§15σὺ δʼ ὥσπερ εἰς τοῦ Διὸς τὸν οἶκον παρελθὼν πάντα τεθαύμακας καὶ ἐφʼ ἑκάστῳ τῶν πραττομένων μετέωρος εἶ·
あなたはあたかもゼウスの家に入ったかのように、すべてに驚嘆し、行われる事柄の一つ一つに心を奪われている。
ξένα γάρ σοι καὶ ἄγνωστα πάντα·
というのも、あなたにとってはすべてが不慣れで未知のことだからである。
καὶ ἥ τε οἰκετεία εἰς σὲ ἀποβλέπει καὶ τῶν παρόντων ἕκαστος ὅ τι πράξεις ἐπιτηροῦσιν, οὐδὲ αὐτῷ δὲ ἀμελὲς τῷ πλουσίῳ τοῦτο, ἀλλὰ καὶ προεῖπέ τισι τῶν οἰκετῶν ἐπισκοπεῖν εἴ πως εἰς τοὺς παῖδας ἢ εἰς τὴν γυναῖκα πολλάκις ἐκ περιωπῆς ἀποβλέψεις.
そして、召使いたちはあなたを注視し、同席者たちの誰もが、あなたが何をするかを見守っている。 そして、富人自身にとってもこのことは無関心ではなく、それどころか、召使いの何人かに、あなたが時折、物陰から少年たちや妻の方を何度も見つめたりしないか監視するよう、あらかじめ命じてさえいる。
οἱ μὲν γὰρ τῶν συνδείπνων ἀκόλουθοι ὁρῶντες ἐκπεπληγμένον εἰς τὴν ἀπειρίαν τῶν δρωμένων ἀποσκώπτουσι, τεκμήριον τοῦ μὴ παρʼ ἄλλῳ πρότερόν σε δεδειπνηκέναι τὸ καινὸν εἶναί σοι τὸ χειρόμακτρον τιθέμενοι.
同席者たちの従者たちは、あなたが未経験さから呆然としているのを見て、からかう。 彼らはあなたが手拭いを珍しがっていることを、これまでに他の人の家で食事をしたことがない証拠としているのである。
ὥσπερ οὖν εἰκός, ἰδίειν τε ἀνάγκη ὑπʼ ἀπορίας καὶ μήτε διψῶντα πιεῖν αἰτεῖν τολμᾶν, μὴ δόξῃς οἰνόφλυξ τις εἶναι, μήτε τῶν ὄψων παρατεθέντων ποικίλων καὶ πρός τινα τάξιν ἐσκευασμένων εἰδέναι ἐφʼ ὅ τι πρῶτον ἢ δεύτερον τὴν χεῖρα ἐνέγκῃς·
したがって、当然のことながら、困惑から汗をかかざるを得ず、大酒飲みだと思われるのを恐れて、喉が渇いても飲み物を求める勇気が出ず、また、様々に盛り付けられ、一定の順序で整えられた料理が出されても、どれに最初か二番目に手を伸ばすべきか分からない。
ὑποβλέπειν οὖν εἰς τὸν πλησίον δεήσει κἀκεῖνον ζηλοῦν καὶ μανθάνειν τοῦ δείπνου τὴν ἀκολουθίαν.
それゆえ、隣の人を盗み見て、彼を模倣し、晩餐の作法を学ばなければならなくなる。
§16τὰ δʼ ἄλλα ποικίλος εἶ καὶ θορύβου πλέως τὴν ψυχήν, πρὸς ἕκαστα τῶν πραττομένων ἐκπεπληγμένος, καὶ ἄρτι μὲν εὐδαιμονίζεις τὸν πλούσιον τοῦ χρυσοῦ καὶ τοῦ ἐλέφαντος καὶ τῆς τοσαύτης τρυφῆς, ἄρτι δὲ οἰκτείρεις σεαυτόν, ὡς τὸ μηδὲν ὢν εἶτα ζῆν ὑπολαμβάνεις.
それ以外の点でも、あなたは心が千々に乱れ、騒動で満たされており、行われることの一つ一つに仰天している。 そして、ある時は、金や象牙、これほどの贅沢のゆえにその富人を羨み、またある時は、自分が無に等しい存在でありながら生きていると考えて、自らを哀れむ。
ἐνίοτε δὲ κἀκεῖνο εἰσέρχεταί σε, ὡς ζηλωτόν τινα βιώσῃ τὸν βίον ἅπασιν ἐκείνοις ἐντρυφήσων καὶ μεθέξων αὐτῶν ἐξ ἰσοτιμίας·
しかし時には、あのようなことすべてをほしいままにし、対等な資格でそれらを分かち合うことで、自分は誰からも羨まれるような生活を送るのだ、という考えが頭をよぎることもある。
οἴει γὰρ εἰσαεὶ Διονύσια ἑορτάσειν.
というのも、あなたは永遠にディオニュシア祭を祝い続けるだろうと思っているからだ。
καί που καὶ μειράκια ὡραῖα διακονούμενα καὶ ἠρέμα προσμειδιῶντα γλαφυρωτέραν ὑπογράφει σοι τὴν μέλλουσαν διατριβήν, ὥστε συνεχῶς τὸ Ὁμηρικὸν ἐκεῖνο ἐπιφθέγγεσθαι,
"οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιούς"
πολλὰ πονεῖν καὶ ὑπομένειν ὑπὲρ τῆς τοσαύτης εὐδαιμονίας.
そしておそらく、給仕をしながらかすかに微笑みかける麗しい少年たちも、あなたのこれからの暮らしをより優雅なものとして描き出している。 そのため、あなたは絶えずあのホメロスの言葉、「トロイアびとも、すね当てよきアカイアびとも、怪しむには及ばぬ」を口ずさみ、これほど大きな幸福のためなら、多くの苦労をし、耐えるのも当然だと思うのである。
Φιλοτησίαι τὸ ἐπὶ τούτῳ, καὶ σκύφον εὐμεγέθη τινὰ αἰτήσας προὔπιέν σοι τῷ διδασκάλῳ, ἢ ὁτιδήποτε προσειπών·
この次に祝杯があり、彼は大きめのカップを求めると、あなたを「先生」、あるいは何とでも呼んで乾杯の杯を捧げた。
σὺ δὲ λαβών, ὅτι μέν τί σε καὶ αὐτὸν ὑπειπεῖν ἔδει ἠγνόησας ὑπʼ ἀπειρίας, καὶ ἀγροικίας δόξαν ὦφλες.
しかし、あなたはそれを受け取ったものの、自分自身も何か返礼の言葉を述べるべきであることを経験不足から知らず、無作法だという評判を被ってしまった。
§17ἐπίφθονος δʼ οὖν ἀπὸ τῆς προπόσεως ἐκείνης πολλοῖς τῶν παλαιῶν φίλων γεγένησαι, καὶ πρότερον ἐπὶ τῇ κατακλίσει λυπήσας τινὰς αὐτῶν, ὅτι τήμερον ἥκων προὐκρίθης ἀνδρῶν πολυετῆ δουλείαν ἠντληκότων.
いずれにせよ、あの乾杯のせいで、あなたは多くの古い友人たちから嫉妬されるようになった。 しかも、それ以前の席順の段階でも、今日やって来たばかりのあなたが、長年の奴隷奉公に耐えてきた男たちを差し置いて優先されたために、彼らの何人かを立腹させていたのである。
εὐθὺς οὖν καὶ τοιοῦτός τις ἐν αὐτοῖς περὶ σοῦ λόγος·
そこで早速、彼らの間であなたについてこのような話が交わされる。
τοῦτο ἡμῖν πρὸς τοῖς ἄλλοις δεινοῖς ἐλείπετο, καὶ τῶν ἄρτι εἰσεληλυθότων εἰς τὴν οἰκίαν δευτέρους εἶναι, καὶ μόνοις τοῖς Ἕλλησι τούτοις ἀνέῳκται ἡ Ῥωμαίων πόλις·
「他の数々の悲惨なことに加えて、このことだけが我々に欠けていた。 この家に今入ってきたばかりの者たちの次席に甘んじるとは! それに、ローマの街は、これらギリシア人たちだけのために開かれているとでもいうのか。
καίτοι τί ἐστιν ἐφʼ ὅτῳ προτιμῶνται ἡμῶν;
だが、彼らが我々よりも優遇される理由は一体何なのか。
οὐ ῥημάτια δύστηνα λέγοντες οἴονταί τι παμμέγεθες ὠφελεῖν;
哀れな言葉をもてあそぶことで、何か途方もなく役立つことをしているとでも思っているのではないか。
ἄλλος δέ,
οὐ γὰρ εἶδες ὅσα μὲν ἔπιεν, ὅπως δὲ τὰ παρατεθέντα συλλαβὼν κατέφαγεν;
」また別の者はこう言う。 「あいつがどれほど飲んだか、出された料理をどれほどかき集めて平らげたか、お前は見ていなかったのか。
ἀπειρόκαλος ἄνθρωπος καὶ λιμοῦ πλέως, οὐδʼ ὄναρ λευκοῦ ποτε ἄρτου ἐμφορηθείς, οὔτι γε Νομαδικοῦ ἢ Φασιανοῦ ὄρνιθος, ὧν μόλις τὰ ὀστᾶ ἡμῖν καταλέλοιπεν.
無作法で飢えに満ちた男だ。 白いパンでお腹を満たしたことなど、夢にも見たことがないのだろう。 ましてや、ヌミディアの鳥やファシスの鳥などなおさらだ。 それらの骨を我々にはほとんど残しもしなかった。
τρίτος ἄλλος,
ὦ μάταιοι,
φησίν,
πέντε οὐδʼ ὅλων ἡμερῶν ὄψεσθε αὐτὸν ἐνταῦθά που ἐν ἡμῖν τὰ ὅμοια ποτνιώμενον·
」さらに三人目の者が言う。 「お馬鹿さんたち、丸五日もしないうちに、あいつがこの辺りで我々と同様に嘆き悲しんでいるのを見ることになるさ。
νῦν μὲν γὰρ ὥσπερ τὰ καινὰ τῶν ὑποδημάτων ἐν τιμῇ τινι καὶ ἐπιμελείᾳ ἐστίν, ἐπειδὰν δὲ πατηθῇ πολλάκις καὶ ὑπὸ τοῦ πηλοῦ ἀναπλασθῇ, ὑπὸ τῇ κλίνῃ ἀθλίως ἐρρίψεται κόρεων ὥσπερ ἡμεῖς ἀνάπλεως.
というのも、今はあたかも新しい靴のように、ある種の敬意を払われ大事にされているが、何度も踏みつけられ、泥まみれになった暁には、ベッドの下に惨めに投げ捨てられ、我々と同じように南京虫まみれになるだろうからだ。
Ἐκεῖνοι μὲν οὖν τοιαῦτα πολλὰ περὶ σοῦ στρέφουσι, καί που ἤδη καὶ πρὸς διαβολάς τινες αὐτῶν παρασκευάζονται.
」彼らはあなたについてこのような多くの不平をめぐらせており、おそらくすでに、彼らの何人かは中傷の準備さえ始めているのである。
§18τὸ δʼ οὖν συμπόσιον ὅλον ἐκεῖνο σόν ἐστιν καὶ περὶ σοῦ οἱ πλεῖστοι τῶν λόγων.
とにかく、あの宴会全体はあなたのためのものであり、会話の大部分はあなたに関するものである。
σὺ δʼ ὑπʼ ἀηθείας πλέον τοῦ ἱκανοῦ ἐμπιὼν οἴνου λεπτοῦ καὶ δριμέος, πάλαι τῆς γαστρὸς ἐπειγούσης, πονηρῶς ἔχεις, καὶ οὔτε προεξαναστῆναί σοι καλὸν οὔτε μένειν ἀσφαλές.
しかしあなたは、慣れないことから、薄くて酸っぱいワインを必要以上に飲んでしまい、ずいぶん前から胃が切迫しているのに、体調を悪くしている。 そして、先に席を立つのは見苦しく、留まり続けるのも危険である。
ἀποτεινομένου τοίνυν τοῦ πότου καὶ λόγων ἐπὶ λόγοις γιγνομένων καὶ θεαμάτων ἐπὶ θεάμασι παριόντων — ἅπαντα γὰρ ἐπιδείξασθαί σοι τὰ αὑτοῦ βούλεται — κόλασιν οὐ μικρὰν ὑπομένεις μήτε ὁρῶν τὰ γιγνόμενα μήτε ἀκούων εἴ τις ᾄδει ἢ κιθαρίζει πάνυ τιμώμενος μειρακίσκος, ἀλλʼ ἐπαινεῖς μὲν ὑπʼ ἀνάγκης, εὔχῃ δὲ ἢ σεισμῷ συμπεσεῖν ἐκεῖνα πάντα ἢ πυρκαϊάν τινα προσαγγελθῆναι, ἵνα ποτὲ καὶ διαλυθῇ τὸ συμπόσιον.
こうして飲み会が長引き、話の後に話が続き、余興の後に余興が現れる中――彼は自分の所有するものをすべてあなたに見せびらかしたいのだ――あなたは、目の前で行われていることを見もせず、非常に重用されている少年が歌ったりキタラを弾いたりしているのを聞きもせず、少なからぬ拷問に耐えている。 ただ余儀なく称賛しつつ、いつかこの宴会がお開きになるようにと、あれらすべてが地震で崩壊するか、あるいは火事の知らせでも入ることを心の中で祈っているのである。