§19τοῦτο μὲν δή σοι τὸ πρῶτον, ὦ ἑταῖρε, καὶ ἥδιστον ἐκεῖνο δεῖπνον, οὐκ ἔμοιγε τοῦ θύμου καὶ τῶν λευκῶν ἁλῶν ἥδιον ὁπηνίκα βούλομαι καὶ ὁπόσον ἐλευθέρως ἐσθιομένων.
我的朋友,这就是你所经历的第一次、也是那顿最愉快的晚餐,但对我来说,它甚至不如在我想吃多少就吃多少、在自由自在中吃着的百里香和白盐更让我感到愉快。
ἵνα γοῦν σοι τὴν ὀξυρεγμίαν τὴν ἐπὶ τούτοις παρῶ καὶ τὸν ἐν τῇ νυκτὶ ἔμετον, ἕωθεν δεήσει περὶ τοῦ μισθοῦ συμβῆναι ὑμᾶς, ὁπόσον τε καὶ ὁπότε τοῦ ἔτους χρὴ λαμβάνειν.
总之,为了省去那随之而来的酸气冲天和夜间呕吐,清晨你们就必须就薪酬达成协议,即一年应该拿多少,以及何时拿。
παρόντων οὖν ἢ δύο ἢ τριῶν φίλων προσκαλέσας σε καὶ καθίζεσθαι κελεύσας ἄρχεται λέγειν· τὰ μὲν ἡμέτερα ὁποῖά ἐστιν ἑώρακας ἤδη, καὶ ὡς τῦφος ἐν αὐτοῖς οὐδὲ εἷς, ἀτραγῴδητα δὲ καὶ πεζὰ πάντα καὶ δημοτικά, χρὴ δέ σε οὕτως ἔχειν ὡς ἁπάντων ἡμῖν κοινῶν ἐσομένων·
因此,在两三个朋友在场的情况下,他把你召来,让你坐下,开始说道: “我们的家境如何,你已经看到了,其中没有任何虚荣,一切都是不着修饰、平凡、平民化的。 你应当抱有这样的想法,即我们的一切都将是共有的。
γελοῖον γὰρ εἰ τὸ κυριώτατον, τὴν ψυχήν σοι τὴν ἐμαυτοῦ ἢ καὶ νὴ Δία τῶν παίδων. — εἰ παῖδες εἶεν αὐτῷ παιδεύσεως δεόμενοι —
ἐπιτρέπων τῶν ἄλλων μὴ ἐπʼ ἴσης ἡγοίμην δεσπότην.
因为,如果我把最重要的事情,即我自己的灵魂,或者凭着宙斯起誓,我孩子们的灵魂—— ——如果他有需要教育的孩子的话—— 都托付给你,却在其他事情上不把你当作同等地位的主人,那就太荒谬了。
ἐπεὶ δὲ καὶ ὡρίσθαι τι δεῖ, — ὁρῶ μὲν τὸ μέτριον καὶ αὔταρκες τοῦ σοῦ τρόπου καὶ συνίημι ὡς οὐχὶ μισθοῦ ἐλπίδι προσελήλυθας ἡμῶν τῇ οἰκίᾳ, τῶν δὲ ἄλλων ἕνεκα, τῆς εὐνοίας τῆς παρʼ ἡμῶν καὶ τιμῆς, ἣν παρὰ πᾶσιν ἕξεις· ὅμως δʼ οὖν καὶ ὡρίσθω τι, — σὺ δʼ αὐτὸς ὅ τι καὶ βούλει λέγε, μεμνημένος, ὦ φίλτατε, κἀκείνων ἅπερ ἐν ἑορταῖς διετησίοις εἰκὸς ἡμᾶς παρέξειν· οὐ γὰρ ἀμελήσομεν οὐδὲ τῶν τοιούτων, εἰ καὶ μὴ νῦν αὐτὰ συντιθέμεθα· πολλαὶ δέ, οἶσθα, τοῦ ἔτους αἱ τοιαῦται ἀφορμαί.
不过,既然也必须定个标准——我看到了你品格中的温和与自足,也明白你来我们家并不是为了贪图薪酬,而是为了其他事情,为了我们的善意和你在所有人中将获得的尊重;但尽管如此,还是要定个标准的——你最亲爱的,你自己想说什么就说什么,也请记住我们通常在年度节日里会提供给你的那些东西;因为即使我们现在没有把它们写入协议,我们也不会忽视这些事情;如你所知,一年中这样的机会很多。
καὶ πρὸς ἐκεῖνα τοίνυν ἀποβλέπων μετριώτερον δῆλον ὅτι ἐπιβαλεῖς ἡμῖν τὸν μισθόν.
因此,考虑到这些,显而易见你给我们的薪酬要求会更温和一些。
ἄλλως τε καὶ πρέπον ἂν εἴη τοῖς πεπαιδευμένοις ὑμῖν κρείττοσιν εἶναι χρημάτων.
况且,对于你们这些受过教育的人来说,超脱于金钱之上才是相称的。
§20ὁ μὲν ταῦτα εἰπὼν καὶ ὅλον σε διασείσας ταῖς ἐλπίσι τιθασὸν ἑαυτῷ πεποίηκε, σὺ δὲ πάλαι τάλαντα καὶ μυριάδας ὀνειροπολήσας καὶ ἀγροὺς ὅλους καὶ συνοικίας συνίης μὲν ἠρέμα τῆς μικρολογίας, σαίνεις δὲ ὅμως τὴν ὑπόσχεσιν καὶ τό,
πάντα ἡμῖν κοινὰ ἔσται,
βέβαιον καὶ ἀληθὲς ἔσεσθαι νομίζεις, οὐκ εἰδὼς ὅτι τὰ τοιαῦτα
"χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.
” 他说了这些话,用希望把你彻底震撼,并让你对他顺从。 而你,早已梦想着成百上千的金币、整片的田地和出租公寓,虽然也微微察觉到了他的吝啬,但还是对他的许诺摇尾乞怜,并认为: “我们的一切都将是共有的。 ” 这句话将会是可靠和真实的,却不知道这种事情 “确实润湿了嘴唇,却无法润湿喉咙。
"
τελευταῖον δʼ ὑπʼ αἰδοῦς αὐτῷ ἐπέτρεψας.
” 最后,出于羞怯,你把决定权交给了他。
ὁ δὲ αὐτὸς μὲν οὔ φησιν ἐρεῖν, τῶν φίλων δέ τινα τῶν παρόντων κελεύει μέσον ἐλθόντα τοῦ πράγματος εἰπεῖν ὃ μήτʼ αὐτῷ γίγνοιτʼ ἂν βαρὺ καὶ πρὸς ἄλλα τούτων ἀναγκαιότερα δαπανῶντι μήτε τῷ ληψομένῳ εὐτελές.
但他本人却说不便自己开口,而是吩咐在座的一位朋友出来调解,说出一个既不会对他——因为他还要在其他更必要的事情上花钱——造成沉重负担,也不会对接受者显得微不足道的数据。
ὁ δὲ ὠμογέρων τις ἐκ παίδων κολακείᾳ σύντροφος,
ὡς μὲν οὐκ εὐδαιμονέστατος εἶ
, φησίν,
τῶν ἐν τῇ πόλει ἁπάντων, ὦ οὗτος, οὐκ ἂν εἴποις, ᾧ γε τοῦτο πρῶτον ὑπῆρχεν ὃ πολλοῖς πάνυ γλιχομένοις μόλις ἂν γένοιτο παρὰ τῆς Τύχης·
于是,一个从小就在阿谀奉承中长大的、精力充沛的老头说道: “哎呀,这位朋友,你可不能说自己不是城里所有人中最幸福的,因为你首先得到了许多极其渴望的人也难以从命运女神那里得到的东西。
λέγω δὲ ὁμιλίας ἀξιωθῆναι καὶ ἑστίας κοινωνῆσαι καὶ εἰς τὴν πρώτην οἰκίαν τῶν ἐν τῇ Ῥωμαίων ἀρχῇ καταδεχθῆναι·
我指的是被认为值得交往、共享壁炉,并被接纳进罗马帝国第一等的人家。
τοῦτο γὰρ ὑπὲρ τὰ Κροίσου τάλαντα καὶ τὸν Μίδου πλοῦτον, εἰ σωφρονεῖν οἶσθα.
如果你懂得明智,这比克洛伊索斯的所有财富和米达斯的金钱还要宝贵。
ἰδὼν δὲ πολλοὺς τῶν εὐδοκίμων ἐθελήσαντας ἄν, εἰ καὶ προσδιδόναι δέοι, μόνης τῆς δόξης ἕνεκα συνεῖναι τούτῳ καὶ ὁρᾶσθαι περὶ αὐτὸν ἑταίρους καὶ φίλους εἶναι δοκοῦντας, οὐκ ἔχω ὅπως σε τῆς εὐποτμίας μακαρίσω, ὃς καὶ προσλήψῃ μισθὸν τῆς τοιαύτης εὐδαιμονίας.
看到许多名声显赫的人,即使自己倒贴钱,也渴望仅仅为了名誉而与这位大人相处,并在他身边出现,好显得是他的同伴和朋友,我真不知道该如何为你的好运而向你祝贺,因为你甚至还能在这般幸福之上额外获得薪资。
ἀρκεῖν οὖν νομίζω, εἰ μὴ πάνυ ἄσωτος εἶ, τοσόνδε τι· —
εἰπὼν ἐλάχιστον καὶ μάλιστα πρὸς τὰς σὰς ἐκείνας ἐλπίδας.
因此,我认为,除非你是个极度挥耗无度的人,否则这么多就足够了——” 说着,他报出了一个极低的数字,特别是相比于你的那些期待而言。