Humanitext Reader

琉善 · 莱克西法内斯 §9-12

迟到客人的加入与狄尼亚斯被捕的经过

第 3 段,共 6 段 · 希腊语

内容简介

迟到的梅加洛纽莫斯、凯雷阿斯和欧德莫斯加入宴会,并讲述了狄尼亚斯因直呼圣名而被捕的荒诞遭遇,以及达马西亚斯之子迪翁的上吊未遂和阿尔忒弥斯显灵拯救的奇迹。

§9Λεξιφάνης καὶ ἐν ταὐτῷ λελουμένοι εἰσεκώμασαν ἡμῖν αὐτεπάγγελτοι Μεγαλώνυμός τε ὁ δικοδίφης καὶ Χαιρέας ὁ χρυσοτέκτων ὁ κατὰ νώτου ποικίλος καὶ ὁ ὠτοκάταξις Εὔδημος.
莱克西法内斯与此同时,洗过澡的诉讼狂梅加洛纽莫斯、背上有鞭痕的金匠凯雷阿斯以及被打碎耳朵的欧德莫斯,作为不请自来的狂欢者闯了进来。
κἀγὼ ἠρόμην αὐτούς, τί παθόντες ὀψὲ ἥκοιεν.
我问他们遭遇了什么事,竟来得这么迟。
ὁ μὲν οὖν Χαιρέας, ἐγώ, ἦ δʼ ὅς, λῆρόν τινα ἐκρότουν καὶ ἐλλόβια καὶ πέδας τῇ θυγατρὶ τῇ ἐμῇ καὶ διὰ τοῦτο ὑμῖν ἐπιδείπνιος ἀφῖγμαι, ἐγὼ δέ, ἦ δʼ ὃς ὁ Μεγαλώνυμος, περὶ ἄλλα εἶχον·
于是凯雷阿斯说道: “我嘛,” 他说道, “刚才正在为我的女儿打造一些小金饰、耳环和足链,因此才在你们用完餐后赶来。 ” “而我,” 梅加洛纽莫斯说道, “则忙于其他事务。
ἦν μὲν γὰρ ἄδικος ἡ ἡμέρα, ὡς ἴστε, καὶ ἄλογος·
因为如你们所知,今天是休庭日,也是不进行辩论的日子。
ὡς ἂν οὖν ἐχεγλωττίας οὔσης οὔτε ῥησιμετρεῖν εἶχον οὔτε ἡμερολεγδὸν προσυδρονομεῖσθαι·
因此,在必须保持沉默的情况下,我既不能看着水钟限时演说,也不能按日分得水钟的水量。
πυθόμενος δὲ ὅτι ὁ στρατηγὸς ὀπτός ἐστιν, λαβὼν ἄχρηστα ἱμάτια εὐήτρια καὶ ἀφόρητα ὑποδήματα ἐξέφρησα ἐμαυτόν.
但听说长官可以面见,我便穿上未用过的精织斗篷和未穿过的鞋子,出了家门。
§10Λεξιφάνης εἶτʼ εὐθὺς ἐντυγχάνω δᾳδούχῳ τε καὶ ἱεροφάντῃ καὶ τοῖς ἄλλοις ἀρρητοποιοῖς Δεινίαν σύρουσιν ἄγδην ἐπὶ τὴν ἀρχήν, ἔγκλημα ἐπάγοντας ὅτι ὠνόμαζεν αὐτούς, καὶ ταῦτα εὖ εἰδὼς ὅτι ἐξ οὗπερ ὡσιώθησαν, ἀνώνυμοί τέ εἰσι καὶ οὐκέτι ὀνομαστοὶ ὡς ἂν ἱερώνυμοι ἤδη γεγενημένοι.
” 莱克西法内斯 “然后我立刻遇见了持炬者、祭司和其他秘仪主持者,他们正强行将狄尼亚斯拉往官署,指控他直呼他们的名字,而且这还是在他明知自他们受封圣职以来,便已无名、不再能被直呼其名,因为他们如今已成了拥有圣名之人的情况下。
οὐκ οἶδα, ἦν δʼ ἐγώ, ὃν λέγεις τὸν Δεινίαν·
” “我不知道,” 我说道, “你所说的狄尼亚斯是谁;不过这个名字倒挺合我心意。
αἰκάλλει δʼ οὖν με τοὔνομα. ἔστιν, ἦ δʼ ὅς, ἐν τοῖς σκιραφείοις ἐγκαψικήδαλος ἄνθρωπος τῶν αὐτοληκύθων καὶ τῶν αὐτοκαβδάλων, ἀεὶ κουριῶν, ἐνδρομίδας ὑποδούμενος ἢ βαυκίδας, ἀμφιμάσχαλον ἔχων.
” “他就是,” 他说道, “在赌场里狼吞虎咽大蒜酱的家伙,是那种自备香油瓶、粗鲁凑合的无赖之一,总是头发蓬乱,穿着猎靴或女式便鞋,披着无袖的粗布衣服。
τί οὖν, ἦν δʼ ἐγώ, ἔδωκεν ἀμηγέπη δίκην ἢ λὰξ πατήσας ᾤχετο;
” “那么,” 我说道, “他是在某种程度上受到了惩罚,还是把法律践踏在脚下溜之大吉了?
καὶ μὴν ἐκεῖνός γε, ἦ δʼ ὅς, ὁ τέως σαυλούμενος, ἤδη ἔμπεδός ἐστιν· ὁ γὰρ στρατηγὸς καίτοι ἀτιμαγελοῦντι καρπόδεσμά τε αὐτῷ περιθεὶς καὶ περιδέραιον ἐν ποδοκάκαις καὶ ποδοστράβαις ἐποίησεν εἶναι.
” “事实上,那家伙,” 他说道, “平日里摇摆作态,如今却被牢牢固定住了;因为长官尽管面对这个不服管束的家伙,还是给他戴上了手铐和颈枷,并把他关在足枷和锁具里。
ὥστε ἔνδεσμος ὢν ὑπέβδυλλέν τε ὁ κακοδαίμων ὑπὸ τοῦ δέους καὶ πορδαλέος ἦν καὶ χρήματα ἀντίψυχα διδόναι ἤθελεν.
因此,在被束缚的状态下,那个可怜的家伙因恐惧而暗中放屁,不断排气,甚至愿意支付赎金来保命。
§11Λεξιφάνης ἐμὲ δέ, ἦ δʼ ὃς ὁ Εὔδημος, ὑπὸ τὸ ἀκροκνεφὲς μετεστείλατο Δαμασίας ὁ πάλαι μὲν ἀθλητὴς καὶ πολυνίκης, νῦν δὲ ἤδη ὑπὸ γήρως ἔξαθλος ὤν·
” 莱克西法内斯 “至于我,” 欧德莫斯说道, “在暮色降临之时,受到了达马西亚斯的召唤。
οἶσθα τὸν χαλκοῦν τὸν ἑστῶτα ἐν τῇ ἀγορᾷ.
他以前是个运动员,多次获得胜利,但现在因年老而退役了——你认得矗立在广场上的那座青铜像。
καὶ τὰ μὲν πιττῶν τὰ δὲ εὕων διετέλεσεν, ἐξοικιεῖν γὰρ ἔμελλε τήμερον εἰς ἀνδρὸς τὴν θυγατέρα καὶ ἤδη ἐκάλλυνεν αὐτήν.
他当时正忙着,一会儿用松脂拔毛,一会儿用火燎,因为他今天正要把女儿嫁人,已经在给她打扮了。
εἶτα Τερμέριόν τι κακὸν ἐμπεσὸν διέκοψε τὴν ἑορτήν· ὁ γὰρ υἱὸς αὐτοῦ ὁ Δίων, οὐκ οἶδʼ ἐφʼ ὅτῳ λυπηθείς, μᾶλλον δὲ θεοσεχθρίᾳ σχεθείς, ἀπῆγξεν ἑαυτόν, καὶ εὖ ἴστε, ἀπωλώλει ἄν, εἰ μὴ ἐγὼ ἐπιστὰς ἀπηγχόνισά τε αὐτὸν καὶ παρέλυσα τῆς ἐμβροχῆς, ἐπὶ πολύ τε ὀκλὰξ παρακαθήμενος ἐπένυσσον τὸν ἄνθρωπον, βαυκαλῶν καὶ διακωδωνίζων, μή πῃ ἔτι συνεχὴς εἴη τὴν φάρυγγα.
然而,突如其来的特尔梅里乌斯式的灾难打断了节日;因为他的儿子迪翁,不知因何事而苦恼,或者更确切地说是被对神明的憎恶所控制,上吊自尽了。 要明白,若不是我及时赶到,解开绳子并将他从套索中救下来,他早就没命了。 我长时间蹲坐在他的身旁,戳戳那个家伙,安抚并测试他,担心他的喉咙在某处仍被堵住。
τὸ δὲ μάλιστα ὀνῆσαν ἐκεῖνο ἦν, ὅτι ἀμφοτέραις κατασχὼν αὐτοῦ τὰ ἄκρα διεπίεσα.
而最有效的办法是,我用双手抓住他的四肢末端并用力揉捏。
§12Λεξιφάνης μῶν ἐκεῖνον, ἦν δʼ ἐγώ, φὴς Δίωνα τὸν καταπύγονα καὶ λακκοσχέαν, τὸν μύρτωνα καὶ σχινοτρώκταν νεανίσκον, ἀναφλῶντα καὶ βλιμάζοντα, ἤν τινα πεώδη καὶ πόσθωνα αἴσθηται;
” 莱克西法内斯 “你说的莫非是,” 我说道, “那个好色且穿肥大裤子的迪翁,那个拔掉体毛、咀嚼乳香的年轻人,一旦注意到有人阳具雄伟便会自慰并上前抚摸的家伙?
μίνθων ἐκεῖνός γε καὶ λαικαλέος.
” “他真是个十足的废物和男色之徒。
ἀλλὰ τοί γε τὴν θεόν, ἦ δʼ ὃς ὁ Εὔδημος, θαυμάσας — Ἄρτεμις γάρ ἐστιν αὐτοῖς ἐν μέσῃ τῇ αὐλῇ, Σκοπάδειον ἔργον — ταύτῃ προσπεσόντες ὅ τε Δαμασίας καὶ ἡ γυνὴ αὐτοῦ, πρεσβῦτις ἤδη καὶ τὴν κεφαλὴν πολιὰς ἀκριβῶς, ἱκέτευον ἐλεῆσαι σφᾶς·
” “但无论如何,看在女神的分上,” 欧德莫斯说道, “因为他们庭院中央有一尊阿尔忒弥斯像,是斯科帕斯的作品——达马西亚斯和他的妻子(已是老妇,头发全白了)伏在像前,恳求她怜悯他们。
ἡ δὲ αὐτίκα ἐπένευσεν, καὶ σῶς ἦν, καὶ νῦν Θεόδωρον, μᾶλλον δὲ περιφανῶς Ἀρτεμίδωρον ἔχουσι τὸν νεανίσκον.
女神立刻点头允诺,他便平安无事了。 现在他们拥有了这个年轻人,视之为‘神的礼物’,更确切地说,显然是‘阿尔忒弥斯的礼物’。
ἀνέθεσαν οὖν αὐτῇ τά τε ἄλλα καὶ βέλη καὶ τόξα, ὅτι χαίρει τούτοις· τοξότις γὰρ καὶ ἑκηβόλος καὶ τηλέμαχος ἡ Ἄρτεμις.
因此他们向她奉献了弓箭等物,因为她喜爱这些;阿尔忒弥斯是弓箭手、远射者和远战者。 ”

词汇与语法注释

  1. p.v.5.p.306τί παθόντες — 疑问代名词 τί 与 πάσχω(遭受、经历)的主动不定过去时分词 παθόντες 结合,是询问意料之外或不妙情况之原因的惯用表达,意为“为什么”、“怎么会”。
  2. p.v.5.p.306καὶ ταῦτα εὖ εἰδὼς — 主格分词 εἰδώς 在语法上本应与前文的宾格宾语 Δεινίαν 一致而写作 εἰδότα,但受从句逻辑主语(狄尼亚斯)的影响而误用为主格。这是作者故意使用的破格(Anacoluthon)手法,旨在讽刺主角莱克西法内斯那矫揉造作却不合规范的拟古雅典方言文体。
  3. p.v.5.p.310ἀπωλώλει ἄν — 不及物动词 ἀπόλλυμι(毁灭、死亡)的直说法语气过去完成时 ἀπωλώλει 连同助词 ἄν,与条件句(εἰ μὴ...)一起构成过去相反的事实虚拟条件句的主句,表示“本就会死”。
  4. p.v.5.p.310μή πῃ ἔτι συνεχὴς εἴη τὴν φάρυγγα — 由表示担忧的助词 μή(唯恐、担心)引导的从句,因主句动词为过去时(ἐπένυσσον),所以从句动词采用希求语气 εἴη。此外,宾格名词 τὴν φάρυγγα 是用作“关系宾格”(accusative of respect),用来限定形容词 συνεχής(堵塞的、闭塞的)所指的具体身体部位。

引用这一段

琉善, 莱克西法内斯 §9-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg046.humanitext-grc2:9-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。