§12εἰκὸς δὲ πολλοὺς εἶναι τοὺς ἐναντία σοι φρονοῦντας καὶ ἄλλους ἀντὶ σοῦ τιθεμένους, ὧν ἕκαστος ὥσπερ ἐκ λόχου τοξεύων λέληθεν.
自然会有许多人与你意见相左,并试图推荐他人代替你,他们每一个人都仿佛从埋伏中放箭一样,暗中对你进行窥伺。
εἶτʼ ἐννόησον ἄνδρα ἐν βαθεῖ πώγωνι καὶ πολιᾷ τῇ κόμῃ ἐξεταζόμενον εἴ τι οἶδεν ὠφέλιμον, καὶ τοῖς μὲν δοκοῦντα εἰδέναι, τοῖς δὲ μή.
接着,请想象一个留着浓密胡须、满头白发的人,正在接受考核,看看他是否懂得什么有用的学问,在一些人眼里他似乎懂得,在另一些人眼里却并非如此。
μέσος ἐν τοσούτῳ χρόνος, καὶ πολυπραγμονεῖταί σου ἅπας ὁ παρεληλυθὼς βίος, κἂν μέν τις ἢ πολίτης ὑπὸ φθόνου ἢ γείτων ἔκ τινος εὐτελοῦς αἰτίας προσκεκρουκὼς ἀνακρινόμενος εἴπῃ μοιχὸν ἢ παιδεραστήν, τοῦτʼ ἐκεῖνο, ἐκ τῶν Διὸς δέλτων ὁ μάρτυς, ἂν δὲ πάντες ἅμα ἑξῆς ἐπαινῶσιν, ὕποπτοι καὶ ἀμφίβολοι καὶ δεδεκασμένοι.
在这期间,时间缓缓流逝,你过去的整个生活都被彻底调查;如果某个市民出于嫉妒,或者某个邻居因某些微不足道的琐事与你产生过冲突,在接受询问时称你为通奸者或男色好者,那这就是了——这便是“来自宙斯名册的证人”! 但是,如果所有人同时连续赞美你,他们就会被怀疑是不可信的、态度暧昧的,或者是被收买的。
χρὴ τοίνυν πολλὰ εὐτυχῆσαι καὶ μηδὲν ὅλως ἐναντιωθῆναι· μόνως γὰρ ἂν οὕτως κρατήσειας.
因此,你必须极其幸运,完全不遇到任何阻碍;因为只有这样,你才能取得胜利。
Εἶεν· καὶ δὴ εὐτύχηταί σοι πάντα εὐχῆς μειζόνως·
好吧,就当作一切都如你所愿,甚至超出了你的祈求。
αὐτός τε γὰρ ἐπῄνεσε τοὺς λόγους καὶ τῶν φίλων οἱ ἐντιμότατοι καὶ οἷς μάλιστα πιστεύει τὰ τοιαῦτα οὐκ ἀπέτρεψαν· ἔτι δὲ καὶ ἡ γυνὴ βούλεται, οὐκ ἀντιλέγει δὲ οὔτε ὁ ἐπίτροπος οὔτε ὁ οἰκονόμος· οὐδέ τις ἐμέμψατό σου τὸν βίον, ἀλλὰ πάντα ἵλεω καὶ πανταχόθεν αἴσια τὰ ἱερά.
因为他本人称赞了你的言论,而且在他的朋友中那些最受尊敬、在这些事务上他最信任的人也没有反对;此外,他的妻子也表示同意,无论是管理人还是管家也都没有反驳;也没有人指责你的生活,而且所有的祭牲都显示出吉兆,各处都顺遂。
§13κεκράτηκας οὖν, ὦ μακάριε, καὶ ἔστεψαι τὰ Ὀλύμπια, μᾶλλον δὲ Βαβυλῶνα εἴληφας ἢ τὴν Σάρδεων ἀκρόπολιν καθῄρηκας, καὶ ἕξεις τὸ τῆς Ἀμαλθείας κέρας καὶ ἀμέλξεις ὀρνίθων γάλα.
那么,你胜利了,幸福的人啊,你已经摘取了奥林匹亚的桂冠,或者更确切地说,你夺取了巴比伦,攻克了萨迪斯的卫城;你将拥有阿玛尔忒娅之角,并能榨取鸟奶。
δεῖ δή σοι ἀντὶ τῶν τοσούτων πόνων μέγιστα ἡλίκα γενέσθαι τἀγαθά, ἵνα μὴ φύλλινος μόνον ὁ στέφανος ᾖ, καὶ τόν τε μισθὸν οὐκ εὐκαταφρόνητον ὁρισθῆναι καὶ τοῦτον ἐν καιρῷ τῆς χρείας ἀπραγμόνως ἀποδίδοσθαι καὶ τὴν ἄλλην τιμὴν ὑπὲρ τοὺς πολλοὺς ὑπάρχειν, πόνων δὲ ἐκείνων καὶ πηλοῦ καὶ δρόμων καὶ ἀγρυπνιῶν ἀναπεπαῦσθαι, καὶ τοῦτο δὴ τὸ τῆς εὐχῆς, ἀποτείναντα τὼ πόδε καθεύδειν, μόνα ἐκεῖνα πράττοντα ὧν ἕνεκα τὴν ἀρχὴν παρελήφθης καὶ ὧν ἔμμισθος εἶ.
为了回报如此巨大的辛劳,你的回报必须是极其丰厚的,免得这桂冠仅仅是由树叶编成;而且你的薪酬必须定在不容小觑的数额,并在需要时毫不费力地按时发放,其他的荣耀也超乎常人;你还要从那些劳苦、泥泞、奔波和失眠中解脱出来,就像祈祷中所说的那样,伸直双腿安睡,只做你最初被录用以及为此接受薪酬的那些事。
ἐχρῆν μὲν οὕτως, ὦ Τιμόκλεις, καὶ οὐδὲν ἂν ἦν μέγα κακὸν ὑποκύψαντα φέρειν τὸν ζυγὸν ἐλαφρόν τε καὶ εὔφορον καὶ τὸ μέγιστον, ἐπίχρυσον ὄντα.
本来应当是这样的,蒂莫克勒斯,若是那样,屈服并套上轻便、易承、尤其是镀金的轭,也不算是什么大祸害。
ἀλλὰ πολλοῦ, μᾶλλον δὲ τοῦ παντὸς δεῖ· μυρία γάρ ἐστιν ἀφόρητα ἐλευθέρῳ ἀνδρὶ ἐν αὐταῖς ἤδη ταῖς συνουσίαις γιγνόμενα.
但事实远非如此,甚至完全相反;因为在实际的交往本身中,有无数让自由人无法忍受的事情发生。
σκέψαι δὲ αὐτὸς ἑξῆς ἀκούων, εἴ τις ἂν αὐτὰ ὑπομεῖναι δύναιτο παιδείᾳ κἂν ἐπʼ ἐλάχιστον ὡμιληκώς.
你自己顺次听一听,看看任何稍微接触过教育的人,是否能忍受这一切。
§14ἄρξομαι δὲ ἀπὸ τοῦ πρώτου δείπνου, ἢν δοκῇ, ὅ σε εἰκὸς δειπνήσειν τὰ προτέλεια τῆς μελλούσης συνουσίας.
如果你同意,我将从第一顿晚餐开始,你很可能要吃这顿晚餐,作为你即将开始的交往的前奏。
εὐθὺς οὖν πρόσεισιν παραγγέλλων τις ἥκειν ἐπὶ τὸ δεῖπνον, οὐκ ἀνομίλητος οἰκέτης, ὃν χρὴ πρῶτον ἵλεων ποιήσασθαι, παραβύσαντα εἰς τὴν χεῖρα, ὡς μὴ ἀδέξιος εἶναι δοκῇς, τοὐλάχιστον πέντε δραχμάς·
于是,立刻会有人来通知你赴宴,这是一个善于应酬的仆人,你必须首先让他对你产生好感,塞进他手里——以免你显得不通人情——至少五枚德拉克马。
ὁ δὲ ἀκκισάμενος καί,
ἄπαγε, παρὰ σοῦ δὲ ἐγώ;
而他故作推辞,低声说: “去你的,我怎么能拿你的钱?
καί,
Ἡράκλεις, μὴ γένοιτο,
ὑπειπὼν τέλος ἐπείσθη, καὶ ἄπεισί σοι πλατὺ ἐγχανών.
” 以及 “赫拉克勒斯啊,千万使不得,” 在嘀咕完之后,他最终被说服了,咧着嘴对你大笑着离去。
σὺ δὲ ἐσθῆτα καθαρὰν προχειρισάμενος καὶ σεαυτὸν ὡς κοσμιώτατα σχηματίσας λουσάμενος ἥκεις, δεδιὼς μὴ πρὸ τῶν ἄλλων ἀφίκοιο· ἀπειρόκαλον γάρ, ὥσπερ καὶ τὸ ὕστατον ἥκειν φορτικόν.
而你准备好干净的衣服,把自己装扮得尽可能端庄,洗完澡后走来,心里害怕比别人来得早;因为来得太早显得俗气,而最后才到又显得无礼。
αὐτὸ οὖν τηρήσας τὸ μέσον τοῦ καιροῦ εἰσελήλυθας, καί σε πάνυ ἐντίμως ἐδέξατο, καὶ παραλαβών τις κατέκλινε μικρὸν ὑπὲρ τοῦ πλουσίου μετὰ δύο που σχεδὸν τῶν παλαιῶν φίλων.
因此,你恰到好处地把握了中间的时机走了进去,他非常体面地接待了你,接着有人引你入座,把你安排在富人主人稍上方的位子,旁边大约有两位他的老朋友。