§21Λυκῖνος
οὐ μόνον δὲ τοῦτο ἑκατέρου αὐτῶν γνώρισμά ἐστιν, τὸ τοὺς μὲν κόλακας οὐκ ὀκνεῖν καὶ ψεύδεσθαι τοῦ χαρίσασθαι ἕνεκα τοῖς ἐπαινουμένοις, ἐξαίρειν δὲ τοὺς ἐπαινοῦντας τὰ ὑπάρχοντα πειρᾶσθαι· ἀλλὰ κἀκείνῳ οὐ μικρῷ διαλλάττουσιν, ὅτι οἱ μὲν κόλακες, ἐφʼ ὅσον οἷόν τε αὐτοῖς, χρῶνται ταῖς ὑπερβολαῖς, οἱ ἐπαινοῦντες δὲ καὶ ἐν αὐταῖς ταύταις σωφρονοῦσιν καὶ ἐντὸς τῶν ὅρων μένουσιν.
卢基诺斯这不仅是他们两者的特征,即谄媚者为了讨好被赞美者而不惜撒谎,而赞美者则试图提升现有的优点;而且他们还在另一个不小的方面有所不同:谄媚者尽可能地使用夸张,而赞美者即使在这些夸张之中也保持克制,并留在界限之内。
ταῦτά σοι ἀπὸ πολλῶν ὀλίγα κολακείας καὶ ἐπαίνου ἀληθοῦς δείγματα, ὡς μὴ πάντας ὑποπτεύσῃς τοὺς ἐπαινοῦντας, ἀλλὰ διακρίνῃς καὶ παραμετρῇς τῷ οἰκείῳ μέτρῳ ἑκάτερον.
这些是给你的、从众多例子中选出的关于谄媚与真实赞美的少数样本,免得你怀疑所有的赞美者,而是能够用其各自适当的尺度来区分并衡量他们。
§22Λυκῖνος
φέρʼ οὖν, εἰ δοκεῖ, πρόσαγε τοῖς ὑπʼ ἐμοῦ εἰρημένοις τοὺς κανόνας ἀμφοτέρους, ὡς μάθῃς εἴτε τούτῳ εἴτʼ ἐκείνῳ ἐοίκασιν.
卢基诺斯那么,如果可以的话,请把这两个标准应用到我所说的话上,以便你了解它们是像这一种还是像那一种。
ἐγὼ γὰρ εἰ μέν τινα ἄμορφον οὖσαν ἔφην τῷ ἐν Κνίδῳ ἀγάλματι ὁμοίαν, γόης ἂν καὶ τοῦ Κυναίθου κολακικώτερος ὄντως νομιζοίμην· εἰ δὲ τοιαύτην ὑπάρχουσαν οἵαν πάντες ἴσασιν, οὐ πάνυ ἐκ πολλοῦ διαστήματος ἦν τὸ τόλμημα.
因为如果我说一个丑陋的女人像克尼多斯的雕像,那我确实会被认为是个骗子,比库奈托斯还要谄媚;但如果她正如大家所知道的那样,那么这种大胆就绝非脱离实际。
§23Λυκῖνος
τάχʼ ἂν οὖν φαίης, μᾶλλον δὲ ἤδη εἴρηκας,
ἐπαινεῖν μέν σοι εἰς τὸ κάλλος ἐφείσθω· ἀνεπίφθονον μέντοι ποιήσασθαι τὸν ἔπαινον ἐχρῆν, ἀλλὰ μὴ θεαῖς ἀπεικάζειν ἄνθρωπον οὖσαν.
卢基诺斯或许你会说,或者更确切地说,你已经说过了: “允许你赞美她的美貌;然而,你本应当使这种赞美不招致反感,而不应该把一个凡人比作女神。
ἐγὼ δὲ — ἤδη γάρ με προάξεται τἀληθὲς εἰπεῖν — οὐ θεαῖς σε, ὦ βελτίστη, εἴκασα, τεχνιτῶν δὲ ἀγαθῶν δημιουργήμασιν λίθου καὶ χαλκοῦ ἢ ἐλέφαντος πεποιημένοις· τὰ δὲ ὑπʼ ἀνθρώπων γεγενημένα οὐκ ἀσεβές, οἶμαι, ἀνθρώποις εἰκάζειν.
” 但我——因为真理现在将促使我说出来——最优秀的女士啊,我并没有把你比作女神,而是比作优秀工匠用石头、青铜或象牙制作的艺术品;而我认为,将人类与人类所制作的东西相比较,并非不敬。
ἐκτὸς εἰ μὴ σὺ τοῦτο εἶναι τὴν Ἀθηνᾶν ὑπείληφας τὸ ὑπὸ Φειδίου πεπλασμένον ἢ τοῦτο τὴν οὐρανίαν Ἀφροδίτην ὃ ἐποίησεν Πραξιτέλης ἐν Κνίδῳ οὐ πάνυ πολλῶν ἐτῶν.
除非你认为菲迪亚斯所塑造的那个东西就是雅典娜,或者普拉克西特列斯不久前在克尼多斯所做的那个东西就是天上的阿芙罗狄忒。
ἀλλʼ ὅρα μὴ ἄσεμνον ᾖ τὰ τοιαῦτα περὶ τῶν θεῶν δοξάζειν, ὧν τάς γε ἀληθεῖς εἰκόνας ἀνεφίκτους εἶναι ἀνθρωπίνῃ μιμήσει ἔγωγε ὑπολαμβάνω.
但请注意,对神明持有这样的看法是否不妥,因为我相信神明的真实形象是人类模仿所无法企及的。
§24Λυκῖνος
εἰ δὲ καὶ ὅτι μάλιστά σε αὐταῖς ἐκείναις εἴκασα, οὐκ ἐμὸν τοῦτο, οὐδὲ ἐγὼ πρῶτος ταύτην ἐτεμόμην τὴν ὁδόν, ἀλλὰ πολλοὶ καὶ ἀγαθοὶ ποιηταί, καὶ μάλιστα ὁ πολίτης ὁ σὸς Ὅμηρος, ὃν καὶ νῦν ἀναβιβάσομαι συναγορεύσοντά μοι, ἢ οὐδεμία μηχανὴ μὴ οὐχὶ καὶ αὐτὸν σὺν ἐμοὶ ἁλῶναι.
卢基诺斯但是,即使我尽可能地把你比作那些女神本身,这也不是我的发明,我也不是第一个开辟这条道路的人,而是许多优秀的诗人,尤其是你的同胞荷马,我今天要把他召来为我辩护,否则就没有任何办法不让他与我一同被定罪。
ἐρήσομαι τοίνυν αὐτόν, μᾶλλον δὲ σὲ ὑπὲρ αὐτοῦ — καὶ γὰρ διαμνημονεύεις εὖ ποιοῦσα τὰ χαριέστατα τῶν ἐρραψῳδημένων αὐτῷ — τί σοι ἐκεῖνος δοκεῖ, ὁπόταν περὶ τῆς αἰχμαλώτου λέγῃ τῆς Βρισηΐδος ὅτι χρυσῇ Ἀφροδίτῃ ἰκέλη ἐπένθει τὸν Πάτροκλον;
因此,我要问他,或者更确切地说,代表他问你——因为你很好地记住了他所吟诵的最优美的诗句——当他提到被俘的布里塞伊斯“像金色的阿芙罗狄忒”一样哀悼帕特罗克洛斯时,你认为他如何?
εἶτα μετὰ μικρόν, ὡς οὐχ ἱκανὸν εἰ μόνῃ τῇ Ἀφροδίτῃ ἐοικυῖα ἔσται,
"εἶπε δʼ ἄρα — φησίν — κλαίουσα γυνὴ εἰκυῖα θεῇσιν.
然后过了一会儿,仿佛仅仅像阿芙罗狄忒还不够似的,他写道:“她哭着说,那像女神一样的妇人。
"
ὁπόταν οὖν τὰ τοιαῦτα λέγῃ, μισεῖς κἀκεῖνον καὶ ἀπορρίπτεις τὸ βιβλίον, ἢ δίδως αὐτῷ ἐλευθεριάζειν ἐν τῷ ἐπαίνῳ;
” 每当他说出这样的话时,你是否也讨厌他并扔掉他的书,还是你允许他在赞美中享有自由?
ἀλλὰ κἂν σὺ μὴ δῷς, ὅ γε τοσοῦτος αἰὼν δέδωκεν, οὐδʼ ἔστιν ὅστις αὐτὸν ἐπὶ τούτῳ ᾐτιάσατο, οὐδὲ ὁ μαστίξαι τολμήσας αὐτοῦ τὴν εἰκόνα οὐδʼ ὁ τὰ νόθα ἐπισημηνάμενος τῶν ἐπῶν ἐν τῇ παραγραφῇ τῶν ὀβελῶν.
即使你不允许,漫长的岁月也已经允许了,而且没有一个人为此指责过他,既没有敢鞭打他的画像的人,也没有在批注中使用短剑号指出他诗句中伪作的人。
εἶτα ἐκείνῳ μὲν ἐφεθήσεται βάρβαρον γυναῖκα, καὶ ταῦτα κλαίουσαν, τῇ χρυσῇ Ἀφροδίτῃ εἰκάσαι, ἐγὼ δʼ, ἵνα μὴ τὸ κάλλος εἴπω, διότι μὴ ἀνέχῃ ἀκούουσα, οὐκ ἂν παραβάλλοιμι θεῶν εἰκόσι γυναῖκα φαιδρὰν καὶ μειδιῶσαν τὰ πολλά, ὅπερ θεοῖς ὅμοιον ἄνθρωποι ἔχουσιν;
既然如此,他被允许将一个蛮族妇人,而且是在哭泣中的妇人,比作金色的阿芙罗狄忒,而我——为了不提她的美丽,免得你听不下去——难道就不能将一位神采飞扬、常常微笑的女士与神明的雕像相比吗? 而这正是人类与神明最相似的地方。