Humanitext Reader

琉善 · 伪预言者亚历山大 §48-51

投狮多瑙河的神谕败绩与夜间神谕的骗局

第 12 段,共 14 段 · 希腊语

内容简介

亚历山大在马科曼尼战争期间降下了将狮子投入多瑙河的灾难性神谕并对此百般辩解,随后他又通过发明“夜间神谕”、对不存在的人发布虚构神谕以及利用外语提问者来继续欺骗大众。

§48ἐν δὲ τοῖς ἄλλοις ἕν τι καὶ μέγιστον τόλμημα τοῦ μιαροῦ ἀνδρὸς ἄκουσον.
且听这卑劣之徒在其他恶行中的一件最胆大妄为的勾当。
ἔχων γὰρ οὐ μικρὰν ἐπίβασιν ἐπὶ τὰ βασίλεια καὶ τὴν αὐλὴν τὸν Ῥουτιλιανὸν εὐδοκιμοῦντα, διαπέμπεται χρησμὸν τοῦ ἐν Γερμανίᾳ πολέμου ἀκμάζοντος, ὅτε θεὸς Μάρκος ἤδη τοῖς Μαρκομάνοις καὶ Κουάδοις συνεπλέκετο.
由于他通过声望显赫的鲁提利亚努斯而在皇宫和朝廷中拥有了不小的通路,当德意志战争正酣、神圣的马可已与马克曼尼人和夸迪人交战时,他送去了一条神谕。
ἠξίου δὲ ὁ χρησμὸς δύο λέοντας ἐμβληθῆναι ζῶντας εἰς τὸν Ἴστρον μετὰ πολλῶν ἀρωμάτων καὶ θυσιῶν μεγαλοπρεπῶν.
该神谕要求将两只活狮子,伴随着许多香料和宏伟的祭品,投入伊斯特罗斯河。
ἄμεινον δὲ αὐτὸν εἰπεῖν τὸν χρησμόν· " Ἐς δίνας Ἴστροιο διιπετέος ποταμοῖο ἐσβαλέειν κέλομαι δοιοὺς Κυβέλης θεράποντας, θῆρας ὀριτρεφέας, καὶ ὅσα τρέφει Ἰνδικὸς ἀὴρ ἄνθεα καὶ βοτάνας εὐώδεας· αὐτίκα δʼ ἔσται νίκη καὶ μέγα κῦδος ἅμʼ εἰρήνῃ ἐρατεινῇ.
最好是引用神谕本身: “我命令将两只库柏勒的侍从、山中孕育的野兽,以及印度天空所哺育的一切芬芳花草,投入天降的伊斯特罗斯河的漩涡中;旋即胜利与伟大的荣耀将与可爱的和平一同到来。
" γενομένων δὲ τούτων ὡς προσέταξεν, τοὺς μὲν λέοντας ἐκνηξαμένους εἰς τὴν πολεμίαν οἱ βάρβαροι ξύλοις κατειργάσαντο ὥς τινας κύνας ἢ λύκους ξενικούς·
” 当这些事情按照他的命令付诸实施后,狮子游到了敌方境内,蛮族像对待某种外来的狗或狼一样,用木棒将它们打死了。
αὐτίκα δὲ τὸ μέγιστον τραῦμα τοῖς ἡμετέροις ἐγένετο, δισμυρίων που σχεδὸν ἀθρόων ἀπολομένων.
随即我军遭遇了最大的惨败,大约有两万人几乎同时丧生。
εἶτα ἐπηκολούθησε τὰ περὶ Ἀκυληΐαν γενόμενα καὶ ἡ παρὰ μικρὸν τῆς πόλεως ἐκείνης ἅλωσις.
接着便发生了围绕阿奎莱亚的事变以及那座城市几乎沦陷的危机。
ὁ δὲ πρὸς τὸ ἀποβεβηκὸς τὴν Δελφικὴν ἐκείνην ἀπολογίαν καὶ τὸν τοῦ Κροίσου χρησμὸν ψυχρῶς παρῆγεν· νίκην μὲν γὰρ προειπεῖν τὸν θεόν, μὴ μέντοι δηλῶσαι Ῥωμαίων ἢ τῶν πολεμίων.
而他面对这一结果,却厚颜无耻地搬出那套德尔斐式的辩解和克罗伊斯的神谕:声称神明确实预言了胜利,但并没有说明这胜利是属于罗马人还是属于敌人。
§49ἤδη δὲ πολλῶν ἐπὶ πολλοῖς ἐπεισρεόντων καὶ τῆς πόλεως αὐτῶν θλιβομένης ὑπὸ τοῦ πλήθους τῶν ἐπὶ τὸ χρηστήριον ἀφικνουμένων καὶ τὰ ἐπιτήδεια διαρκῆ μὴ ἐχούσης, ἐπινοεῖ τοὺς νυκτερινοὺς καλουμένους χρησμούς.
此时,随着人们纷至沓来,他们的城市因前来求神谕的群众过于拥挤而苦不堪言,且无法维持充足的供给,他便想出了所谓的夜间神谕。
λαμβάνων γὰρ τὰ βιβλία ἐπεκοιμᾶτο, ὡς ἔφασκεν, αὐτοῖς καὶ ὡς ὄναρ παρὰ τοῦ θεοῦ ἀκούων ἀπεκρίνετο, οὐ μέντοι σαφεῖς τοὺς πολλούς, ἀλλʼ ἀμφιβόλους καὶ τεταραγμένους καὶ μάλιστα εἴ ποτε θεάσαιτο περιεργότερον τὸ βιβλίον κατεσφραγισμένον.
因为据他声称,他收到书信后,就会枕着它们入睡,并作为梦中从神明那里听到的启示来给予回答。 然而,其中大多数神谕并不清晰,而是含糊和混乱的,尤其是当他看到书信被极其严密地封印时。
οὐ γὰρ παρακινδυνεύων, τὸ ἐπελθὸν ἄλλως ὑπέγραφε, χρησμοῖς πρέπον καὶ τὸ τοιοῦτον οἰόμενος.
因为他不想冒险,便胡乱写下脑海中浮现的内容,认为这样做也符合神谕的风格。
καὶ ἦσάν τινες ἐξηγηταὶ ἐπὶ τοῦτο καθήμενοι καὶ μισθοὺς οὐκ ὀλίγους ἐκλέγοντες παρὰ τῶν τοὺς τοιούτους χρησμοὺς λαμβανόντων ἐπὶ τῇ ἐξηγήσει καὶ διαλύσει αὐτῶν.
还有一些专门从事此事的解释者,向收到此类神谕的人收取不菲的费用,以对其进行解释和阐明。
καὶ τοῦτο αὐτῶν τὸ ἔργον ὑπόμισθον ἦν· ἐτέλουν γὰρ οἱ ἐξηγηταὶ τῷ Ἀλεξάνδρῳ τάλαντον Ἀττικὸν ἑκάτερος.
而他们的这项工作是带有分成性质的:解释者每人都要向亚历山大支付一个阿提卡塔兰同。
§50ἐνίοτε δὲ μήτε ἐρομένου τινὸς μήτε πεμφθέντος, ἀλλʼ οὐδὲ ὅλως ὄντος ἐχρησμῴδει πρὸς ἔκπληξιν τῶν ἀνοήτων, οἷον καὶ τοῦτο· " Δίζεαι ὅστις σὴν ἄλοχον μάλα πάγχυ λεληθὼς Καλλιγένειαν ὑπὲρ λεχέων σαλαγεῖ κατὰ δῶμα;
有时,既没有人询问,也没有人送来书信,甚至根本没有这样一个人存在,他也会降下神谕,以震慑那些愚昧之人,例如这个: “你是在寻找是谁在完全瞒过你的情况下、在你的屋里、在床榻上玷污你的妻子卡利格内亚吗?
δοῦλος Πρωτογένης, τῷ δὴ σύ γε πάντα πέποιθας.
是奴隶普罗托格内斯,你对他寄予了绝对的信任。
ὤπυιες γὰρ ἐκεῖνον, ὁ δʼ αὖθις σὴν παράκοιτιν, ἀντίδοσιν ταύτην ὕβρεως ἄκρην ἀποτίνων.
因为你曾与他交合,而他又与你的妻子交合,以此作为对你暴行的极度报复。
ἀλλʼ ἐπὶ σοὶ δὴ φάρμακʼ ἀπʼ αὐτῶν λυγρὰ τέτυκται, ὡς μήτʼ εἰσαΐοις μήτʼ εἰσοράοις ἃ ποιοῦσιν.
不仅如此,他们已经为你准备了可怕的毒药,好让你既听不见也看不见他们所做的事。
εὑρήσεις δὲ κάτω ὑπὸ σῷ λέχει ἀγχόθι τοίχου πρὸς κεφαλῆς.
你会在你的床下、靠近墙壁、靠床头的地方找到它。
καὶ σὴ θεράπαινα σύνοιδε Καλυψώ.
而你的女仆卡吕普索也知情。
" τίς οὐκ ἂν Δημόκριτος διεταράχθη ἀκούσας ὀνόματα καὶ τόπους ἀκριβῶς, εἶτα μετʼ ὀλίγον κατέπτυσεν ἄν, συνεὶς τὴν ἐπίνοιαν αὐτῶν;
” 听到如此准确的名字和地点,哪怕是德谟克利特,有谁会不感到震惊呢? 但稍后,在看穿他们的伎俩之后,谁又不会不齿地唾弃呢?
§52Ἄλλῳ πάλιν οὔτε παρόντι οὔτε ὅλως τινὶ ὄντι ἔφη ἄνευ μέτρου ἀναστρέφειν ὀπίσω ὁ γὰρ πέμψας σε τέθνηκεν ὑπὸ τοῦ γείτονος Διοκλέους τήμερον, λῃστῶν ἐπαχθέντων Μάγνου καὶ Βουβάλου, οἳ καὶ ἤδη δέδενται ληφθέντες.
他又对另一个既不在场也根本不存在的人,用散文说道,让他往回返: “因为派你来的那个人今天已经被他的邻居迪奥克莱斯杀害了,强盗马格努斯和布巴罗斯被唆使参与了此事,他们现在已经被捕并被绑起来了。
§51ἀλλὰ καὶ βαρβάροις πολλάκις ἔχρησεν, εἴ τις τῇ πατρίῳ ἔροιτο φωνῇ, Συριστὶ ἢ Κελτιστί, ῥᾳδίως ἐξευρίσκων τινὰς ἐπιδημοῦντας ὁμοεθνεῖς τοῖς δεδωκόσιν.
” 但他还经常给蛮族降下神谕,如果有人用母语提问,如叙利亚语或凯尔特语。 因为他很容易就能找到一些与提问者同族并旅居于此的人。
διὰ τοῦτο καὶ πολὺς ὁ ἐν μέσῳ χρόνος ἦν τῆς τε δόσεως τῶν βιβλίων καὶ τῆς χρησμῳδίας, ὡς ἐν τοσούτῳ κατὰ σχολὴν λύοιντό τε οἱ χρησμοὶ ἀσφαλῶς καὶ εὑρίσκοιντο οἱ ἑρμηνεῦσαι δυνάμενοι ἕκαστα.
因此,从递交书信到降下神谕之间也有很长的时间间隔,以便在这段时间里有充足的余暇安全地拆开神谕,并找到能够翻译各语言的人。
οἷος καὶ ὁ τῷ Σκύθῃ δοθεὶς χρησμὸς ἦν· "μορφὴν εὐβάργουλις εἰς σκιὰν χνεχικραγη λείψει φάος.
给斯基泰人的神谕就是这样: “morpheen eubargoulis eis skian chnechikrage leipsei phaos(译注:一串无意义的词语)。
"

词汇与语法注释

  1. §48ἔχων γὰρ οὐ μικρὰν ἐπίβασιν ἐπὶ τὰ βασίλεια καὶ τὴν αὐλὴν τὸν Ῥουτιλιανὸν εὐδοκιμοῦντα — 伴随分词 `εὐδοκιμοῦντα` 的 `τὸν Ῥουτιλιανὸν` 作为动词 `ἔχων` 的直接宾语(表示“鲁提利亚努斯享有声望”这一事实)。`ἐπίβασιν ἐπὶ...` 意为“进入……的途径/立足点”,整句构成原因或方式分词短语:“由于他将鲁提利亚努斯在朝廷中的崇高声望,作为自己进入皇宫和朝廷的非小通道”。
  2. §48δισμυρίων που σχεδὸν ἀθρόων ἀπολομένων — 属格绝对结构(Genitive Absolute)。以 `δισμυρίων`(两万人)为主语,`ἀπολομένων`(`ἀπόλλυμι` 的第二不定过去时中动分词)为谓语,并受副词性短语 `που σχεδὸν ἀθρόων`(几乎同时/一举)修饰。
  3. §49εἴ ποτε θεάσαιτο — 由 `εἰ` 引导的希求语气(optative),表示过去的一般性假设或反复发生的情况:“每当他看到……”或“一旦他看到……”。
  4. §50ὤπυιες γὰρ ἐκεῖνον, ὁ δʼ αὖθις σὴν παράκοιτιν — 前半句中的 `ὤπυιες` 是动词 `ὀπύω`(交合/娶)的第二人称单数未完成过去时。后半句 `ὁ δʼ αὖθις σὴν παράκοιτιν`(而他反过来对你的妻子)中,在语境上省略了相同动词的第三人称单数过去时 `ὤπυιεν`。
  5. §51μορφὴν εὐβάργουλις εἰς σκιὰν χνεχικραγη λείψει φάος — 这是一段混合了真实希腊语单词(`μορφὴν`“形态”、`εἰς σκιὰν`“向着阴影”、`λείψει φάος`“光芒将离去”)与虚构的、非希腊语风格的无意义单词(`εὐβάργουλις`、`χνεχικραγη`)的伪造语言。这是路基阿诺斯用以揭露亚历山大如何通过胡言乱语来愚弄外邦提问者的欺诈伎俩。

引用这一段

琉善, 伪预言者亚历山大 §48-51. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg038.humanitext-grc2:48-51

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。