- 底本
- Lucian, Vol. 3. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg033.humanitext-grc2:15-18
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
最初の晩餐において、主人公が作法への不慣れから困惑し、召使いたちや他の居候たちから監視と嘲笑、嫉妬の対象となる様子を描く。さらに、宴会が長引く中で体調を崩し、苦痛に耐える。
σὺ δʼ ὥσπερ εἰς τοῦ Διὸς τὸν οἶκον παρελθὼν πάντα τεθαύμακας καὶ ἐφʼ ἑκάστῳ τῶν πραττομένων μετέωρος εἶ· ξένα γάρ σοι καὶ ἄγνωστα πάντα· καὶ ἥ τε οἰκετεία εἰς σὲ ἀποβλέπει καὶ τῶν παρόντων ἕκαστος ὅ τι πράξεις ἐπιτηροῦσιν, οὐδὲ αὐτῷ δὲ ἀμελὲς τῷ πλουσίῳ τοῦτο, ἀλλὰ καὶ προεῖπέ τισι τῶν οἰκετῶν ἐπισκοπεῖν εἴ πως εἰς τοὺς παῖδας ἢ εἰς τὴν γυναῖκα πολλάκις ἐκ περιωπῆς ἀποβλέψεις. οἱ μὲν γὰρ τῶν συνδείπνων ἀκόλουθοι ὁρῶντες ἐκπεπληγμένον εἰς τὴν ἀπειρίαν τῶν δρωμένων ἀποσκώπτουσι, τεκμήριον τοῦ μὴ παρʼ ἄλλῳ πρότερόν σε δεδειπνηκέναι τὸ καινὸν εἶναί σοι τὸ χειρόμακτρον τιθέμενοι.1 ὥσπερ οὖν εἰκός, ἰδίειν τε ἀνάγκη ὑπʼ ἀπορίας καὶ μήτε διψῶντα πιεῖν αἰτεῖν τολμᾶν, μὴ δόξῃς οἰνόφλυξ τις εἶναι, μήτε τῶν ὄψων παρατεθέντων ποικίλων καὶ πρός τινα τάξιν ἐσκευασμένων εἰδέναι ἐφʼ ὅ τι πρῶτον ἢ δεύτερον τὴν χεῖρα ἐνέγκῃς· ὑποβλέπειν οὖν εἰς τὸν πλησίον δεήσει κἀκεῖνον ζηλοῦν καὶ μανθάνειν τοῦ δείπνου τὴν ἀκολουθίαν.
あなたはあたかもゼウスの家に入ったかのように、すべてに驚嘆し、行われる事柄の一つ一つに心を奪われている。というのも、あなたにとってはすべてが不慣れで未知のことだからである。そして、召使いたちはあなたを注視し、同席者たちの誰もが、あなたが何をするかを見守っている。そして、富人自身にとってもこのことは無関心ではなく、それどころか、召使いの何人かに、あなたが時折、物陰から少年たちや妻の方を何度も見つめたりしないか監視するよう、あらかじめ命じてさえいる。同席者たちの従者たちは、あなたが呆然としているのを見て、行われていることへの不慣れさをからかう。彼らはあなたが手拭いを珍しがっていることを、これまでに他の人の家で食事をしたことがない証拠としているのである。 したがって、当然のことながら、困惑から汗をかかざるを得ず、大酒飲みだと思われるのを恐れて、喉が渇いても飲み物を求める勇気が出ず、また、様々に盛り付けられ、一定の順序で整えられた料理が出されても、どれに最初か二番目に手を伸ばすべきか分からない。それゆえ、隣の人を盗み見て、彼を模倣し、晩餐の作法を学ばなければならなくなる。
τὰ δʼ ἄλλα ποικίλος εἶ καὶ θορύβου πλέως τὴν ψυχήν, πρὸς ἕκαστα τῶν πραττομένων ἐκπεπληγμένος, καὶ ἄρτι μὲν εὐδαιμονίζεις τὸν πλούσιον τοῦ χρυσοῦ καὶ τοῦ ἐλέφαντος καὶ τῆς τοσαύτης τρυφῆς, ἄρτι δὲ οἰκτείρεις σεαυτόν, ὡς τὸ μηδὲν ὢν εἶτα ζῆν ὑπολαμβάνεις. ἐνίοτε δὲ κἀκεῖνο εἰσέρχεταί σε, ὡς ζηλωτόν τινα βιώσῃ τὸν βίον ἅπασιν ἐκείνοις ἐντρυφήσων καὶ μεθέξων αὐτῶν ἐξ ἰσοτιμίας· οἴει γὰρ εἰσαεὶ Διονύσια ἑορτάσειν. καί που καὶ μειράκια ὡραῖα διακονούμενα καὶ ἠρέμα προσμειδιῶντα γλαφυρωτέραν ὑπογράφει σοι τὴν μέλλουσαν διατριβήν, ὥστε συνεχῶς τὸ Ὁμηρικὸν ἐκεῖνο ἐπιφθέγγεσθαι, "οὐ νέμεσις2 Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιούς" πολλὰ πονεῖν καὶ ὑπομένειν ὑπὲρ τῆς τοσαύτης εὐδαιμονίας. Φιλοτησίαι τὸ ἐπὶ τούτῳ, καὶ σκύφον εὐμεγέθη τινὰ αἰτήσας προὔπιέν σοι τῷ διδασκάλῳ,3 ἢ ὁτιδήποτε προσειπών· σὺ δὲ λαβών, ὅτι μέν τί σε καὶ αὐτὸν ὑπειπεῖν ἔδει ἠγνόησας ὑπʼ ἀπειρίας, καὶ ἀγροικίας δόξαν ὦφλες.
それ以外の点でも、あなたは心が千々に乱れ、騒動で満たされており、行われることの一つ一つに仰天している。そして、ある時は、金や象牙、これほどの贅沢のゆえにその富人を羨み、またある時は、自分が無に等しい存在でありながら生きていると考えて、自らを哀れむ。しかし時には、あのようなことすべてをほしいままにし、対等な資格でそれらを分かち合うことで、自分は誰からも羨まれるような生活を送るのだ、という考えが頭をよぎることもある。というのも、あなたは永遠にディオニュシア祭を祝い続けるだろうと思っているからだ。そしておそらく、給仕をしながらかすかに微笑みかける麗しい少年たちも、あなたのこれからの暮らしをより優雅なものとして描き出している。そのため、あなたは絶えずあのホメロスの言葉、「トロイアびとも、すね当てよきアカイアびとも、怪しむには及ばぬ」を口ずさみ、これほど大きな幸福のためなら、多くの苦労をし、耐えるのも当然だと思うのである。 この次に祝杯があり、彼は大きめのカップを求めると、あなたを「先生」、あるいは何とでも呼んで乾杯の杯を捧げた。しかし、あなたはそれを受け取ったものの、自分自身も何か返礼の言葉を述べるべきであることを経験不足から知らず、無作法だという評判を被ってしまった。
ἐπίφθονος δʼ οὖν ἀπὸ τῆς προπόσεως ἐκείνης πολλοῖς τῶν παλαιῶν φίλων γεγένησαι, καὶ πρότερον ἐπὶ τῇ κατακλίσει λυπήσας τινὰς αὐτῶν, ὅτι τήμερον ἥκων προὐκρίθης ἀνδρῶν πολυετῆ δουλείαν ἠντληκότων. εὐθὺς οὖν καὶ τοιοῦτός τις ἐν αὐτοῖς περὶ σοῦ λόγος· τοῦτο ἡμῖν πρὸς τοῖς ἄλλοις δεινοῖς ἐλείπετο, καὶ τῶν ἄρτι εἰσεληλυθότων εἰς τὴν οἰκίαν δευτέρους εἶναι, καὶ μόνοις τοῖς Ἕλλησι τούτοις ἀνέῳκται ἡ Ῥωμαίων πόλις· καίτοι τί ἐστιν ἐφʼ ὅτῳ προτιμῶνται ἡμῶν; οὐ ῥημάτια δύστηνα λέγοντες οἴονταί τι παμμέγεθες ὠφελεῖν; ἄλλος δέ, οὐ γὰρ εἶδες ὅσα μὲν ἔπιεν, ὅπως δὲ τὰ παρατεθέντα συλλαβὼν κατέφαγεν; ἀπειρόκαλος ἄνθρωπος καὶ λιμοῦ πλέως, οὐδʼ ὄναρ λευκοῦ ποτε ἄρτου ἐμφορηθείς, οὔτι γε Νομαδικοῦ ἢ Φασιανοῦ ὄρνιθος, ὧν μόλις τὰ ὀστᾶ ἡμῖν καταλέλοιπεν. τρίτος ἄλλος, ὦ μάταιοι, φησίν, πέντε οὐδʼ ὅλων ἡμερῶν ὄψεσθε αὐτὸν ἐνταῦθά που ἐν ἡμῖν τὰ ὅμοια ποτνιώμενον· νῦν μὲν γὰρ ὥσπερ τὰ καινὰ τῶν ὑποδημάτων ἐν τιμῇ τινι καὶ ἐπιμελείᾳ ἐστίν, ἐπειδὰν δὲ πατηθῇ πολλάκις καὶ ὑπὸ τοῦ πηλοῦ ἀναπλασθῇ, ὑπὸ τῇ κλίνῃ ἀθλίως ἐρρίψεται κόρεων ὥσπερ ἡμεῖς ἀνάπλεως. Ἐκεῖνοι μὲν οὖν τοιαῦτα πολλὰ περὶ σοῦ στρέφουσι, καί που ἤδη καὶ πρὸς διαβολάς τινες αὐτῶν παρασκευάζονται.
いずれにせよ、あの乾杯のせいで、あなたは多くの古い友人たちから嫉妬されるようになった。しかも、それ以前の席順の段階でも、今日やって来たばかりのあなたが、長年の奴隷奉公に耐えてきた男たちを差し置いて優先されたために、彼らの何人かを立腹させていたのである。そこで早速、彼らの間であなたについてこのような話が交わされる。 「他の数々の悲惨なことに加えて、このことだけが我々に欠けていた。この家に今入ってきたばかりの者たちの次席に甘んじるとは!それに、ローマの街は、これらギリシア人たちだけのために開かれているとでもいうのか。だが、彼らが我々よりも優遇される理由は一体何なのか。哀れな言葉をもてあそぶことで、何か途方もなく役立つことをしているとでも思っているのではないか。」 また別の者はこう言う。 「あいつがどれほど飲んだか、出された料理をどれほどかき集めて平らげたか、お前は見ていなかったのか。無作法で飢えに満ちた男だ。白いパンでお腹を満たしたことなど、夢にも見たことがないのだろう。ましてや、ヌミディアの鳥やファシスの鳥などなおさらだ。それらの骨を我々にはほとんど残しもしなかった。」 さらに三人目の者が言う。 「お馬鹿さんたち、丸五日もしないうちに、あいつがこの辺りで我々と同様に嘆き悲しんでいるのを見ることになるさ。というのも、今はあたかも新しい靴のように、ある種の敬意を払われ大事にされているが、何度も踏みつけられ、泥まみれになった暁には、ベッドの下に惨めに投げ捨てられ、我々と同じように南京虫まみれになるだろうからだ。」 彼らはあなたについてこのような多くの不平をめぐらせており、おそらくすでに、彼らの何人かは中傷の準備さえ始めているのである。
τὸ δʼ οὖν συμπόσιον ὅλον ἐκεῖνο σόν ἐστιν καὶ περὶ σοῦ οἱ πλεῖστοι τῶν λόγων. σὺ δʼ ὑπʼ ἀηθείας πλέον τοῦ ἱκανοῦ ἐμπιὼν οἴνου λεπτοῦ καὶ δριμέος, πάλαι τῆς γαστρὸς ἐπειγούσης, πονηρῶς ἔχεις, καὶ οὔτε προεξαναστῆναί σοι καλὸν οὔτε μένειν ἀσφαλές. ἀποτεινομένου τοίνυν τοῦ πότου καὶ λόγων ἐπὶ λόγοις γιγνομένων καὶ θεαμάτων ἐπὶ θεάμασι παριόντων — ἅπαντα γὰρ ἐπιδείξασθαί σοι τὰ αὑτοῦ βούλεται — κόλασιν οὐ μικρὰν ὑπομένεις μήτε ὁρῶν τὰ γιγνόμενα μήτε ἀκούων εἴ τις ᾄδει ἢ κιθαρίζει πάνυ τιμώμενος μειρακίσκος, ἀλλʼ ἐπαινεῖς μὲν ὑπʼ ἀνάγκης, εὔχῃ δὲ ἢ σεισμῷ συμπεσεῖν ἐκεῖνα πάντα ἢ πυρκαϊάν τινα προσαγγελθῆναι, ἵνα ποτὲ καὶ διαλυθῇ τὸ συμπόσιον.
とにかく、あの宴会全体はあなたのためのものであり、会話の大部分はあなたに関するものである。しかしあなたは、慣れないことから、薄くて酸っぱいワインを必要以上に飲んでしまい、ずいぶん前から腹が切迫しているので、具合を悪くしている。そして、先に席を立つのは見苦しく、留まり続けるのも危険である。こうして飲み会が長引き、話の後に話が続き、余興の後に余興が現れる中――彼は自分の所有するものをすべてあなたに見せびらかしたいのだ――あなたは、目の前で行われていることを見もせず、非常に重用されている少年が歌ったりキタラを弾いたりしているのを聞きもせず、少なからぬ拷問に耐えている。ただ余儀なく称賛しつつ、いつかこの宴会がお開きになるようにと、あれらすべてが地震で崩壊するか、あるいは火事の知らせでも入ることを心の中で祈っているのである。
- 15τεκμήριον τοῦ μὴ παρʼ ἄλλῳ... δεδειπνηκέναι τὸ καινὸν εἶναί σοι τὸ χειρόμακτρον τιθέμενοι
主格分詞である τιθέμενοι(主語は「同席者の従者たち」)が、対格不定詞句 τὸ καινὸν εἶναί σοι τὸ χειρόμακτρον(手拭いがあなたにとって新しいものであること)を直接目的語に取り、さらにそれと同格(または二次述語)として τεκμήριον(証拠)をとる構造。τεκμήριον には τοῦ... δεδειπνηκέναι という冠詞付き不定詞の属格が修飾語としてかかっている。
- 16οὐ νέμεσις
ホメロス『イリアス』3.156の有名な句のパロディ。繋辞 ἐστί が省略されており、「(〜をすることは)非難されるべきことではない(当然だ)」を意味する。通常は後ろに不定詞を伴うが、ここではルキアノスによって ὑπὲρ τῆς τοσαύτης εὐδαιμονίας という句が接続され、さらに πολλά πονεῖν καὶ ὑπομένειν という不定詞が主語として続いている。
- 16προὔπιέν σοι τῷ διδασκάλῳ
動詞 προπίνω(乾杯する、祝杯を捧げる)は、与格で乾杯の相手を取る。ここでは σοι(あなたに)に対して τῷ διδασκάλῳ(先生である、先生としての)という名詞が同格として置かれ、敬意(またはからかい)を込めた呼格的なニュアンスを付与している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 2 件
- 2026-09-21 AI校閲 — 注 1 件
