- 底本
- Lucian, Vol. 4. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg040.humanitext-grc2:21-24
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
リュキノスは、諂いと真実の称賛の定義や基準を提示したうえで、自分の言葉が真実の称賛に値することを示す。また、美しき女性を神の肖像に例えることは、ホメロスなどの高名な詩人の前例に倣ったものであり、決して不敬ではないと主張する。
Λυκῖνος οὐ μόνον δὲ τοῦτο ἑκατέρου αὐτῶν γνώρισμά ἐστιν, τὸ τοὺς μὲν κόλακας οὐκ ὀκνεῖν καὶ ψεύδεσθαι τοῦ χαρίσασθαι ἕνεκα τοῖς ἐπαινουμένοις, ἐξαίρειν δὲ τοὺς ἐπαινοῦντας τὰ ὑπάρχοντα πειρᾶσθαι· ἀλλὰ κἀκείνῳ οὐ μικρῷ διαλλάττουσιν, ὅτι1 οἱ μὲν κόλακες, ἐφʼ ὅσον οἷόν τε αὐτοῖς, χρῶνται ταῖς ὑπερβολαῖς, οἱ ἐπαινοῦντες δὲ καὶ ἐν αὐταῖς ταύταις σωφρονοῦσιν καὶ ἐντὸς τῶν ὅρων μένουσιν. ταῦτά σοι ἀπὸ πολλῶν ὀλίγα κολακείας καὶ ἐπαίνου ἀληθοῦς δείγματα, ὡς μὴ πάντας ὑποπτεύσῃς τοὺς ἐπαινοῦντας, ἀλλὰ διακρίνῃς καὶ παραμετρῇς τῷ οἰκείῳ μέτρῳ ἑκάτερον.
リュキノス そして、彼ら二人の区別は、諂う者が称賛される者たちに気に入られるためにためらわずに嘘をもつくこと、他方で称賛する者が備わっている美点を高めようと試みること、これだけではない。それだけでなく、彼らは次の点でも少なからず異なっている。すなわち、諂う者は彼らに可能な限り誇張を用いるが、称賛する者はその誇張そのものの中にあっても節度を守り、限界の内にとどまるという点である。 これらは、多くのものから選んだ、君への諂いと真実の称賛のわずかな例であり、君がすべての称賛者を疑うのではなく、各々をそれ固有の尺度によって区別し、推し量るためである。
Λυκῖνος φέρʼ οὖν, εἰ δοκεῖ, πρόσαγε τοῖς ὑπʼ ἐμοῦ εἰρημένοις τοὺς κανόνας ἀμφοτέρους, ὡς μάθῃς εἴτε τούτῳ εἴτʼ ἐκείνῳ ἐοίκασιν. ἐγὼ γὰρ εἰ μέν τινα ἄμορφον οὖσαν ἔφην τῷ ἐν Κνίδῳ ἀγάλματι ὁμοίαν, γόης ἂν καὶ τοῦ Κυναίθου κολακικώτερος ὄντως νομιζοίμην· εἰ δὲ τοιαύτην ὑπάρχουσαν οἵαν πάντες ἴσασιν, οὐ πάνυ ἐκ πολλοῦ διαστήματος ἦν τὸ τόλμημα.
リュキノス さあ、それでは、もしよければ、私の語った言葉に両方の基準を当てはめてみてほしい。それらがこちらとあちらのどちらに似ているかを知るために。なぜなら、もし私が、醜い女性をクニドスの彫像に似ていると言ったなら、私は実際にペテン師であり、キュナイトスよりも諂い者であると見なされるだろう。しかし、誰もが知っているような美を備えている女性に対してであれば、その大胆さは決して突飛なものではなかったのだ。
Λυκῖνος τάχʼ ἂν οὖν φαίης, μᾶλλον δὲ ἤδη εἴρηκας, ἐπαινεῖν μέν σοι εἰς τὸ κάλλος ἐφείσθω· ἀνεπίφθονον μέντοι ποιήσασθαι τὸν ἔπαινον ἐχρῆν, ἀλλὰ μὴ θεαῖς ἀπεικάζειν ἄνθρωπον οὖσαν. ἐγὼ δὲ — ἤδη γάρ με προάξεται τἀληθὲς εἰπεῖν — οὐ θεαῖς σε, ὦ βελτίστη, εἴκασα, τεχνιτῶν δὲ ἀγαθῶν δημιουργήμασιν λίθου καὶ χαλκοῦ ἢ ἐλέφαντος πεποιημένοις· τὰ δὲ ὑπʼ ἀνθρώπων γεγενημένα οὐκ ἀσεβές, οἶμαι, ἀνθρώποις εἰκάζειν. ἐκτὸς εἰ μὴ σὺ τοῦτο εἶναι τὴν Ἀθηνᾶν2 ὑπείληφας τὸ ὑπὸ Φειδίου πεπλασμένον ἢ τοῦτο τὴν οὐρανίαν Ἀφροδίτην ὃ ἐποίησεν Πραξιτέλης ἐν Κνίδῳ οὐ πάνυ πολλῶν ἐτῶν. ἀλλʼ ὅρα μὴ ἄσεμνον ᾖ τὰ τοιαῦτα περὶ τῶν θεῶν δοξάζειν, ὧν τάς γε ἀληθεῖς εἰκόνας ἀνεφίκτους εἶναι ἀνθρωπίνῃ μιμήσει ἔγωγε ὑπολαμβάνω.
リュキノス おそらく君はこう言うだろう、というよりは、すでに言ったのだ。 「美について君が称賛することは許そう。しかし、その称賛は反感を買わないものにすべきであった。人間である者を女神たちになぞらえるべきではなかった。」 しかし私は――真実を語ることがすでに私に促されているのだから言うが――最善なる女性よ、私はあなたを女神たちに例えたのではない。優れた職人たちが石や青銅、あるいは象牙で制作した創作物に例えたのだ。そして、人間によって作られたものに人間を例えることは、不敬ではないと私は考える。ただし、もし君が、フェイディアスによって型作られたこれこそがアテナであるとか、プラクシテレスがさほど昔でもないクニドスで作ったこれこそが天上のアフロディテであると想定しているのでなければの話だが。しかし、神々についてそのようなことを考えるのは不敬ではないか気をつけたまえ。神々の真の姿は、人間の模倣によっては到達不可能なものであると私は考えているからだ。
Λυκῖνος εἰ δὲ καὶ ὅτι μάλιστά σε αὐταῖς ἐκείναις εἴκασα, οὐκ ἐμὸν τοῦτο, οὐδὲ ἐγὼ πρῶτος ταύτην ἐτεμόμην τὴν ὁδόν, ἀλλὰ πολλοὶ καὶ ἀγαθοὶ ποιηταί, καὶ μάλιστα ὁ πολίτης ὁ σὸς Ὅμηρος, ὃν καὶ νῦν ἀναβιβάσομαι συναγορεύσοντά μοι, ἢ οὐδεμία μηχανὴ μὴ οὐχὶ καὶ αὐτὸν σὺν ἐμοὶ ἁλῶναι.3 ἐρήσομαι τοίνυν αὐτόν, μᾶλλον δὲ σὲ ὑπὲρ αὐτοῦ — καὶ γὰρ διαμνημονεύεις εὖ ποιοῦσα τὰ χαριέστατα τῶν ἐρραψῳδημένων αὐτῷ — τί σοι ἐκεῖνος δοκεῖ, ὁπόταν περὶ τῆς αἰχμαλώτου λέγῃ τῆς Βρισηΐδος ὅτι χρυσῇ Ἀφροδίτῃ ἰκέλη ἐπένθει τὸν Πάτροκλον; εἶτα μετὰ μικρόν, ὡς οὐχ ἱκανὸν εἰ μόνῃ τῇ Ἀφροδίτῃ ἐοικυῖα ἔσται, "εἶπε δʼ ἄρα — φησίν — κλαίουσα γυνὴ εἰκυῖα θεῇσιν." ὁπόταν οὖν τὰ τοιαῦτα λέγῃ, μισεῖς κἀκεῖνον καὶ ἀπορρίπτεις τὸ βιβλίον, ἢ δίδως αὐτῷ ἐλευθεριάζειν ἐν τῷ ἐπαίνῳ; ἀλλὰ κἂν σὺ μὴ δῷς, ὅ γε τοσοῦτος αἰὼν δέδωκεν, οὐδʼ ἔστιν ὅστις αὐτὸν ἐπὶ τούτῳ ᾐτιάσατο, οὐδὲ ὁ μαστίξαι τολμήσας αὐτοῦ τὴν εἰκόνα οὐδʼ ὁ τὰ νόθα ἐπισημηνάμενος τῶν ἐπῶν ἐν τῇ παραγραφῇ τῶν ὀβελῶν. εἶτα ἐκείνῳ μὲν ἐφεθήσεται βάρβαρον γυναῖκα, καὶ ταῦτα κλαίουσαν, τῇ χρυσῇ Ἀφροδίτῃ εἰκάσαι, ἐγὼ δʼ, ἵνα μὴ τὸ κάλλος εἴπω, διότι μὴ ἀνέχῃ ἀκούουσα,4 οὐκ ἂν παραβάλλοιμι θεῶν εἰκόσι γυναῖκα φαιδρὰν καὶ μειδιῶσαν τὰ πολλά, ὅπερ θεοῖς ὅμοιον ἄνθρωποι ἔχουσιν;
リュキノス だが、仮に私があなたをまさに彼女たち自身に例えたのだとしても、それは私のせいではないし、私が最初にこの道を切り開いたわけでもない。多くの優れた詩人たち、とりわけ君の同胞であるホメロスがそうしたのだ。私は彼をいま、私を弁護するために召喚しよう。さもなければ、彼も私とともに有罪となるのを避ける手立てはない。 そこで、私は彼に、いやむしろ彼の代わりに君に尋ねよう(というのも、君は親切にも彼が吟誦した詩のうち最も優雅な部分をよく覚えているからだ)。彼が捕囚の身であるブリセイスについて、彼女が「黄金のアフロディテに似て」パトロクロスを哀悼したと語るとき、彼をどう思うか。その後すぐ、もしアフロディテだけに似ているのでは不十分であるかのように、こう言っている。「彼女は語った、神々に似た泣き叫ぶ女は」と。 彼がこのようなことを語るとき、君は彼をも憎んでその書物を放り投げるのか、それとも称賛において自由に振る舞うことを彼に許すのか。たとえ君が許さなくとも、これほどの歳月がそれを許してきたし、このことについて彼を非難した者は一人もない。彼の肖像を鞭打とうとあえてした者も、批判記号を付してその詩句の中に偽作を指摘した者もいない。 そうであるなら、彼には異邦人の女を、しかも泣いている女を、黄金のアフロディテに例えることが許されるのに、私は――君はそれを聞くのに耐えられないから、その美については言わないが――快活で、たいていは微笑んでいる女性を、人間が神々と同じように持っている特徴において、神々の彫像に比較してはならないというのか。
- 21κἀκείνῳ... ὅτι
指示代名詞与格 κἀκείνῳ (καὶ ἐκείνῳ) は、動詞 διαλλάττουσιν が表す差異の基準(あるいは関係)を示す「〜の点において」の与格(dative of respect / difference)。その具体的な内容が、後ろに続く ὅτι 節によって詳しく説明されている。
- 23τοῦτο εἶναι τὴν Ἀθηνᾶν
動詞 ὑπείληφας(想定する)の目的語となる対格不定詞構文(accusative with infinitive)。指示代名詞 τοῦτο(これ、すなわち彫像)が不定詞 εἶναι の意味上の主語であり、対格の τὴν Ἀθηνᾶν がその述語である。
- 24μηχανὴ μὴ οὐχὶ... ἁλῶναι
否定語 οὐδεμία(〜ない)を伴う主節 οὐδεμία μηχανή [ἐστιν](いかなる手立てもない)を受けて、不定詞 ἁλῶναι(ἁλίσκομαι のアオリスト不定詞:捕らえられる、有罪となる)の前に二重否定の μὴ οὐχὶ が置かれている。「彼が〜に捕らえられない(罪を免れない)手立ては全くない」という強い確信・必然を表す構文。
- 24διότι μὴ ἀνέχῃ ἀκούουσα
διότι は理由を表す接続詞。ἀνέχῃ は中動態動詞 ἀνέχομαι(耐える)の直説法現在2人称単数。後期ギリシア語では理由節(διότι)の否定に μὴ が用いられることがある。また、ἀνέχομαι は補語として分詞を取るため、女性単数主格の分詞 ἀκούουσα(聞くこと)が補語として機能している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(7 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 訳文 6 件
