§6ἀλλὰ μὴ σύ γε πάθῃς τὸ αὐτό·
但你千万不要犯同样的错误。
εἴσῃ γὰρ πειρώμενος ὡς οὐδέν σε κωλύσει ῥήτορα δοκεῖν μιᾶς οὐδὲ ὅλης ἡμέρας ὑπερπετασθέντα τὸ ὄρος ἐκ Περσῶν εἰς Αἴγυπτον.
因为通过尝试你就会明白,没有什么能阻止你被视为雄辩家,就好像在不到整整一天的时间里,飞越那座连接波斯与埃及的山脉一样。
ἐθέλω δέ σοι πρῶτον ὥσπερ ὁ Κέβης ἐκεῖνος εἰκόνα γραψάμενος τῷ λόγῳ ἑκατέραν ἐπιδεῖξαι τὴν ὁδόν·
我首先想仿效那个著名的刻贝斯,用言辞画一幅画,向你展示这两条道路。
δύο γάρ ἐστον, αἳ πρὸς τὴν Ῥητορικὴν ἄγετον, ἧς ἐρᾶν οὐ μετρίως μοι δοκεῖς.
因为有两条通往修辞学的道路,而我看来你对她的爱恋非同寻常。
καὶ δῆτα ἡ μὲν ἐφʼ ὑψηλοῦ καθήσθω πάνυ καλὴ καὶ εὐπρόσωπος, τὸ τῆς Ἀμαλθείας κέρας ἔχουσα ἐν τῇ δεξιᾷ παντοίοις καρποῖς ὑπερβρύον· ἐπὶ θατέρᾳ δέ μοι τὸν πλοῦτον δόκει παρεστῶτα ὁρᾶν, χρυσοῦν ὅλον καὶ ἐπέραστον.
那么,让其中一位坐在高处,非常美丽且容貌俊美,右手拿着溢满各种果实的阿玛尔忒娅之角;而在她的另一侧,请想象你看到“财富”站在一旁,浑身金黄,令人向往。
καὶ ἡ δόξα δὲ καὶ ἡ ἰσχὺς παρέστωσαν, καὶ οἱ ἔπαινοι περὶ πᾶσαν αὐτὴν Ἔρωσι μικροῖς ἐοικότες πολλοὶ ἁπανταχόθεν περιπλεκέσθωσαν ἐκπετόμενοι.
让“名望”和“力量”也站在一旁,并让许多“赞美”在她的周围像小爱神一样,从四面八方飞来缠绕。
εἰ που τὸν Νεῖλον εἶδες γραφῇ μεμιμημένον, αὐτὸν μὲν κείμενον ἐπὶ κροκοδείλου τινὸς ἢ ἵππου τοῦ ποταμίου, οἷοι πολλοὶ ἐν αὐτῷ, μικρὰ δέ τινα παιδία παρʼ αὐτὸν παίζοντα — πήχεις δὲ αὐτοὺς οἱ Αἰγύπτιοι καλοῦσι, — τοιοῦτοι καὶ περὶ τὴν Ῥητορικὴν οἱ ἔπαινοι.
如果你曾在画中见过被描绘的尼罗河,他自己躺在某只鳄鱼或河马上——河里有许多这种动物——而一些小孩子在他身边玩耍,埃及人称他们为“码(尺)”,那么在修辞学周围的“赞美”也是如此。
πρόσει δὴ σὺ ὁ ἐραστὴς ἐπιθυμῶν δηλαδὴ ὅτι τάχιστα γενέσθαι ἐπὶ τῆς ἄκρας, ὡς γαμήσειάς τε αὐτὴν ἀνελθὼν καὶ πάντα ἐκεῖνα ἔχοις, τὸν πλοῦτον τὴν δόξαν τοὺς ἐπαίνους· νόμῳ γὰρ ἅπαντα γίγνεται τοῦ γεγαμηκότος.
那么,你这位情人走上前来,显然渴望着尽快到达顶峰,以便登上去娶她为妻,并拥有那一切:财富、名望和赞美;因为根据法律,一切都归已婚者所有。
§7εἶτʼ ἐπειδὰν πλησιάσῃς τῷ ὄρει, τὸ μὲν πρῶτον ἀπογιγνώσκεις τὴν ἄνοδον, καὶ τὸ πρᾶγμα ὅμοιον εἶναί σοι δοκεῖ οἵα ἡ Ἄορνος ἐφάνη τοῖς Μακεδόσιν ἀπόξυρον αὐτὴν ἁπανταχόθεν ἰδοῦσιν, ἀτεχνῶς οὐδὲ ὀρνέοις ὑπερπτῆναι ῥᾳδίαν, Διονύσου τινὸς ἢ Ἡρακλέους, εἰ μέλλοι καθαιρεθήσεσθαι, δεομένην.
然后,当你接近那座山时,起初你会放弃攀登,这件事在你看来就像马其顿人看到奥尔诺斯山时那样,它四面陡峭,简直连鸟类也难以飞越,如果要攻克它,就需要某个狄奥尼索斯或赫拉克勒斯。
ταῦτά σοι δοκεῖ τὸ πρῶτον· εἶτα μετʼ ὀλίγον ὁρᾷς δύο τινὰς ὁδούς.
起初你会有这样的想法;但过了一会儿,你会看到两条道路。
μᾶλλον δὲ ἡ μὲν ἀτραπός ἐστι στενὴ καὶ ἀκανθώδης καὶ τραχεῖα, πολὺ τὸ δίψος ἐμφαίνουσα καὶ ἱδρῶτα· καὶ ἔφθη γὰρ ἤδη Ἡσίοδος εὖ μάλα ὑποδείξας αὐτήν, ὥστε οὐδὲν ἐμοῦ δεήσει.
或者更确切地说,其中一条是狭窄、多刺且崎岖的小路,显示出极大的干渴和汗水;而赫西俄德早已非常完美地指明了它,因此无需我多言。
ἡ ἑτέρα δὲ πλατεῖα καὶ ἀνθηρὰ καὶ εὔυδρος, τοιαύτη οἵαν μικρῷ πρόσθεν εἶπον, ἵνα μὴ πολλάκις τὰ αὐτὰ λέγων ἐπέχω σε ἤδη ῥήτορα εἶναι δυνάμενον.
另一条则宽阔、鲜花盛开且水源充足,就像我刚才所说的那样,以免我因反复说同样的话而耽误了已经能够成为雄辩家的你。
§8πλὴν τό γε τοσοῦτον προσθήσειν μοι δοκῶ, διότι ἡ μὲν τραχεῖα ἐκείνη καὶ ἀνάντης οὐ πολλὰ ἴχνη τῶν ὁδοιπόρων εἶχεν, εἰ δέ τινα, πάνυ παλαιά.
不过,我想我还是要加上这一点:那条崎岖而陡峭的道路上并没有很多旅行者的足迹,即使有,也已经非常古老了。
καὶ ἔγωγε κατʼ ἐκείνην ἄθλιος ἀνῆλθον τοσαῦτα καμὼν οὐδὲν δέον· ἡ ἑτέρα δὲ ἅτε ὁμαλὴ οὖσα καὶ ἀγκύλον οὐδὲν ἔχουσα πόρρωθέν μοι ἐφάνη οἵα ἐστὶν οὐχ ὁδεύσαντι αὐτῷ.
而我当年正是惨痛地沿着那条路攀登,付出了完全不必要的巨大辛劳;但另一条路由于平坦且没有任何弯曲,甚至在远方对未曾走过它的我来说,也显得清清楚楚。
οὐ γὰρ ἑώρων νέος ὢν ἔτι τὸ βέλτιον, ἀλλὰ τὸν ποιητὴν ἐκεῖνον ἀληθεύειν ᾤμην λέγοντα ἐκ τῶν πόνων φύεσθαι τὰ ἀγαθά.
因为我年轻时还看不到更好的选择,而是以为那位诗人说的是真话,以为他所说的“美好事物生于劳苦”是真的。
τὸ δʼ οὐκ εἶχεν οὕτως· ἀπονητὶ γοῦν ὁρῶ τοὺς πολλοὺς μειζόνων ἀξιουμένους εὐμοιρίᾳ τῆς αἱρέσεως τῶν λόγων καὶ ὁδῶν.
但事实并非如此;无论如何,我看到大多数人凭借对言论和道路选择的幸运,不费吹灰之力就获得了更大的器重。
ἐπὶ δʼ οὖν τὴν ἀρχὴν ἀφικόμενος εὖ οἶδʼ ὅτι ἀπορήσεις, καὶ ἤδη ἀπορεῖς, ποτέραν τρεπτέον.
总之,当你到达起点时,我确信你会感到困惑,而且现在就已经在困惑该走向哪一边。
ὡς οὖν ποιήσας ἤδη ῥᾷστα ἐπὶ τὸ ἀκρότατον ἀναβήσῃ καὶ εὐδαιμονήσεις καὶ γαμήσεις καὶ θαυμαστὸς πᾶσι δόξεις, ἐγώ σοι φράσω·
因此,作为已经经历过的人,我将告诉你如何最容易地登上顶峰、获得幸福、成婚并受到所有人的赞叹。
ἱκανὸν γὰρ τὸ αὐτὸν ἐξαπατηθῆναι καὶ πονῆσαι.
因为我自己被骗和受苦已经足够了。
σοὶ δὲ ἄσπορα καὶ ἀνήροτα πάντα φυέσθω καθάπερ ἐπὶ τοῦ Κρόνου.
对你而言,愿一切都像克洛诺斯时代那样,无需播种和耕作便能自行生长。