§57καταθέμενος δὲ ἡμᾶς ἐν Αἰγιαλοῖς, ὧν καὶ ὁ καλὸς Ὅμηρος μέμνηται, ὀπίσω ἀπήλαυνον.
他将我们送至艾吉亚洛伊——这也是丽质的荷马所提及的地方——之后,他们便驾船折回。
ἔνθα ἐγὼ παραπλέοντας εὑρὼν Βοσποριανούς τινας, πρέσβεις παρʼ Εὐπάτορος τοῦ βασιλέως εἰς τὴν Βιθυνίαν ἀπιόντας ἐπὶ κομιδῇ τῆς ἐπετείου συντάξεως, καὶ διηγησάμενος αὐτοῖς τὸν περιστάντα ἡμᾶς κίνδυνον, καὶ δεξιῶν αὐτῶν τυχών, ἀναληφθεὶς ἐπὶ τὸ πλοῖον διασώζομαι εἰς τὴν Ἄμαστριν, παρὰ τοσοῦτον ἐλθὼν ἀποθανεῖν.
在那里,我遇到了一些路过的博斯普鲁斯人,他们是国王优帕托派往比提尼亚去收取年度贡金的使节,我向他们讲述了我们所遭遇的险境,并得到了他们的好意,被接上了船,从而安全地抵达了阿玛斯特里斯,真是死里逃生。
τοὐντεῦθεν καὶ αὐτὸς ἐπεκορυσσόμην αὐτῷ καὶ πάντα κάλων ἐκίνουν ἀμύνασθαι βουλόμενος, καὶ πρὸ τῆς ἐπιβουλῆς ἤδη μισῶν αὐτὸν καὶ ἔχθιστον ἡγούμενος διὰ τὴν τοῦ τρόπου μιαρίαν, καὶ πρὸς τὴν κατηγορίαν ὡρμήμην πολλοὺς συναγωνιστὰς ἔχων καὶ μάλιστα τοὺς ἀπὸ Τιμοκράτους τοῦ Ἡρακλεώτου φιλοσόφου·
此后,我也亲自对他严加防范,并竭尽全力想要报复。 由于在那次暗杀阴谋之前我就已经因为他性格的卑劣而憎恨他、将他视为最可憎的敌人,我便渴望对他提起控告,并有许多并肩作战的战友,尤其是来自赫拉克利亚的哲学家提莫克拉特斯门下的那些人。
ἀλλʼ ὁ τότε ἡγούμενος Βιθυνίας καὶ τοῦ Πόντου Αὔειτος ἐπέσχε, μονονουχὶ ἱκετεύων καὶ ἀντιβολῶν παύσασθαι· διὰ γὰρ τὴν πρὸς Ῥουτιλιανὸν εὔνοιαν μὴ ἂν δύνασθαι, καὶ εἰ φανερῶς λάβοι ἀδικοῦντα, κολάσαι αὐτόν.
然而,当时的比提尼亚和蓬托斯总督阿维图斯劝阻了我,几乎是哀求并乞求我罢手;因为他说,出于对鲁提利亚努斯的友好关系,即使当场抓住亚历山大行恶,自己也无法惩罚他。
οὕτω μὲν ἀνεκόπην τῆς ὁρμῆς καὶ ἐπαυσάμην οὐκ ἐν δέοντι θρασυνόμενος ἐφʼ οὕτω δικαστοῦ διακειμένου.
这样,我的势头便受阻了,我也就停止了在法官抱有如此态度的情况下的不必要挑衅。
§58ἐκεῖνο δὲ πῶς οὐ μέγα ἐν τοῖς ἄλλοις τὸ τόλμημα τοῦ Ἀλεξάνδρου, τὸ αἰτῆσαι παρὰ τοῦ αὐτοκράτορος μετονομασθῆναι τὸ τοῦ Ἀβώνου τεῖχος καὶ Ἰωνόπολιν κληθῆναι, καὶ νόμισμα καινὸν κόψαι ἐγκεχαραγμένον τῇ μὲν τοῦ Γλύκωνος, κατὰ θάτερα δὲ Ἀλεξάνδρου, στέμματά τε τοῦ πάππου Ἀσκληπιοῦ καὶ τὴν ἅρπην ἐκείνην τοῦ πατρομήτορος Περσέως ἔχοντος;
而在亚历山大的其他种种大胆行径中,向皇帝请求将阿博诺泰霍斯改名为伊奥诺波利斯,并铸造一面刻有格吕孔形象、另一面刻有手持祖父阿斯克勒庇俄斯的冠冕和母亲那方的先代珀耳修斯那柄弯刀的亚历山大形象的新货币,这又怎能不说是极其大胆不敌的呢?
§59προειπὼν δὲ διὰ χρησμοῦ περὶ αὑτοῦ ὅτι ζῆσαι εἵμαρται αὐτῷ ἔτη πεντήκοντα καὶ ἑκατόν, εἶτα κεραυνῷ βληθέντα ἀποθανεῖν, οἰκτίστῳ τέλει οὐδὲ ἑβδομήκοντα ἔτη γεγονὼς ἀπέθανεν, ὡς Ποδαλειρίου υἱὸς διασαπεὶς τὸν πόδα μέχρι τοῦ βουβῶνος καὶ σκωλήκων ζέσας·
尽管他此前曾通过神谕预言自己注定要活到一百五十岁,然后被雷劈死,但他却在未满七十岁时,便以最可悲的结局死去了,作为波达莱里奥斯之子,他的脚一直腐烂到腹股沟,并且生满了蛆虫。
ὅτεπερ καὶ ἐφωράθη φαλακρὸς ὤν, παρέχων τοῖς ἰατροῖς ἐπιβρέχειν αὐτοῦ τὴν κεφαλὴν διὰ τὴν ὀδύνην, ὃ οὐκ ἂν ποιῆσαι ἐδύναντο μὴ οὐχὶ τῆς φενάκης ἀφῃρημένης.
也正是在那时,他被发现是个秃子,因为由于疼痛他允许医生们浸湿他的头部,而如果不摘掉假发,医生们是无法做到这一点的。
§60τοιοῦτο τέλος τῆς Ἀλεξάνδρου τραγῳδίας καὶ αὕτη τοῦ παντὸς δράματος ἡ καταστροφὴ ἐγένετο, ὡς εἰκάζειν προνοίας τινὸς τὸ τοιοῦτον, εἰ καὶ κατὰ τύχην συνέβη.
这就是亚历山大悲剧的终结,也是整出戏剧的收场,以至于人们会将其比作某种天意,即使它只是偶然发生。
ἔδει δὲ καὶ τὸν ἐπιτάφιον αὐτοῦ ἄξιον γενέσθαι τοῦ βίου, καὶ ἀγῶνά τινα συστήσασθαι ὑπὲρ τοῦ χρηστηρίου, τῶν συνωμοτῶν ἐκείνων καὶ γοήτων, ὅσοι κορυφαῖοι ἦσαν, ἀνελθόντων ἐπὶ διαιτητὴν τὸν Ῥουτιλιανόν, τίνα χρὴ προκριθῆναι αὐτῶν καὶ διαδέξασθαι τὸ μαντεῖον καὶ στεφανωθῆναι τῷ ἱεροφαντικῷ καὶ προφητικῷ στέμματι.
而且,他的悼词也必须配得上他的一生,并且必须为神谕所的继承展开一场争夺,当时那些共谋者和江湖骗子中作为头目的所有人,都前往仲裁人鲁提利亚努斯那里,以决定他们中谁应当被优先选中、继承神谕所,并戴上秘仪传授者和先知的冠冕。
ἦν δὲ ἐν αὐτοῖς καὶ Παῖτος, ἰατρὸς τὴν τέχνην, πολιός τις, οὔτε ἰατρῷ πρέποντα οὔτε πολιῷ ἀνδρὶ ταῦτα ποιῶν.
他们当中还有一个叫派托斯的人,职业是医生,已经满头白发,干着既不配其医生身份也不配其白发老人的勾当。
ἀλλʼ ὁ ἀγωνοθέτης Ῥουτιλιανὸς ἀστεφανώτους αὐτοὺς ἀπέπεμψεν αὐτῷ τὴν προφητείαν φυλάττων μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν.
但作为竞技主持人的鲁提利亚努斯在没有给他们戴上冠冕的情况下就把他们打发走了,要为他从这里离世之后的预言职位而保留。
§61ταῦτα, ὦ φιλότης, ὀλίγα ἐκ πολλῶν δείγματος ἕνεκα γράψαι ἠξίωσα, καὶ σοὶ μὲν χαριζόμενος, ἀνδρὶ ἑταίρῳ καὶ φίλῳ καὶ ὃν ἐγὼ πάντων μάλιστα θαυμάσας ἔχω ἐπί τε σοφίᾳ καὶ τῷ πρὸς ἀλήθειαν ἔρωτι καὶ τρόπου πραότητι καὶ ἐπιεικείᾳ καὶ γαλήνῃ βίου καὶ δεξιότητι πρὸς τοὺς συνόντας, τὸ πλέον δέ, — ὅπερ καὶ σοὶ ἥδιον, — Ἐπικούρῳ τιμωρῶν, ἀνδρὶ ὡς ἀληθῶς ἱερῷ καὶ θεσπεσίῳ τὴν φύσιν καὶ μόνῳ μετʼ ἀληθείας τὰ καλὰ ἐγνωκότι καὶ παραδεδωκότι καὶ ἐλευθερωτῇ τῶν ὁμιλησάντων αὐτῷ γενομένῳ.
我的朋友,为了作为范例,我决定从众多的事情中写下这仅有的几件。 一方面是为了取悦你——我的同伴和朋友,你是我在智慧、对真理的爱、性格的温和、宽厚、生活的宁静以及对待身边人的巧妙上最赞赏的人;但更重要的——这也是更令你高兴的——是为了维护埃皮科鲁斯,他在本性上真是一位神圣而神圣的人,只有他凭借真理认识并传授了美好的事物,并成为了与他交往之人的解放者。
οἶμαι δὲ ὅτι καὶ τοῖς ἐντυχοῦσι χρήσιμόν τι ἔχειν δόξει ἡ γραφή, τὰ μὲν διεξελέγχουσα, τὰ δὲ ἐν ταῖς τῶν εὖ φρονούντων γνώμαις βεβαιοῦσα.
而且我认为,这篇著作对于阅读它的人来说也会显得有些用处,它既彻底揭露了一些骗局,又使明智之人的见解更加坚定。