§19Λυκῖνος
ἐκεῖνο δέ γέ φημι, τοιαύτας ἡμῖν τὰς ἀφορμὰς τῶν ἐπαινετικῶν τούτων λόγων εἶναι, ὡς χρὴ τὸν ἐπαινοῦντα καὶ εἰκόσι καὶ ὁμοιώσεσι προσχρῆσθαι, καὶ σχεδὸν ἐν τούτῳ τὸ μέγιστόν ἐστιν εὖ εἰκάσαι·
卢基诺斯但我可以说,我们这些赞美词句的出发点正是,赞美者也必须同时使用肖像和比拟,而在这之中,最重要的一点就是进行得体的比拟。
τὸ δὲ εὖ ὧδε μάλιστʼ ἂν κρίνοιτο, οὐκ ἤν τις τοῖς ὁμοίοις παραβάλλῃ οὐδʼ ἢν πρὸς τὸ ὑποδεέστερον ποιῆται τὴν παράθεσιν, ἀλλʼ ἢν πρὸς τὸ ὑπερέχον ὡς οἷόν τε προσβιβάζῃ τὸ ἐπαινούμενον.
至于“得体”,最可以通过以下方式来评判:并非当有人与同等的事物作比较,也不是对较差的事物进行对比,而是当人尽可能将赞美对象提升并接近于更优越的事物时。
οἷον εἴ τις κύνα ἐπαινῶν εἴποι ἀλώπεκος εἶναι μείζω αὐτὸν ἢ αἰλούρου, ἆρά σοι δοκεῖ ὁ τοιοῦτος ἐπαινεῖν εἰδέναι;
例如,如果有人赞美一只狗,说它比狐狸或猫还要大,你是否认为这样的人懂得赞美?
οὐκ ἂν εἴποις.
你肯定不会这么说。
ἀλλὰ μὴν οὐδʼ εἰ λύκῳ φαίη ἴσον αὐτὸν ὑπάρχειν, οὐδὲ οὕτως μεγαλωστὶ ἐπῄνεσεν.
而且,即使他说它与狼不相上下,即使这样,他也算不上是大加赞美。
ἀλλὰ ποῦ τὸ ἴδιον τοῦ ἐπαίνου ἀποτελεῖται;
那么,赞美所特有的本质在何处得以完成呢?
ἢν ὁ κύων τῷ λέοντι ἐοικέναι λέγηται καὶ μέγεθος καὶ ἀλκήν.
如果这只狗在体型和力量上都被说成类似于狮子。
ὡς ὁ τὸν Ὠρίωνος κύνα ἐπαινῶν ἔφη ποιητὴς λεοντοδάμαν αὐτόν· οὗτος γὰρ δὴ κυνὸς ἐντελὴς ἔπαινος.
正如那位赞美奥里翁之狗的诗人称其为“征服狮子者”一样;因为这确实是对一只狗的完美赞美。
καὶ πάλιν εἴ τις Μίλωνα τὸν ἐκ Κρότωνος ἢ Γλαῦκον τὸν ἐκ Καρύστου ἢ Πολυδάμαντα ἐπαινέσαι θέλων ἔπειτα λέγοι ἰσχυρότερον ἕκαστον αὐτῶν γυναικὸς γενέσθαι, οὐκ ἂν οἴει γελασθῆναι αὐτὸν ἐπὶ τῇ ἀνοίᾳ τοῦ ἐπαίνου;
同样,如果有人想要赞美克罗托那的米隆、卡律斯托斯的格劳科斯或波吕达马斯,然后说他们每一个人都比女人更强壮,你难道不认为他会因为这种赞美的愚蠢而遭人嘲笑吗?
ὅπου γε καὶ εἰ ἑνὸς ἀνδρὸς ἔλεγεν ἀμείνω εἶναι αὐτόν, οὐδὲ τοῦτο ἀπέχρησεν ἂν εἰς ἔπαινον.
因为即使他说那人比一个普通男子更优秀,这对于赞美来说也是不够的。
ἀλλὰ πῶς ἐπῄνεσε ποιητὴς εὐδόκιμος τὸν Γλαῦκον, οὐδὲ
Πολυδεύκεος βίαν
φήσας ἀνατείνασθαι ἂν αὐτῷ ἐναντίας τὰς χεῖρας
οὐδὲ σιδάρεον Ἀλκμάνας τέκος;
那么,一位著名的诗人又是如何赞美格劳科斯的呢? 他说,即使是“波吕德乌克斯的力量”也不会针对他举起双手来对抗,甚至“阿尔克墨涅的钢铁之子”也不会。
ὁρᾷς ὁποίοις αὐτὸν θεοῖς εἴκασε· μᾶλλον δὲ καὶ αὐτῶν ἐκείνων ἀμείνω ἀπέφαινεν.
你看到他将格劳科斯比作什么样的神明了;或者说,他甚至表明格劳科斯比这些神明本身还要优秀。
καὶ οὔτε αὐτὸς ὁ Γλαῦκος ἠγανάκτησεν τοῖς ἐφόροις τῶν ἀθλητῶν θεοῖς ἀντεπαινούμενος, οὔτε ἐκεῖνοι ἠμύναντο ἢ τὸν Γλαῦκον ἢ τὸν ποιητὴν ὡς ἀσεβοῦντα περὶ τὸν ἔπαινον, ἀλλὰ εὐδοκίμουν ἄμφω καὶ ἐτιμῶντο ὑπὸ τῶν Ἑλλήνων, ὁ μὲν ἐπὶ τῇ ἀλκῇ, ὁ Γλαῦκος, ὁ δὲ ποιητὴς ἐπί τε τοῖς ἄλλοις καὶ ἐπʼ αὐτῷ τούτῳ μάλιστα τῷ ᾄσματι.
而格劳科斯自己并没有因为被拿来与掌管体育竞技的神明一同受赞美而感到愤怒,那些神明也没有因为格劳科斯或诗人在赞美中表现得不敬而惩罚他们,反而两人都享誉盛名,并受到希腊人的尊敬:格劳科斯是因为他的力量,而诗人则是因为其他成就,尤其是因为这首诗歌本身。
μὴ δὴ θαυμάσῃς εἰ καὶ αὐτὸς εἰκάσαι βουλόμενος, ὅπερ ἦν τῷ ἐπαινοῦντι ἀναγκαῖον, ὑψηλοτέρῳ ἐχρησάμην τῷ παραδείγματι, τοῦτο ὑποβαλόντος τοῦ λόγου.
因此,如果你看到我自己也因为想要进行比拟——这对于赞美者而言是必需的——而使用了一个更高远的标准,这正是论说本身所促成的,请不要对此感到惊讶。
§20Λυκῖνος
ἐπεὶ δὲ καὶ κολακείας ἐπεμνήσθης, ὅτι μὲν καὶ σὺ μισεῖς τοὺς κολακικούς, ἐπαινῶ μέν σε, καὶ οὐκ ἐχρῆν ἄλλως.
卢基诺斯既然你也提到了谄媚,对于你同样讨厌阿谀奉承之辈这一点,我赞赏你,而且本来就不应该有别的态度。
ἐθέλω δέ σοι διακρῖναι καὶ διορίσαι τό τε τοῦ ἐπαινοῦντος ἔργον καὶ τὴν τοῦ κόλακος ὑπερβολήν.
但我希望能为你区分并界定赞美者的职责与谄媚者的过度夸张。
ὁ μὲν οὖν κόλαξ ἅτε τῆς χρείας ἕνεκα τῆς ἑαυτοῦ ἐπαινῶν, ἀληθείας δὲ ὀλίγην ποιούμενος τὴν πρόνοιαν, ἅπαντα ὑπερεπαινεῖν οἴεται δεῖν, ἐπιψευδόμενος καὶ προστιθεὶς παρʼ αὑτοῦ τὰ πλείω, ὡς μὴ ἂν ὀκνῆσαι καὶ τὸν Θερσίτην εὐμορφότερον ἀποφῆναι τοῦ Ἀχιλλέως καὶ τὸν Νέστορα φάναι τῶν ἐπὶ Ἴλιον στρατευσάντων τὸν νεώτατον εἶναι.
谄媚者因为是为了自己的私利而进行赞美,极少顾及真理,因此认为一切都必须过度赞美,撒谎并凭空增添大部分内容,以至于不惜表明瑟西提斯比阿喀琉斯更美,并声称涅斯托尔是远征伊利翁的人中最年轻的一位。
διομόσαιτο δʼ ἂν καὶ τὸν Κροίσου υἱὸν ὀξυηκοώτερον εἶναι τοῦ Μελάμποδος καὶ τὸν Φινέα ὀξύτερον δεδορκέναι τοῦ Λυγκέως, ἤνπερ μόνον κερδᾶναί τι ἐλπίσῃ ἐπὶ τῷ ψεύσματι.
只要他指望能通过谎言获得一些利益,他甚至敢发誓说克洛伊索斯的儿子比梅兰波斯听觉更灵敏,菲纽斯比林叩斯看得更清楚。
ὁ δέ γε αὐτὸ τοῦτο ἐπαινῶν οὐχ ὅπως οὐδʼ ἂν ψεύσαιτό τι ἢ προσθείη τῶν μηδὲ ὅλως προσόντων, τὰ δʼ ὑπάρχοντα αὐτῷ φύσει ἀγαθά, κἂν μὴ πάνυ μεγάλα ᾖ, παραλαβὼν ἐπηύξησε καὶ μείζω ἀπέφηνε· καὶ τολμήσειεν ἂν εἰπεῖν, ἵππον ἐπαινέσαι θέλων, φύσει κοῦφον ὧν ἴσμεν ζῴων καὶ δρομικόν, ὅτι
"Ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέεν οὐδὲ κατέκλα.
而真正的赞美者不仅绝不会说谎或增添任何根本不存在的优点,反而会将对方天生具有的、即使不是特别巨大的美德拿过来,加以提升并展现得更大;当他想要赞美一匹马——在我们所知的动物中天生轻盈且善跑的动物——时,他甚至敢说: “它在谷物穗尖上奔跑,也未曾将其折断。
"
καὶ πάλιν οὐκ ἂν ὀκνήσειεν φάναι
ἀελλοπόδων δρόμον ἵππων.
” 同样,他也不会犹豫去说: “风暴之足的骏马之疾驰。
καὶ ἢν οἰκίαν ἐπαινῇ καλὴν καὶ ἄριστα κατεσκευασμένην, εἴποι ἄν
"Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή.
” 而如果他赞美一座美丽且建造精良的房屋,他会说: “这必是奥林匹斯山宙斯的内庭吧。
"
ὁ δὲ κόλαξ τοῦτο τὸ ἔπος κἂν περὶ τῆς συβώτου καλύβης εἴποι, εἰ μόνον τι παρὰ τοῦ συβώτου λαβεῖν ἐλπίσειεν· ὅπου Κύναιθος ὁ Δημητρίου τοῦ Πολιορκητοῦ κόλαξ ἁπάντων αὐτῷ τῶν πρὸς τὴν κολακείαν καταναλωμένων ἐπῄνει ὑπὸ βηχὸς ἐνοχλούμενον τὸν Δημήτριον, ὅτι ἐμμελῶς ἐχρέμπτετο.
” 而谄媚者,只要他指望能从猪倌那里得到点什么,即使是对着猪倌的棚屋也会说出这句诗;正如德米特里·波里奥克特的谄媚者库奈托斯,在为他消耗的所有谄媚手段中,曾在德米特里因咳嗽而痛苦时,称赞他咳得极有韵律。