεξιφάνης ἐγὼ δὲ ξηραλοιφήσω ἀπελθών. καὶ ἡμεῖς, ἦ δʼ ὃς ὁ Φιλῖνος, ἐγώ τε καὶ Ὀνόμαρχος καὶ Ἑλλάνικος οὑτοσὶ ἑψόμεθα· καὶ γὰρ ὁ γνώμων σκιάζει μέσην τὴν πόλον, καὶ δέος μὴ1 ἐν λουτρίῳ ἀπολουσώμεθα κατόπιν τῶν Καριμάντων μετὰ τοῦ σύρφακος βύζην ὠστιζόμενοι. καὶ ὁ Ἑλλάνικος ἔφη, ἐγὼ δὲ καὶ δυσωπῶ· καὶ γὰρ τὰ κόρα μοι ἐπιτεθόλωσθον καὶ σκαρδαμύττω θαμὰ καὶ ἀρτίδακρύς εἰμι καὶ τὰ ὄμματά μοι φαρμακᾷ καὶ δέομαι Ἀσκληπιάδου τινὸς ὀφθαλμοσόφου, ὃς ταράξας καὶ ἐγχέας μοι φάρμακον ἀπερυθριᾶσαί τε ποιήσει τοὺς ὀφθαλμοὺς καὶ μηκέτι τι λημαλέους εἶναι μηδὲ διερὸν βλέπειν.
レクシパネス 私は去って乾式マッサージをしよう。 するとフィリノスが言った、私とオノマルコス、そしてここにいるヘラニコスもついて行こう。何しろ日時計の針は円盤の中央に影を落としているし、カリマーンテスたちの後、烏合の衆とともにぎゅうぎゅうに押し合いながら、濁った残り湯で沐浴する羽目になるのが恐ろしいからな。 するとヘラニコスが言った、私はさらに眼を患っているのだ。というのも、私の瞳は濁っており、しきりに瞬きをし、涙ぐんでいて、両眼がヒリヒリ痛むので、眼の専門家であるアスクレピアデスの助けが必要なのだ。彼は薬を調合して流し込み、私の眼の充血を取り除き、もはや目ヤニまみれになったり、潤んだ眼で見たりしないようにしてくれるだろう。
Λεξιφάνης τοιαῦτα ἄττα διεξιόντες ἅπαντες οἱ παρόντες ἀπῄειμεν· κἀπειδήπερ ἥκομεν εἰς τὸ γυμνάσιον ἀπησθημένοι ἤδη, ὁ μέν τις ἀκροχειριασμῷ, ὁ δὲ τραχηλισμῷ καὶ ὀρθοπάλῃ ἐχρῆτο, ὁ δὲ λίπα χρισάμενος ἐλυγίζετο, ὁ δὲ ἀντέβαλλε τῷ κωρύκῳ, ὁ δὲ μολυβδαίνας χερμαδίους δράγδην ἔχων ἐχειροβόλει. εἶτα συντριβέντες καὶ ἀλλήλους κατανωτισάμενοι καὶ ἐμπαίξαντες τῷ γυμνασίῳ ἐγὼ μὲν καὶ Φιλῖνος ἐν τῇ θερμῇ πυέλῳ καταιονηθέντες ἐξῄειμεν· οἱ λοιποὶ δὲ τὸ ψυχροβαφὲς κάρα δελφινίσαντες παρένεον ὑποβρύχιοι θαυμασίως. ἀναστρέψαντες δὲ αὖθις ἄλλος ἄλλοσε ἄλλα ἐδρῶμεν. ἐγὼ μὲν ὑποδησάμενος ἐξυόμην τὴν κεφαλὴν τῇ ὀδοντωτῇ ξύστρᾳ· καὶ γὰρ οὐ κηπίον, ἀλλὰ σκάφιον ἐκεκάρμην, ὡς ἂν οὐ πρὸ πολλοῦ2 τὸν κόννον καὶ τὴν κορυφαίαν ἀποκεκομηκώς· ἄλλος ἐθερμοτράγει, ὁ δὲ ἤμει τὸν νῆστιν, ὁ δὲ ἀραιὰς ποιῶν τὰς ῥαφανῖδας ἐμυστιλᾶτο τοῦ ἰχθυηροῦ ζωμοῦ, ἄλλος ἤσθιεν φαυλίας, ὁ δὲ ἐρρόφει τῶν κριθῶν.
レクシパネス このようなことをあれこれ語りながら、その場にいた私たちは皆、立ち去った。そして体育場に到着し、すでに衣服を脱ぎ捨てると、ある者は指相撲を、ある者は首関節技や立ち技の格闘を行い、またある者は油を体に塗って身をくねらせ、ある者はパンチングバッグを叩き、またある者は鉛の重りを握って腕を振るって運動していた。それから、互いに体を摩擦し合い、相手を背負い、体育場で戯れた後、私とフィリノスは温かい浴槽で湯を浴びて外に出た。残りの者たちは、冷たいプールにイルカのように頭から飛び込んで、水面下を見事に潜り泳いでいた。 引き返してからは、それぞれが別の場所で別のことをしていた。私は靴を履き、歯のついた櫛で頭を掻いていた。というのも、私は「庭園式」ではなく「鉢型」に髪を刈っていたからで、それは少し前に幼児期の結髪と頭頂の長髪を切り落としたからである。他のある者は温めたルピナスをかじり、別の者は空腹で嘔吐し、また別の者はラディッシュを薄く切って魚のスープを吸い物匙ですすり、ある者は質の悪いイチジクを食べ、別の者は大麦粥をすすっていた。
Λεξιφάνης κἀπειδὴ καιρὸς ἦν, ἐπʼ ἀγκῶνος ἐδειπνοῦμεν· ἔκειντο δὲ καὶ ὀκλαδίαι καὶ ἀσκάνται. τὸ μὲν δὴ δεῖπνον ἦν ἀπὸ συμφορῶν.3 παρεσκεύαστο δὲ πολλὰ καὶ ποικίλα, δίχηλα ὕεια καὶ σχελίδες καὶ ἠτριαία καὶ τοκάδος ὑὸς τὸ ἐμβρυοδόχον ἔντερον καὶ λοβὸς ἐκ ταγήνου καὶ μυττωτὸς καὶ ἀβυρτάκη καὶ τοιαῦταί τινες καρυκεῖαι καὶ θρυμματίδες καὶ θρῖα καὶ μελιτοῦτται· τῶν δὲ ὑποβρυχίων τὰ σελάχια πολλὰ καὶ ὅσα ὀστράκινα τὸ δέρμα καὶ τεμάχη Ποντικὰ τῶν ἐκ σαργάνης καὶ κωπαΐδες καὶ ὄρνις σύντροφος καὶ ἀλεκτρυὼν ἤδη ἀπῳδὸς καὶ ἰχθὺς ἦν παράσιτος· καὶ οἶν δὲ ὅλον ἰπνοκαῆ εἴχομεν καὶ βοὸς λειπογνώμονος κωλῆν. ἄρτοι μέντοι ἦσαν σιφαῖοι, οὐ φαῦλοι, καὶ ἄλλοι νουμήνιοι, ὑπερήμεροι τῆς ἑορτῆς, καὶ λάχανα τά τε ὑπόγεια καὶ τὰ ὑπερφυῆ· οἶνος δὲ ἦν οὐ γέρων, ἀλλὰ τῶν ἀπὸ βύρσης, ἤδη μὲν ἀγλευκής, ἄπεπτος δὲ ἔτι.
レクシパネス そして時が来ると、私たちは肘を突いて食事をした。折り畳み椅子や低い寝台も置かれていた。食事は会費制であった。準備されていたのは多種多様で、豚の足、豚の脇腹肉、下腹部の肉、繁殖用雌豚の胎盤、フライパンで焼いた肝臓、ニンニクソース、アビュルタケ、さらにそのような調味料や、パン屑の菓子、包み焼き、蜂蜜入りの焼き菓子などであった。水中の生物としては、多くの軟骨魚類や、皮が貝殻のよう(甲殻類・貝類)なもの、籠から取り出した黒海産の魚の切り身、コパイス湖のウナギ、家禽、すでに時をつくるのをやめた雄鶏、そしてパラシトスがあった。さらに、私たちはオーブンで丸焼きにされた羊や、老いた牛の腿肉も用意していた。パンはといえば、シペ産の篩にかけた上等のパンであり、また別のものは新月の祭りの売れ残りであった。そして野菜は、地下に育つものも地上に伸びるものもあった。ワインは古いものではなく、革袋から出したもので、すでに甘みはないが、まだ十分に発酵していないものであった。
Λεξιφάνης ποτήρια δὲ ἔκειτο παντοῖα ἐπὶ τῆς δελφίδος τραπέζης, ὁ κρυψιμέτωπος καὶ τρυήλης Μεντορουργὴς εὐλαβῆ ἔχων τὴν κέρκον καὶ βομβυλιὸς καὶ δειροκύπελλον καὶ γηγενῆ πολλὰ οἷα Θηρικλῆς ὤπτα, εὐρυχαδῆ τε καὶ ἄλλα εὔστομα, τὰ μὲν Φωκαῆθεν, τὰ δὲ Κνιδόθεν, πάντα μέντοι ἀνεμοφόρητα καὶ ὑμενόστρακα. κυμβία δὲ ἦν καὶ φιαλίδες καὶ ποτήρια γραμματικά, ὥστε μεστὸν ἦν τὸ κυλικεῖον.
レクシパネス 様々な杯がデルファイ式のテーブルに置かれていた。「額を隠すもの」、持ちやすい把手のついたメントル作の柄杓、ボンビュリオス、細首の杯、そしてテリクレスが焼いたような、口の広いものや狭いものなど、粘土から作られた多くの器があり、それらはポカイア産やクニドス産であったが、いずれも風に飛ぶほど薄く、膜のようであった。一対の杯や浅い皿、文字の刻まれた杯などがあり、飾り棚は満杯であった。
Λεξιφάνης ὁ μέντοι ἰπνολέβης ὑπερπαφλάζων ἐς κεφαλὴν ἡμῖν ἐπέτρεπε τοὺς ἄνθρακας. ἐπίνομεν δὲ ἀμυστὶ καὶ ἤδη ἀκροθώρακες ἦμεν· εἶτʼ ἐχριόμεθα βακχάριδι καὶ εἰσεκύκλησέ τις ἡμῖν τὴν ποδοκτύπην καὶ τριγωνίστριαν· μετὰ δὲ ὁ μέν τις ἐπὶ τὴν κατήλιφα ἀναρριχησάμενος ἐπιφόρημα ἐζήτει, ὁ δὲ ληκίνδα ἔπαιζεν, ἄλλος ἐρρικνοῦτο σὺν γέλωτι τὴν ὀσφῦν.
レクシパネス しかし、湯沸かし釜が激しく沸騰して、私たちの頭に炭火をひっくり返した。私たちは一気に酒を飲み干し、すでにほろ酔い加減であった。それからバッカリスの香油を体に塗り、誰かが私たちのために「足踏み拍子板を鳴らす女」と「三角竪琴を弾く女」を車に乗せて入れてくれた。その後、ある者は梁に登ってデザートを探し、別の者はリキンダという遊びをし、またある者は笑いながら腰をくねらせていた。
- 4δέος μή
名詞 δέος(恐れ)の後に接続法を伴って「……ではないかと恐ろしい」という懸念・危惧を表す従属節を導く。通常、非人称表現におけるコピュラ動詞 ἐστί の省略を伴う。
- 5ὡς ἂν οὐ πρὸ πολλοῦ
ὡς ἄν + 分詞(完了分詞 ἀποκεκομηκώς)の構文で、「まるで……したばかりであるかのように」という主観的な仮定を表す。否定辞に μή ではなく οὐ が用いられているのは、実際に「少し前まで髪を切っていなかったわけではない(=つい最近切ったばかりだ)」という客観的事実の存在を前提としているためである。
- 6ἀπὸ συμφορῶν
前置詞 ἀπό は起源・手段を示し、ここでの συμφορά は「災難」ではなく「(宴会のための)持ち寄り、醵金」を意味する名詞 συνφορά の別綴り。したがって、deipnon apo symphorōn で「各参加者が費用や食材を出し合う会費制(割り勘)の食事」を指す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 訳文 1 件
