§25Λυκῖνος
ἐπὶ μέν γε τοῦ Ἀγαμέμνονος ὅρα ὅσην αὐτὸς φειδὼ ἐποιήσατο τῶν θεῶν καὶ ὡς ἐταμιεύσατο τὰς εἰκόνας εἰς τὸ σύμμετρον· ὡς ὄμματα μέν φησιν καὶ κεφαλὴν ἴκελον αὐτὸν εἶναι τῷ Διί, τῷ Ἄρεϊ δὲ τὴν ζώνην, στέρνον δὲ τῷ Ποσειδῶνι, διαιρῶν τὸν ἄνθρωπον κατὰ μέλη πρὸς τοσούτων θεῶν εἰκόνας· καὶ αὖ πάλιν βροτολοιγῷ Ἄρεΐ φησίν τινʼ ὅμοιον εἶναι καὶ ἄλλον ἄλλῳ, θεοειδῆ τὸν Φρύγα τὸν τοῦ Πριάμου, καὶ θεοείκελον πολλάκις τὸν Πηλέως.
卢基诺斯就阿伽门农而言,请看他自己对神明作出了多么大的顾忌,以及为了使其恰到好处而多么克制地分配了这些比拟:即他说,他的眼睛和头部像宙斯,腰带像阿列斯,胸部像波塞冬,将这个人的肢体拆开来与这么多神明的肖像进行对比;并且他再次说,某人像“残害凡人的阿列斯”,另一个人像别的神,多次称普里阿摩斯之子那个弗里吉亚人为“神一般俊美的”,称佩琉斯之子为“神一般的”。
ἀλλὰ ἐπάνειμι αὖθις ἐπὶ τὰ γυναικεῖα τῶν παραδειγμάτων· ἀκούεις γὰρ δή που αὐτοῦ λέγοντος
"Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.
但让我再次回到女性的例子上来;你肯定听过他说道: “像阿尔忒弥斯,或是像金色的阿芙罗狄忒。
"
καὶ
"οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεος. "
” 以及: “就像阿尔忒弥斯行走在山间。
§26Λυκῖνος
οὐ μόνον δὲ τοὺς ἀνθρώπους αὐτοὺς θεοῖς ἀπεικάζει, ἀλλὰ καὶ τὴν Εὐφόρβου κόμην ταῖς Χάρισιν ἀπείκασε, καὶ ταῦτα αἵματι δεδευμένην.
” 卢基诺斯他不仅将人类自身比作神明,甚至还将欧福耳玻斯的头发比作美惠三女神,而且这头发还是被鲜血浸湿了的。
καὶ ὅλως τοσαῦτά ἐστιν τὰ τοιαῦτα ὡς μηδὲν εἶναι μέρος τῆς ποιήσεως ὃ μὴ ταῖς θείαις εἰκόσιν διακεκόσμηται.
总之,这样的例子如此之多,以至于他的诗作中没有哪一部分不是用神圣的肖像来装饰的。
ὥστε ἢ κἀκεῖνα ἐξαληλίφθω, ἢ καὶ ἡμῖν τὰ ὅμοια τολμᾶν ἐφείσθω.
因此,要么让那些诗句也被涂抹掉,要么也允许我们尝试类似的大胆举动。
οὕτω δὲ τὸ κατὰ τὰς εἰκόνας καὶ τὰς ὁμοιώσεις ἀνεύθυνόν ἐστιν ὥστε Ὅμηρος καὶ τὰς θεὰς αὐτὰς οὐκ ὤκνησεν ἀπὸ τῶν ἐλαττόνων ἐπαινέσαι· τοὺς γοῦν τῆς Ἥρας ὀφθαλμοὺς τοῖς τῶν βοῶν εἴκασεν· ἕτερος δέ τις ἰοβλέφαρον τὴν Ἀφροδίτην ἔφη.
此外,使用肖像和比拟的做法是如此免受指责,以至于荷马甚至毫不犹豫地用较低等的事物来赞美女神们自己;至少他把赫拉的眼睛比作牛眼;而另一位诗人则称阿芙罗狄忒为“紫罗兰色眼睑的”。
τὴν μὲν γὰρ ῥοδοδάκτυλον τίς ἀγνοεῖ τῶν κἂν ἐπʼ ἐλάχιστον τῇ Ὁμήρου ποιήσει ὡμιληκότων;
至于“玫瑰色手指的”,只要是稍稍涉猎过荷马诗歌的人,又有谁不知道呢?
§27Λυκῖνος
Καίτοι τὰ μὲν τῆς μορφῆς ἔτι μετριώτερα, εἰ τις θεῷ ἐοικέναι λέγεται· ἀλλὰ τὰς προσηγορίας αὐτὰς πόσοι ἐμιμήσαντο τὰς τῶν θεῶν, Διονύσιοι καὶ Ἡφαιστίωνες καὶ Ζήνωνες καὶ Ποσειδώνιοι καὶ Ἑρμαῖ προσαγορευόμενοι;
卢基诺斯然而,如果有人被说成外貌像神,这还是较为克制的;但是,有多少人直接模仿了神明的名字本身,被称为狄奥尼西奥斯、赫菲斯提翁、芝诺、波塞多尼奥斯和赫尔墨斯呢?
Λητὼ δὲ γυνή τις ἐγένετο Εὐαγόρου τοῦ Κυπρίων βασιλέως, καὶ ὅμως οὐκ ἠγανάκτησεν ἡ θεὸς δυναμένη λίθον αὐτὴν ὥσπερ τὴν Νιόβην ἀπεργάσασθαι.
另外,塞浦路斯国王欧阿戈拉斯的妻子中就有一位名叫勒托的女人,然而女神并没有生气,尽管她有能力像对待尼俄柏那样把她变成石头。
ἐῶ γὰρ τοὺς Αἰγυπτίους, οἵπερ καὶ δεισιδαιμονέστατοί εἰσιν πάντων, ὅμως τοῖς θείοις ὀνόμασιν εἰς κόρον ἐπιχρωμένους· σχεδὸν γοῦν τὰ πλεῖστα αὐτοῖς ἐξ οὐρανοῦ ἐστιν.
我姑且不提埃及人,他们虽然是所有人中最敬畏神明的,却仍然饱学并过度使用神圣的名字;至少他们绝大多数的名字都是源自天上的。
§28Λυκῖνος
ὥστε οὐ πρός γε σοῦ τὸ τοιοῦτον, ψοφοδεῶς διακεῖσθαι πρὸς τὸν ἔπαινον· εἰ γάρ τι ἐν τῷ συγγράμματι πεπλημμέληται εἰς τὸ θεῖον, σὺ μὲν ἀνεύθυνος αὐτοῦ, ἐκτὸς εἰ μή τινα νομίζεις ἀκροάσεως εὔθυναν εἶναι, ἐμὲ δὲ ἀμυνοῦνται οἱ θεοί, ἐπειδὰν πρὸ ἐμοῦ τὸν Ὅμηρον καὶ τοὺς ἄλλους ποιητὰς ἀμύνωνται.
卢基诺斯因此,对赞美采取如此胆怯和畏缩的态度,这绝不符合你的身份;因为如果这篇著作中有什么得罪神明的地方,你对此是免责的,除非你认为听众也有听罪;而神明在惩罚我之前,会先去惩罚荷马和其他诗人。
ἀλλʼ οὐδέπω οὐδὲ τὸν ἄριστον τῶν φιλοσόφων ἠμύναντο εἰκόνα θεοῦ τὸν ἄνθρωπον εἰπόντα εἶναι.
然而,他们至今甚至还没有惩罚最杰出的哲学家,因为他曾说人是神的肖像。
πολλὰ ἔτι ἔχων πρὸς σὲ εἰπεῖν Πολυστράτου ἕνεκα τούτου παύσομαι, ἵνα καὶ ἀπομνημονεῦσαι δυνηθῇ τὰ εἰρημένα.
虽然我还有很多话要对你说,但为了这位波里斯托拉托斯,我就此打住,好让他能够记住已经说过的话。
§29Πολύστρατος
οὐκ οἶδα εἴ μοι τοῦτο δυνατὸν ἔτι, ὦ Λυκῖνε· μακρὰ γὰρ εἴρηταί σοι καὶ ταῦτα, καὶ ὑπὲρ τὸ ὕδωρ τὸ ἐκκεχυμένον.
波里斯托拉托斯卢基诺斯啊,我不知道这对我是否还可能;因为你也说得太长了,甚至超出了流出的水。
πειράσομαι δʼ ὅμως ἐπιμνησθῆναι αὐτῶν.
但我还是要试着记住它们。
καὶ ὡς ὁρᾷς, ἤδη ἀποσοβῶ παρʼ αὐτὴν ἐπιβυσάμενος τὰ ὦτα, ὡς μή τι παρεμπεσὸν ἄλλο συγχέῃ τὴν τάξιν αὐτῶν, εἶτά μοι συρίττεσθαι συμβῇ πρὸς τῶν θεατῶν.
正如你所看到的,我现在就要赶回她那里去,一路上塞住耳朵,免得其他什么东西落进来打乱了它们的顺序,以至于到头来我被观众嘘下台。
Λυκῖνος
αὐτῷ σοι μελήσει, ὦ Πολύστρατε, ὅπως ἄριστα ὑποκρίνῃ.
卢基诺斯波里斯托拉托斯啊,如何演得最好,这将是你自己的事。
ἐγὼ δὲ ἐπείπερ ἅπαξ σοι τὸ δρᾶμα παραδέδωκα, νῦν μὲν ἐκποδὼν ἀποστήσομαι· ὁπόταν δὲ τὰς ψήφους ἀνακηρύττωσι τῶν κριτῶν, τότε ἤδη καὶ αὐτὸς παρέσομαι ὀψόμενος ὁποῖόν τι τὸ τέλος τοῦ ἀγῶνος ἔσται.
而我既然已经把这出戏托付给了你,现在就会退避一旁,不作妨碍;但等评判员们公布投票结果时,我自己也会到场,看看这场比赛的结局会是如何。