Humanitext Reader

琉善 · 论豪门受雇者 §15-18

初次宴饮中的失礼与周遭的嘲弄

第 6 段,共 14 段 · 希腊语

内容简介

描述了在第一次晚餐中,主人公因不习惯礼仪而感到窘迫,并成为奴仆和其他寄生者监视、嘲弄和嫉妬的对象。此外,随着宴会的延长,他身体感到不适,忍受着巨大的痛苦。

§15σὺ δʼ ὥσπερ εἰς τοῦ Διὸς τὸν οἶκον παρελθὼν πάντα τεθαύμακας καὶ ἐφʼ ἑκάστῳ τῶν πραττομένων μετέωρος εἶ· ξένα γάρ σοι καὶ ἄγνωστα πάντα·
而你仿佛进入了宙斯的神殿,对一切都感到惊奇,对发生的一举一动都心神不定;因为对你来说,一切都是陌生而未知的。
καὶ ἥ τε οἰκετεία εἰς σὲ ἀποβλέπει καὶ τῶν παρόντων ἕκαστος ὅ τι πράξεις ἐπιτηροῦσιν, οὐδὲ αὐτῷ δὲ ἀμελὲς τῷ πλουσίῳ τοῦτο, ἀλλὰ καὶ προεῖπέ τισι τῶν οἰκετῶν ἐπισκοπεῖν εἴ πως εἰς τοὺς παῖδας ἢ εἰς τὴν γυναῖκα πολλάκις ἐκ περιωπῆς ἀποβλέψεις.
奴仆们都在注视着你,在场的每一个人都在窥伺着你的一举一动,甚至连富人本人对此也并非不关心,他甚至预先吩咐了几个奴仆,要他们监视你是否会不时从暗地里频频窥视那些孩子或他的妻子。
οἱ μὲν γὰρ τῶν συνδείπνων ἀκόλουθοι ὁρῶντες ἐκπεπληγμένον εἰς τὴν ἀπειρίαν τῶν δρωμένων ἀποσκώπτουσι, τεκμήριον τοῦ μὴ παρʼ ἄλλῳ πρότερόν σε δεδειπνηκέναι τὸ καινὸν εἶναί σοι τὸ χειρόμακτρον τιθέμενοι.
因为同席者的随从们看到你因缺乏经验而目瞪口呆,便嘲笑你对这些礼节的一无所知,他们把你对餐巾感到新鲜当作证据,断定你以前从未在别人的席上吃过饭。
ὥσπερ οὖν εἰκός, ἰδίειν τε ἀνάγκη ὑπʼ ἀπορίας καὶ μήτε διψῶντα πιεῖν αἰτεῖν τολμᾶν, μὴ δόξῃς οἰνόφλυξ τις εἶναι, μήτε τῶν ὄψων παρατεθέντων ποικίλων καὶ πρός τινα τάξιν ἐσκευασμένων εἰδέναι ἐφʼ ὅ τι πρῶτον ἢ δεύτερον τὴν χεῖρα ἐνέγκῃς· ὑποβλέπειν οὖν εἰς τὸν πλησίον δεήσει κἀκεῖνον ζηλοῦν καὶ μανθάνειν τοῦ δείπνου τὴν ἀκολουθίαν.
因此,理所当然地,你势必因窘迫而汗流浃背,即使口渴也不敢要酒喝,以免被当成一个酒鬼,当各种各样、按一定顺序摆放的佳肴呈上来时,你也不知道该先向哪一个或第二个伸手;因此你不得不偷看邻座的人,模仿他,学习赴宴的规矩。
§16τὰ δʼ ἄλλα ποικίλος εἶ καὶ θορύβου πλέως τὴν ψυχήν, πρὸς ἕκαστα τῶν πραττομένων ἐκπεπληγμένος, καὶ ἄρτι μὲν εὐδαιμονίζεις τὸν πλούσιον τοῦ χρυσοῦ καὶ τοῦ ἐλέφαντος καὶ τῆς τοσαύτης τρυφῆς, ἄρτι δὲ οἰκτείρεις σεαυτόν, ὡς τὸ μηδὲν ὢν εἶτα ζῆν ὑπολαμβάνεις.
在其他方面,你心烦意乱,灵魂里充满了惊慌,对所发生的一切感到目瞪口呆,一时之间,你因为那些黄金、象牙和如此奢华的享受而羡慕那个富人,另一时之间,你又自怜自哀,觉得自己算个什么东西,竟然也活在世上。
ἐνίοτε δὲ κἀκεῖνο εἰσέρχεταί σε, ὡς ζηλωτόν τινα βιώσῃ τὸν βίον ἅπασιν ἐκείνοις ἐντρυφήσων καὶ μεθέξων αὐτῶν ἐξ ἰσοτιμίας· οἴει γὰρ εἰσαεὶ Διονύσια ἑορτάσειν.
但有时你也会想到,自己即将过上令人羡慕的生活,可以尽情享受这一切,并以平等的身份分享它们;因为你以为自己将永远在过酒神节。
καί που καὶ μειράκια ὡραῖα διακονούμενα καὶ ἠρέμα προσμειδιῶντα γλαφυρωτέραν ὑπογράφει σοι τὴν μέλλουσαν διατριβήν, ὥστε συνεχῶς τὸ Ὁμηρικὸν ἐκεῖνο ἐπιφθέγγεσθαι, "οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιούς" πολλὰ πονεῖν καὶ ὑπομένειν ὑπὲρ τῆς τοσαύτης εὐδαιμονίας.
也许那些端酒服务的、带着温柔微笑的美少年,也为你勾勒出未来更加优雅的消遣,以至于你不断地念叨荷马的那句名言: “特洛伊人和胫甲精美的阿开亚人……” 为了如此巨大的幸福,承受许多辛劳和忍耐也是理所当然的。
Φιλοτησίαι τὸ ἐπὶ τούτῳ, καὶ σκύφον εὐμεγέθη τινὰ αἰτήσας προὔπιέν σοι τῷ διδασκάλῳ, ἢ ὁτιδήποτε προσειπών· σὺ δὲ λαβών, ὅτι μέν τί σε καὶ αὐτὸν ὑπειπεῖν ἔδει ἠγνόησας ὑπʼ ἀπειρίας, καὶ ἀγροικίας δόξαν ὦφλες.
接下来的节目是祝酒,他要了一个相当大的杯子,向你——称你为“老师”或随便什么称呼——敬酒;而你接过杯子,却因为缺乏经验,不知道自己也应当回敬几句,结果落得个粗俗无礼的名声。
§17ἐπίφθονος δʼ οὖν ἀπὸ τῆς προπόσεως ἐκείνης πολλοῖς τῶν παλαιῶν φίλων γεγένησαι, καὶ πρότερον ἐπὶ τῇ κατακλίσει λυπήσας τινὰς αὐτῶν, ὅτι τήμερον ἥκων προὐκρίθης ἀνδρῶν πολυετῆ δουλείαν ἠντληκότων.
无论如何,由于那次敬酒,你已经成了许多老朋友嫉妒的对象,在此之前,在安排座位时你已经惹恼了他们中的一些人,因为你今天才刚到,却被提拔到那些忍受了多年奴役之苦的人之上。
εὐθὺς οὖν καὶ τοιοῦτός τις ἐν αὐτοῖς περὶ σοῦ λόγος· τοῦτο ἡμῖν πρὸς τοῖς ἄλλοις δεινοῖς ἐλείπετο, καὶ τῶν ἄρτι εἰσεληλυθότων εἰς τὴν οἰκίαν δευτέρους εἶναι, καὶ μόνοις τοῖς Ἕλλησι τούτοις ἀνέῳκται ἡ Ῥωμαίων πόλις·
于是,他们之间立刻传开了关于你的这类闲话: “在我们的其他不幸之外,偏偏还剩这一遭:竟然要屈居那些刚刚进门的人之下! 难道罗马城只对这些希腊人敞开吗?
καίτοι τί ἐστιν ἐφʼ ὅτῳ προτιμῶνται ἡμῶν;
然而,他们凭什么比我们更受优待?
οὐ ῥημάτια δύστηνα λέγοντες οἴονταί τι παμμέγεθες ὠφελεῖν;
难道他们不是以为靠说几句可怜的话,就能提供巨大的帮助吗?
ἄλλος δέ, οὐ γὰρ εἶδες ὅσα μὲν ἔπιεν, ὅπως δὲ τὰ παρατεθέντα συλλαβὼν κατέφαγεν;
” 另一个说: “难道你没看见他喝了多少,又是怎样把呈上来的菜一扫而空的吗?
ἀπειρόκαλος ἄνθρωπος καὶ λιμοῦ πλέως, οὐδʼ ὄναρ λευκοῦ ποτε ἄρτου ἐμφορηθείς, οὔτι γε Νομαδικοῦ ἢ Φασιανοῦ ὄρνιθος, ὧν μόλις τὰ ὀστᾶ ἡμῖν καταλέλοιπεν.
一个粗鄙不堪、饥火中烧的家伙,做梦也没饱餐过白面包,更不用说努米底亚或法希斯的飞禽了,他连骨头都没给我们剩几根。
τρίτος ἄλλος, ὦ μάταιοι, φησίν, πέντε οὐδʼ ὅλων ἡμερῶν ὄψεσθε αὐτὸν ἐνταῦθά που ἐν ἡμῖν τὰ ὅμοια ποτνιώμενον·
” 第三个说: “笨蛋们,”他说,“不出五天,你们就会看到他在我们这儿,像我们一样怨天尤人。
νῦν μὲν γὰρ ὥσπερ τὰ καινὰ τῶν ὑποδημάτων ἐν τιμῇ τινι καὶ ἐπιμελείᾳ ἐστίν, ἐπειδὰν δὲ πατηθῇ πολλάκις καὶ ὑπὸ τοῦ πηλοῦ ἀναπλασθῇ, ὑπὸ τῇ κλίνῃ ἀθλίως ἐρρίψεται κόρεων ὥσπερ ἡμεῖς ἀνάπλεως.
因为现在他就像新鞋一样,受到某种看重和爱护;但等他被踩踏多次、沾满泥土之后,就会被悲惨地扔到床底下,像我们一样爬满臭虫。
Ἐκεῖνοι μὲν οὖν τοιαῦτα πολλὰ περὶ σοῦ στρέφουσι, καί που ἤδη καὶ πρὸς διαβολάς τινες αὐτῶν παρασκευάζονται.
” 他们便这样在你背后议论纷纷,甚至他们中的一些人可能已经开始准备中伤你了。
§18τὸ δʼ οὖν συμπόσιον ὅλον ἐκεῖνο σόν ἐστιν καὶ περὶ σοῦ οἱ πλεῖστοι τῶν λόγων.
无论如何,那整个宴会都是属于你的,大部分谈话也都是关于你的。
σὺ δʼ ὑπʼ ἀηθείας πλέον τοῦ ἱκανοῦ ἐμπιὼν οἴνου λεπτοῦ καὶ δριμέος, πάλαι τῆς γαστρὸς ἐπειγούσης, πονηρῶς ἔχεις, καὶ οὔτε προεξαναστῆναί σοι καλὸν οὔτε μένειν ἀσφαλές.
而你因为不习惯,喝了过量稀薄而酸涩的酒,肚子早就憋得难受,处境十分狼狈,因为提前退席既不体面,而留下来又不安全。
ἀποτεινομένου τοίνυν τοῦ πότου καὶ λόγων ἐπὶ λόγοις γιγνομένων καὶ θεαμάτων ἐπὶ θεάμασι παριόντων — ἅπαντα γὰρ ἐπιδείξασθαί σοι τὰ αὑτοῦ βούλεται — κόλασιν οὐ μικρὰν ὑπομένεις μήτε ὁρῶν τὰ γιγνόμενα μήτε ἀκούων εἴ τις ᾄδει ἢ κιθαρίζει πάνυ τιμώμενος μειρακίσκος, ἀλλʼ ἐπαινεῖς μὲν ὑπʼ ἀνάγκης, εὔχῃ δὲ ἢ σεισμῷ συμπεσεῖν ἐκεῖνα πάντα ἢ πυρκαϊάν τινα προσαγγελθῆναι, ἵνα ποτὲ καὶ διαλυθῇ τὸ συμπόσιον.
因此,随着酒局拉长,清谈一个接一个,节目一个接一个地上演——因为他想向你炫耀他所有的家当——你忍受着不小的折磨,既看不进眼前发生的一切,也听不进某个备受宠爱的少年是在唱歌还是在弹琴,你只是迫于无奈而随声赞美,心里却在祈祷,要么发生地震让这一切都塌下来,要么有人来报火警,好让这场宴会赶紧散伙。

词汇与语法注释

  1. p.v.3.p.438τεκμήριον τοῦ μὴ παρʼ ἄλλῳ... δεδειπνηκέναι τὸ καινὸν εἶναί σοι τὸ χειρόμακτρον τιθέμενοι — 主格分词 τιθέμενοι(主语为“同席者的随从们”)直接以定格不定式短语 τὸ καινὸν εἶναί σοι τὸ χειρόμακτρον(对你来说餐巾是新鲜事物这一事实)为直接宾语,并以 ⲧⲉⲕⲙⲏ́ⲣⲓⲟⲛ(证据)作为同位语或二次谓语。τεκμήριον 又受到属格冠词性不定式 τοῦ μὴ παρʼ ἄλλῳ... δεδειπνηκέναι 的修饰。
  2. p.v.3.p.440οὐ νέμεσις — 此句模仿了荷马《伊利亚特》3.156中的名言。省略了系动词 ἐστί,意为“(做某事)并非不可原谅(理所当然)”。通常后接不定式,在此处卢基安诺斯用 ὑπὲρ τῆς τοσαύτης εὐδαιμονίας 予以改写,并以不定式 πολλά πονεῖν καὶ ὑπομένειν 作为主语。
  3. p.v.3.p.440προὔπιέν σοι τῷ διδασκάλῳ — 动词 προπίνω(向……敬酒)支配与格,表示敬酒的对象。此处名词 τῷ διδασκάλῳ(作为老师的)与与格代词 σοι(向你)构成同位语,带有一种带有敬意(或嘲讽)的呼格色彩。

引用这一段

琉善, 论豪门受雇者 §15-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg033.humanitext-grc2:15-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。