§33Τυχιάδης
ἐγὼ δὲ ὑμῖν καὶ ἄλλο διηγήσομαι αὐτὸς παθών, οὐ παρʼ ἄλλου ἀκούσας·
提希阿得斯 “我还要给你们讲一个我自己亲身经历、而不是听别人说起的故事。
τάχα γὰρ ἂν καὶ σύ, ὦ Τυχιάδη, ἀκούων προσβιβασθείης πρὸς τὴν ἀλήθειαν τῆς διηγήσεως.
因为也许连你,提希阿得斯,在听了之后也会被引导去相信这篇叙述的真实性。
ὁπότε γὰρ ἐν Αἰγύπτῳ διῆγον ἔτι νέος ὤν, ὑπὸ τοῦ πατρὸς ἐπὶ παιδείας προφάσει ἀποσταλείς, ἐπεθύμησα εἰς Κοπτὸν ἀναπλεύσας ἐκεῖθεν ἐπὶ τὸν Μέμνονα ἐλθὼν ἀκοῦσαι τὸ θαυμαστὸν ἐκεῖνο ἠχοῦντα πρὸς ἀνίσχοντα τὸν ἥλιον.
当我年轻时在埃及居住,是被我父亲以受教育为名送去的,我渴望乘船逆流而上到科普托斯,并从那里去门农神像处,听它在太阳升起时发出那令人惊叹的响声。
ἐκείνου μὲν οὖν ἤκουσα οὐ κατὰ τὸ κοινὸν τοῖς πολλοῖς ἄσημόν τινα φωνήν, ἀλλά μοι καὶ ἔχρησεν ὁ Μέμνων αὐτὸς ἀνοίξας γε τὸ στόμα ἐν ἔπεσιν ἑπτά, καὶ εἴ γε μὴ περιττὸν ἦν, αὐτὰ ἂν ὑμῖν εἶπον τὰ ἔπη.
因此,我听到了它的声音,但不是像普通大众那样听到某种模糊不清的声音,而是门农自己亲口为我用七行诗句传达了神谕。 要不是这显得多余,我本可以把那些诗句当面念给你们听。
§34Τυχιάδης
κατὰ δὲ τὸν ἀνάπλουν ἔτυχεν ἡμῖν συμπλέων Μεμφίτης ἀνὴρ τῶν ἱερῶν γραμματέων, θαυμάσιος τὴν σοφίαν καὶ τὴν παιδείαν πᾶσαν εἰδὼς τὴν Αἰγύπτιον·
” 提希阿得斯 “在乘船逆流而上的旅途中,碰巧有一位孟斐斯人与我们同船。 他是神圣的书吏之一,智慧非凡,通晓埃及的一切学问。
ἐλέγετο δὲ τρία καὶ εἴκοσιν ἔτη ἐν τοῖς ἀδύτοις ὑπόγειος ᾠκηκέναι μαγεύειν παιδευόμενος ὑπὸ τῆς Ἴσιδος.
据说他在地下密室里住了二十三年,接受伊希斯女神关于魔法的传授。
Παγκράτην· ,
ἔφη ὁ Ἀρίγνωτος,
λέγεις ἐμὸν διδάσκαλον, ἄνδρα ἱερόν, ἐξυρημένον, ἐν ὀθονίοις, ἀεὶ νοήμονα, οὐ καθαρῶς ἑλληνίζοντα, ἐπιμήκη, σιμόν, πρόχειλον, ὑπόλεπτον τὰ σκέλη.
” “你所说的,” 阿里格诺托斯说, “是我的老师潘克拉特斯。 他是一位神圣的人,剃着光头,身穿亚麻布衣服,总是沉思默想,希腊语说得不纯正,身材修长,塌鼻子,厚嘴唇,双腿有些纤细。
αὐτόν,
ἦ δʼ ὅς,
ἐκεῖνον τὸν Παγκράτην·
” “正是,” 他说, “就是那位潘克拉特斯。
καὶ τὰ μὲν πρῶτα ἠγνόουν ὅστις ἦν, ἐπεὶ δὲ ἑώρων αὐτὸν εἴ ποτε ὁρμίσαιμεν τὸ πλοῖον ἄλλα τε πολλὰ τεράστια ἐργαζόμενον, καὶ δὴ καὶ ἐπὶ κροκοδείλων ὀχούμενον καὶ συννέοντα τοῖς θηρίοις, τὰ δὲ ὑποπτήσσοντα καὶ σαίνοντα ταῖς οὐραῖς, ἔγνων ἱερόν τινα ἄνθρωπον ὄντα, κατὰ μικρὸν δὲ φιλοφρονούμενος ἔλαθον ἑταῖρος αὐτῷ καὶ συνήθης γενόμενος, ὥστε πάντων ἐκοινώνει μοι τῶν ἀπορρήτων.
起初我不知道他是谁,但当我看到他每当船只靠岸时便施展许多其他奇迹,尤其是骑在鳄鱼背上与这些猛兽一起游泳,而野兽们则畏缩着向他摇尾巴时,我便知道他是一个神圣的人。 通过渐渐示好,我不知不觉地成了他的同伴和密友,以至于他与我分享了所有的秘密。
καὶ τέλος πείθει με τοὺς μὲν οἰκέτας ἅπαντας ἐν τῇ Μέμφιδι καταλιπεῖν, αὐτὸν δὲ μόνον ἀκολουθεῖν μετʼ αὐτοῦ, μὴ γὰρ ἀπορήσειν ἡμᾶς τῶν διακονησομένων·
最后,他劝说我把所有的仆人都留在孟斐斯,只让我独自与他同行,因为他说我们不会缺少服侍我们的人。
καὶ τὸ μετὰ τοῦτο οὕτω διήγομεν.
此后,我们便这样生活着。
§35Τυχιάδης
ἐπειδὴ δὲ ἔλθοιμεν εἴς τι καταγώγιον, λαβὼν ἂν ὁ ἀνὴρ ἢ τὸν μοχλὸν τῆς θύρας ἢ τὸ κόρηθρον ἢ καὶ τὸ ὕπερον περιβαλὼν ἱματίοις ἐπειπών τινα ἐπῳδὴν ἐποίει βαδίζειν, τοῖς ἄλλοις ἅπασιν ἄνθρωπον εἶναι δοκοῦντα.
” 提希阿得斯 “每当我们来到一家旅舍,那人便会拿来门闩、或扫帚、甚至是杵,给它裹上衣服,念了一句咒语后,就让它行走,在其他所有人看来它都像是个活人。
τὸ δὲ ἀπιὸν ὕδωρ τε ἐμπίπλη καὶ ὠψώνει καὶ ἐσκεύαζεν καὶ πάντα δεξιῶς ὑπηρέτει καὶ διηκονεῖτο ἡμῖν·
它会走出去打水、采购、烹饪,并且十分灵巧地服侍并伺候我们。
εἶτα ἐπειδὴ ἅλις ἔχοι τῆς διακονίας, αὖθις κόρηθρον τὸ κόρηθρον ἢ ὕπερον τὸ ὕπερον ἄλλην ἐπῳδὴν ἐπειπὼν ἐποίει ἄν.
然后,当他觉得服侍得足够了,便再次对扫帚念 ‘扫帚啊’,或对杵念‘杵啊’这类的另一句咒语,让它恢复原状。
τοῦτο ἐγὼ πάνυ ἐσπουδακὼς οὐκ εἶχον ὅπως ἐκμάθοιμι παρʼ αὐτοῦ· ἐβάσκαινε γάρ, καίτοι πρὸς τὰ ἄλλα προχειρότατος ὤν.
对此我非常渴望学会,却苦于无法从他那里学到,因为他在这方面十分吝啬,尽管在其他事情上他是极其慷慨的。
μιᾷ δέ ποτε ἡμέρᾳ λαθὼν ἐπήκουσα τῆς ἐπῳδῆς, ἦν δὲ τρισύλλαβος σχεδόν, ἐν σκοτεινῷ ὑποστάς.
但有一天,我躲在暗处,在不被察觉的情况下偷听到了咒语。 那咒语大约只有三个音节。
καὶ ὁ μὲν ᾤχετο εἰς τὴν ἀγορὰν ἐντειλάμενος τῷ ὑπέρῳ ἃ ἔδει ποιεῖν.
接着,他便命令杵去做它该做的事,自己去市场了。
§36Τυχιάδης
ἐγὼ δὲ εἰς τὴν ὑστεραίαν ἐκείνου τι κατὰ τὴν ἀγορὰν πραγματευομένου λαβὼν τὸ ὕπερον σχηματίσας ὁμοίως, ἐπειπὼν τὰς συλλαβάς, ἐκέλευσα ὑδροφορεῖν.
” 提希阿得斯 “第二天,趁他在市场处理事务时,我拿来那根杵,用同样的方式装扮它,念了那几个音节,命令它去挑水。
ἐπεὶ δὲ ἐμπλησάμενον τὸν ἀμφορέα ἐκόμισε,
πέπαυσο,
ἔφην,
καὶ μηκέτι ὑδροφόρει, ἀλλʼ ἴσθι αὖθις ὕπερον·
当它挑满水灌进水缸并运来时, ‘停下,’ 我说, ‘别再挑水了,快重新变回杵吧。
τὸ δὲ οὐκέτι μοι πείθεσθαι ἤθελεν, ἀλλʼ ὑδροφόρει ἀεί, ἄχρι δὴ ἐνέπλησεν ἡμῖν ὕδατος τὴν οἰκίαν ἐπαντλοῦν.
’ 但它再也不肯听我的话,而是一直不停地挑水,直到它不断地把水灌进屋里,让我们家都水淹了。
ἐγὼ δὲ ἀμηχανῶν τῷ πράγματι — ἐδεδίειν γὰρ μὴ ὁ Παγκράτης ἐπανελθὼν ἀγανακτήσῃ, ὅπερ καὶ ἐγένετο — ἀξίνην λαβὼν διακόπτω τὸ ὕπερον εἰς δύο μέρη·
我对此束手无策——因为我害怕潘克拉特斯回来后会大发雷霆,而事情也确实如此——于是我拿来一把斧头,将那根杵劈成了两半。
τὰ δέ, ἑκάτερον τὸ μέρος, ἀμφορέας λαβόντα ὑδροφόρει καὶ ἀνθʼ ἑνὸς δύο μοι ἐγεγένηντο οἱ διάκονοι.
然而,被劈开的每一个部分都拿起水桶去挑水,一个仆人变成了两个仆人服侍我。
ἐν τούτῳ καὶ ὁ Παγκράτης ἐφίσταται καὶ συνεὶς τὸ γενόμενον ἐκεῖνα μὲν αὖθις ἐποίησε ξύλα, ὥσπερ ἦν πρὸ τῆς ἐπῳδῆς, αὐτὸς δὲ ἀπολιπών με λαθὼν οὐκ οἶδ’ ὅποι ἀφανὴς ᾤχετο ἀπιών.
就在这时,潘克拉特斯到了,他看明白了发生的一切,便再次将它们变成了木头,就像念咒前的样子,但他自己却丢下了我,悄悄离去,不知所踪。
νῦν οὖν,
ἔφη ὁ Δεινόμαχος,
οἶσθα κἂν ἐκεῖνο, ἄνθρωπον ποιεῖν ἐκ τοῦ ὑπέρου;
” “那么现在,” 戴诺马科斯说, “你是否至少也懂得那个,也就是如何把杵变成人?
νὴ Δίʼ, ἦ δʼ ὅς, ἐξ ἡμισείας γε·
” “凭宙斯起誓,” 他说, “只懂一半。
οὐκέτι γὰρ εἰς τὸ ἀρχαῖον οἷόν τέ μοι ἀπάγειν αὐτό, ἢν ἅπαξ γένηται ὑδροφόρος, ἀλλὰ δεήσει ἡμῖν ἐπικλυσθῆναι τὴν οἰκίαν ἐπαντλουμένην.
因为一旦它变成挑水夫,我就无法再把它还原回原来的样子,否则我们就得任由屋子被灌进来的水淹没了。 ”