← ルキアノス

弁論教師

§6-8

弁論術へと導く険しい道と平坦な近道の比喩

弁論術へと導く二つの道を寓意画として提示し、一方はヘシオドスの示す極めて険しい道、もう一方は労を伴わない平坦な近道であることを説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6

ἀλλὰ μὴ σύ γε πάθῃς τὸ αὐτό· εἴσῃ γὰρ πειρώμενος ὡς οὐδέν σε κωλύσει ῥήτορα δοκεῖν μιᾶς οὐδὲ ὅλης ἡμέρας ὑπερπετασθέντα1 τὸ ὄρος ἐκ Περσῶν εἰς Αἴγυπτον. ἐθέλω δέ σοι πρῶτον ὥσπερ ὁ Κέβης ἐκεῖνος εἰκόνα γραψάμενος τῷ λόγῳ ἑκατέραν ἐπιδεῖξαι τὴν ὁδόν· δύο γάρ ἐστον, αἳ πρὸς τὴν Ῥητορικὴν ἄγετον, ἧς ἐρᾶν οὐ μετρίως μοι δοκεῖς. καὶ δῆτα ἡ μὲν ἐφʼ ὑψηλοῦ καθήσθω πάνυ καλὴ καὶ εὐπρόσωπος, τὸ τῆς Ἀμαλθείας κέρας ἔχουσα ἐν τῇ δεξιᾷ παντοίοις καρποῖς ὑπερβρύον· ἐπὶ θατέρᾳ δέ μοι τὸν πλοῦτον δόκει2 παρεστῶτα ὁρᾶν, χρυσοῦν ὅλον καὶ ἐπέραστον. καὶ ἡ δόξα δὲ καὶ ἡ ἰσχὺς παρέστωσαν, καὶ οἱ ἔπαινοι περὶ πᾶσαν αὐτὴν Ἔρωσι μικροῖς ἐοικότες πολλοὶ ἁπανταχόθεν περιπλεκέσθωσαν ἐκπετόμενοι. εἰ που τὸν Νεῖλον εἶδες γραφῇ μεμιμημένον, αὐτὸν μὲν κείμενον ἐπὶ κροκοδείλου τινὸς ἢ ἵππου τοῦ ποταμίου, οἷοι πολλοὶ ἐν αὐτῷ, μικρὰ δέ τινα παιδία παρʼ αὐτὸν παίζοντα — πήχεις δὲ αὐτοὺς οἱ Αἰγύπτιοι καλοῦσι, — τοιοῦτοι καὶ περὶ τὴν Ῥητορικὴν οἱ ἔπαινοι. πρόσει δὴ σὺ ὁ ἐραστὴς ἐπιθυμῶν δηλαδὴ ὅτι τάχιστα γενέσθαι ἐπὶ τῆς ἄκρας, ὡς γαμήσειάς τε αὐτὴν ἀνελθὼν καὶ πάντα ἐκεῖνα ἔχοις, τὸν πλοῦτον τὴν δόξαν τοὺς ἐπαίνους· νόμῳ γὰρ ἅπαντα γίγνεται τοῦ γεγαμηκότος.

しかし君は同じ過ちを犯さないように。試してみれば、一日の全体さえ要さずに山を飛び越え、ペルシアからエジプトへと行くように、君が雄弁家とみなされるのを妨げるものは何もないと知るだろう。 私はまず君に、あのケベスのように、言葉による絵を描いて、両方の道を示したい。というのも、弁論術へと導く道は二つあるからだ。君はそれに少なからず恋しているように私には思われる。さて、かの女〔弁論術〕は、極めて美しく容姿端麗で、ありとあらゆる果実で溢れんばかりのアマルテイアの角を右手に持って、高いところに座っているとしよう。そして、もう一方の手の側には、全身が黄金でできていて極めて魅力的な「富」がそばに立っているのを、君に見えていると思い浮かべてもらおう。さらに「名声」と「力」もそばに立たせよう。そして、彼女の周り全体には、小さなエロースたちに似た多くの「称賛」たちが、あちこちから飛び回りながらまとわりついているとしよう。もし君が、どこかで絵に描かれたナイル川を見たことがあるなら――ナイル川自身は、その中に多く生息しているような、あるクロコダイルかカバの上に横たわっており、彼のそばでは小さな子供たちが遊んでいて、エジプト人たちは彼らを「ピュケイス(尺)」と呼んでいるのだが――弁論術の周りにいる「称賛」たちもまさにそのようなものである。 さて、恋人である君は、一刻も早く山頂に達することを明らかに切望して近づいていく。それは、登っていって彼女と結婚し、あれらすべてのもの、すなわち富、名声、称賛を手に入れるためである。なぜなら、法によって、すべては結婚した者のものになるからである。

§7

εἶτʼ ἐπειδὰν πλησιάσῃς τῷ ὄρει, τὸ μὲν πρῶτον ἀπογιγνώσκεις τὴν ἄνοδον, καὶ τὸ πρᾶγμα ὅμοιον εἶναί σοι δοκεῖ οἵα ἡ Ἄορνος ἐφάνη τοῖς Μακεδόσιν ἀπόξυρον αὐτὴν ἁπανταχόθεν ἰδοῦσιν, ἀτεχνῶς οὐδὲ ὀρνέοις ὑπερπτῆναι ῥᾳδίαν, Διονύσου τινὸς ἢ Ἡρακλέους, εἰ μέλλοι καθαιρεθήσεσθαι, δεομένην.3 ταῦτά σοι δοκεῖ τὸ πρῶτον· εἶτα μετʼ ὀλίγον ὁρᾷς δύο τινὰς ὁδούς. μᾶλλον δὲ ἡ μὲν ἀτραπός ἐστι στενὴ καὶ ἀκανθώδης καὶ τραχεῖα, πολὺ τὸ δίψος ἐμφαίνουσα καὶ ἱδρῶτα· καὶ ἔφθη γὰρ ἤδη Ἡσίοδος εὖ μάλα ὑποδείξας αὐτήν, ὥστε οὐδὲν ἐμοῦ δεήσει. ἡ ἑτέρα δὲ πλατεῖα καὶ ἀνθηρὰ καὶ εὔυδρος, τοιαύτη οἵαν μικρῷ πρόσθεν εἶπον, ἵνα μὴ πολλάκις τὰ αὐτὰ λέγων ἐπέχω σε ἤδη ῥήτορα εἶναι δυνάμενον.

それから、君がその山に近づくとき、最初は登ることを諦めてしまい、その様子は、マケドニア人たちがあらゆる側から切り立っているのを見て、文字通り鳥さえも飛び越えるのが容易ではなく、もしこれを攻略しようとするなら、ディオニュソスかヘラクレスのような者を必要とするように思われた、あの「アオルノス」に似ているように思われる。 最初は君にそのように思われる。しかししばらくすると、二つの道が見えてくる。正確に言えば、一方は狭く、茨に覆われ、険しい小道であり、激しい渇きと汗を予感させる。これについては、すでにヘシオドスが非常に見事に指し示しているので、私の説明は不要であろう。もう一方は広く、花が咲き乱れ、水に恵まれた道であり、先ほど私が述べた通りのものである。私が同じことを何度も繰り返して、すでに雄弁家になることができる君を足止めしないようにするためである。

§8

πλὴν τό γε τοσοῦτον προσθήσειν μοι δοκῶ, διότι ἡ μὲν τραχεῖα ἐκείνη καὶ ἀνάντης οὐ πολλὰ ἴχνη τῶν ὁδοιπόρων εἶχεν, εἰ δέ τινα, πάνυ παλαιά. καὶ ἔγωγε κατʼ ἐκείνην ἄθλιος ἀνῆλθον τοσαῦτα καμὼν οὐδὲν δέον· ἡ ἑτέρα δὲ ἅτε ὁμαλὴ οὖσα καὶ ἀγκύλον οὐδὲν ἔχουσα πόρρωθέν μοι ἐφάνη οἵα ἐστὶν οὐχ ὁδεύσαντι αὐτῷ.4 οὐ γὰρ ἑώρων νέος ὢν ἔτι τὸ βέλτιον, ἀλλὰ τὸν ποιητὴν ἐκεῖνον ἀληθεύειν ᾤμην λέγοντα ἐκ τῶν πόνων φύεσθαι τὰ ἀγαθά. τὸ δʼ οὐκ εἶχεν οὕτως· ἀπονητὶ γοῦν ὁρῶ τοὺς πολλοὺς μειζόνων ἀξιουμένους εὐμοιρίᾳ τῆς αἱρέσεως τῶν λόγων καὶ ὁδῶν. ἐπὶ δʼ οὖν τὴν ἀρχὴν ἀφικόμενος εὖ οἶδʼ ὅτι ἀπορήσεις, καὶ ἤδη ἀπορεῖς, ποτέραν τρεπτέον. ὡς οὖν ποιήσας ἤδη ῥᾷστα ἐπὶ τὸ ἀκρότατον ἀναβήσῃ καὶ εὐδαιμονήσεις καὶ γαμήσεις καὶ θαυμαστὸς πᾶσι δόξεις, ἐγώ σοι φράσω· ἱκανὸν γὰρ τὸ αὐτὸν ἐξαπατηθῆναι καὶ πονῆσαι. σοὶ δὲ ἄσπορα καὶ ἀνήροτα πάντα φυέσθω καθάπερ ἐπὶ τοῦ Κρόνου.

ただ、これだけは付け加えておこうと思う。すなわち、あの険しく上りの多い道には旅人の足跡があまりなく、もしあったとしても非常に古いものであった。そして私自身、惨めなことに、全く不必要にそれほど苦労してその道を登ったのだ。しかしもう一方の道は、平坦で曲がりくねったところがないため、その道を自分で歩いたことがない私にも、それがどのようなものであるかが遠くから見えていた。というのも、私はまだ若く、より良いものが見えておらず、あの詩人が、「労働から善いものが生まれる」と言っているのを真実だと思い込んでいたからだ。しかし、事実はそうではなかった。ともかく、多くの人々が、言論と道の選択の幸運によって、労せずしてより大きな価値を認められているのを私は見ている。 ともあれ、出発点に到着したとき、どちらに進むべきか君は迷うだろうし、現に今も迷っていることだろう。そこで、どうすれば最も容易に最高峰へ登り、幸福になり、結婚し、すべての人から驚異の目で見られるようになるか、私が君に教えよう。自分自身が騙され、苦労しただけで十分だからだ。君に対しては、クロノスの時代のように、蒔かず耕さずともすべてのものが育つように。

構文注4 件
  1. 6ὑπερπετασθέντα

    対格分詞 ὑπερπετασθέντα は、不定詞 δοκεῖν の意味上の主語である二人称代名詞の対格 σε に、性・数・格が一致している。これは κωλύσει の直接目的語でもある。

  2. 6δόκει

    動詞 δοκέω の能動態命令法現在二人称単数形。「思われる」という受動的意味ではなく、「心に思い描け」「見なせ」という能動の命令。与格 μοι は倫理与格で、対格 τὸν πλοῦτον は不定詞 ὁρᾶν の意味上の主語(対格不定詞構文)。

  3. 7δεομένην

    動詞 δέομαι (必要とする、属格支配)の分詞・女性単数対格。関係節の中で、切り立った岩山 Ἄορνος (女性名詞)を指す代名詞 αὐτήν に一致し修飾する。属格 Διονύσου... ἢ Ἡρακλέους は δεομένην の補語。

  4. 8οὐχ ὁδεύσαντι αὐτῶ

    与格 αὐτῷ およびそれに一致する分詞 ὁδεύσαντι は、動詞 ἐφάνη (現れた、見えた)に対する判断または関係の与格。「(自分自身はその道を)歩いていないにもかかわらず、私に対して〜のように見えた」という関係を示す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg037.humanitext-grc2:6-8