§4Λεξιφάνης
ἐγὼ δὲ ξηραλοιφήσω ἀπελθών.
レクシパネス私は去って乾式マッサージをしよう。
καὶ ἡμεῖς,
ἦ δʼ ὃς ὁ Φιλῖνος,
ἐγώ τε καὶ Ὀνόμαρχος καὶ Ἑλλάνικος οὑτοσὶ ἑψόμεθα·
するとフィリノスが言った、私とオノマルコス、そしてここにいるヘラニコスもついて行こう。
καὶ γὰρ ὁ γνώμων σκιάζει μέσην τὴν πόλον, καὶ δέος μὴ ἐν λουτρίῳ ἀπολουσώμεθα κατόπιν τῶν Καριμάντων μετὰ τοῦ σύρφακος βύζην ὠστιζόμενοι.
何しろ日時計の針は円盤の中央に影を落としているし、カリマーンテスたちの後、烏合の衆とともにぎゅうぎゅうに押し合いながら、濁った残り湯で沐浴する羽目になるのが恐ろしいからな。
καὶ ὁ Ἑλλάνικος ἔφη,
ἐγὼ δὲ καὶ δυσωπῶ·
するとヘラニコスが言った、私はさらに眼を患っているのだ。
καὶ γὰρ τὰ κόρα μοι ἐπιτεθόλωσθον καὶ σκαρδαμύττω θαμὰ καὶ ἀρτίδακρύς εἰμι καὶ τὰ ὄμματά μοι φαρμακᾷ καὶ δέομαι Ἀσκληπιάδου τινὸς ὀφθαλμοσόφου, ὃς ταράξας καὶ ἐγχέας μοι φάρμακον ἀπερυθριᾶσαί τε ποιήσει τοὺς ὀφθαλμοὺς καὶ μηκέτι τι λημαλέους εἶναι μηδὲ διερὸν βλέπειν.
というのも、私の瞳は濁っており、しきりに瞬きをし、涙ぐんでいて、両眼がヒリヒリ痛むので、眼の専門家であるアスクレピアデスの助けが必要なのだ。 彼は薬を調合して流し込み、私の眼の充血を取り除き、もはや目ヤニまみれになったり、潤んだ眼で見たりしないようにしてくれるだろう。
§5Λεξιφάνης
τοιαῦτα ἄττα διεξιόντες ἅπαντες οἱ παρόντες ἀπῄειμεν·
レクシパネスこのようなことをあれこれ語りながら、その場にいた私たちは皆、立ち去った。
κἀπειδήπερ ἥκομεν εἰς τὸ γυμνάσιον ἀπησθημένοι ἤδη, ὁ μέν τις ἀκροχειριασμῷ, ὁ δὲ τραχηλισμῷ καὶ ὀρθοπάλῃ ἐχρῆτο, ὁ δὲ λίπα χρισάμενος ἐλυγίζετο, ὁ δὲ ἀντέβαλλε τῷ κωρύκῳ, ὁ δὲ μολυβδαίνας χερμαδίους δράγδην ἔχων ἐχειροβόλει.
そして体育場に到着し、すでに衣服を脱ぎ捨てると、ある者は指相撲を、ある者は首関節技や立ち技の格闘を行い、またある者は油を体に塗って身をくねらせ、ある者はパンチングバッグを叩き、またある者は鉛の重りを握って腕を振るって運動していた。
εἶτα συντριβέντες καὶ ἀλλήλους κατανωτισάμενοι καὶ ἐμπαίξαντες τῷ γυμνασίῳ ἐγὼ μὲν καὶ Φιλῖνος ἐν τῇ θερμῇ πυέλῳ καταιονηθέντες ἐξῄειμεν·
それから、互いに体を摩擦し合い、相手を背負い、体育場で戯れた後、私とフィリノスは温かい浴槽で湯を浴びて外に出た。
οἱ λοιποὶ δὲ τὸ ψυχροβαφὲς κάρα δελφινίσαντες παρένεον ὑποβρύχιοι θαυμασίως.
残りの者たちは、冷たいプールにイルカのように頭から飛び込んで、水面下を見事に潜り泳いでいた。
ἀναστρέψαντες δὲ αὖθις ἄλλος ἄλλοσε ἄλλα ἐδρῶμεν.
引き返してからは、それぞれが別の場所で別のことをしていた。
ἐγὼ μὲν ὑποδησάμενος ἐξυόμην τὴν κεφαλὴν τῇ ὀδοντωτῇ ξύστρᾳ·
私は靴を履き、歯のついた櫛で頭を掻いていた。
καὶ γὰρ οὐ κηπίον, ἀλλὰ σκάφιον ἐκεκάρμην, ὡς ἂν οὐ πρὸ πολλοῦ τὸν κόννον καὶ τὴν κορυφαίαν ἀποκεκομηκώς·
というのも、私は「庭園式」ではなく「鉢型」に髪を刈っていたからで、それは少し前に幼児期の結髪と頭頂の長髪を切り落としたからである。
ἄλλος ἐθερμοτράγει, ὁ δὲ ἤμει τὸν νῆστιν, ὁ δὲ ἀραιὰς ποιῶν τὰς ῥαφανῖδας ἐμυστιλᾶτο τοῦ ἰχθυηροῦ ζωμοῦ, ἄλλος ἤσθιεν φαυλίας, ὁ δὲ ἐρρόφει τῶν κριθῶν.
他のある者は温めたルピナスをかじり、別の者は空腹で嘔吐し、また別の者はラディッシュを薄く切って魚のスープを吸い物匙ですすり、ある者は質の悪いイチジクを食べ、別の者は大麦粥をすすっていた。
§6Λεξιφάνης
κἀπειδὴ καιρὸς ἦν, ἐπʼ ἀγκῶνος ἐδειπνοῦμεν·
レクシパネス * そして時が来ると、私たちは肘を突いて食事をした。
ἔκειντο δὲ καὶ ὀκλαδίαι καὶ ἀσκάνται.
折り畳み椅子や低い寝台も置かれていた。
τὸ μὲν δὴ δεῖπνον ἦν ἀπὸ συμφορῶν.
食事は会費制であった。
παρεσκεύαστο δὲ πολλὰ καὶ ποικίλα, δίχηλα ὕεια καὶ σχελίδες καὶ ἠτριαία καὶ τοκάδος ὑὸς τὸ ἐμβρυοδόχον ἔντερον καὶ λοβὸς ἐκ ταγήνου καὶ μυττωτὸς καὶ ἀβυρτάκη καὶ τοιαῦταί τινες καρυκεῖαι καὶ θρυμματίδες καὶ θρῖα καὶ μελιτοῦτται·
準備されていたのは多種多様で、豚の足、豚の脇腹肉、下腹部の肉、繁殖用雌豚の胎盤、フライパンで焼いた肝臓、ニンニクソース、アビュルタケ、さらにそのような調味料や、パン屑の菓子、包み焼き、蜂蜜入りの焼き菓子などであった。
τῶν δὲ ὑποβρυχίων τὰ σελάχια πολλὰ καὶ ὅσα ὀστράκινα τὸ δέρμα καὶ τεμάχη Ποντικὰ τῶν ἐκ σαργάνης καὶ κωπαΐδες καὶ ὄρνις σύντροφος καὶ ἀλεκτρυὼν ἤδη ἀπῳδὸς καὶ ἰχθὺς ἦν παράσιτος·
水中の生物としては、多くの軟骨魚類や、皮が貝殻のよう(甲殻類・貝類)なもの、籠から取り出した黒海産の魚の切り身、コパイス湖のウナギ、家禽、すでに時をつくるのをやめた雄鶏、そしてパラシトスがあった。
καὶ οἶν δὲ ὅλον ἰπνοκαῆ εἴχομεν καὶ βοὸς λειπογνώμονος κωλῆν.
さらに、私たちはオーブンで丸焼きにされた羊や、老いた牛の腿肉も用意していた。
ἄρτοι μέντοι ἦσαν σιφαῖοι, οὐ φαῦλοι, καὶ ἄλλοι νουμήνιοι, ὑπερήμεροι τῆς ἑορτῆς, καὶ λάχανα τά τε ὑπόγεια καὶ τὰ ὑπερφυῆ·
パンはといえば、シペ産の篩にかけた上等のパンであり、また別のものは新月の祭りの売れ残りであった。 そして野菜は、地下に育つものも地上に伸びるものもあった。
οἶνος δὲ ἦν οὐ γέρων, ἀλλὰ τῶν ἀπὸ βύρσης, ἤδη μὲν ἀγλευκής, ἄπεπτος δὲ ἔτι.
ワインは古いものではなく、革袋から出したもので、すでに甘みはないが、まだ十分に発酵していないものであった。
§7Λεξιφάνης
ποτήρια δὲ ἔκειτο παντοῖα ἐπὶ τῆς δελφίδος τραπέζης, ὁ κρυψιμέτωπος καὶ τρυήλης Μεντορουργὴς εὐλαβῆ ἔχων τὴν κέρκον καὶ βομβυλιὸς καὶ δειροκύπελλον καὶ γηγενῆ πολλὰ οἷα Θηρικλῆς ὤπτα, εὐρυχαδῆ τε καὶ ἄλλα εὔστομα, τὰ μὲν Φωκαῆθεν, τὰ δὲ Κνιδόθεν, πάντα μέντοι ἀνεμοφόρητα καὶ ὑμενόστρακα.
レクシパネス様々な杯がデルファイ式のテーブルに置かれていた。 「額を隠すもの」、持ちやすい把手のついたメントル作の柄杓、ボンビュリオス、細首の杯、そしてテリクレスが焼いたような、口の広いものや狭いものなど、粘土から作られた多くの器があり、それらはポカイア産やクニドス産であったが、いずれも風に飛ぶほど薄く、膜のようであった。
κυμβία δὲ ἦν καὶ φιαλίδες καὶ ποτήρια γραμματικά, ὥστε μεστὸν ἦν τὸ κυλικεῖον.
一対の杯や浅い皿、文字の刻まれた杯などがあり、飾り棚は満杯であった。
§8Λεξιφάνης
ὁ μέντοι ἰπνολέβης ὑπερπαφλάζων ἐς κεφαλὴν ἡμῖν ἐπέτρεπε τοὺς ἄνθρακας.
レクシパネスしかし、湯沸かし釜が激しく沸騰して、私たちの頭に炭火をひっくり返した。
ἐπίνομεν δὲ ἀμυστὶ καὶ ἤδη ἀκροθώρακες ἦμεν·
私たちは一気に酒を飲み干し、すでにほろ酔い加減であった。
εἶτʼ ἐχριόμεθα βακχάριδι καὶ εἰσεκύκλησέ τις ἡμῖν τὴν ποδοκτύπην καὶ τριγωνίστριαν·
それからバッカリスの香油を体に塗り、誰かが私たちのために「足踏み拍子板を鳴らす女」と「三角竪琴を弾く女」を車に乗せて入れてくれた。
μετὰ δὲ ὁ μέν τις ἐπὶ τὴν κατήλιφα ἀναρριχησάμενος ἐπιφόρημα ἐζήτει, ὁ δὲ ληκίνδα ἔπαιζεν, ἄλλος ἐρρικνοῦτο σὺν γέλωτι τὴν ὀσφῦν.
その後、ある者は梁に登ってデザートを探し、別の者はリキンダという遊びをし、またある者は笑いながら腰をくねらせていた。