§26Τυχιάδης
τί θαυμαστόν;
提希阿得斯 “有什么好奇怪的?
εἶπεν ὁ Ἀντίγονος· ἐγὼ γὰρ οἶδά τινα μετὰ εἰκοστὴν ἡμέραν ἧς ἐτάφη ἀναστάντα, θεραπεύσας καὶ πρὸ τοῦ θανάτου καὶ ἐπεὶ ἀνέστη τὸν ἄνθρωπον.
”安提戈诺斯说,“因为我认识一个人,他在下葬后第二十天又复活了,我在他死前和复活后都为他治疗过。
καὶ πῶς,
ἦν δʼ ἐγώ,
ἐν εἴκοσιν ἡμέραις οὔτʼ ἐμύδησεν τὸ σῶμα οὔτε ἄλλως ὑπὸ λιμοῦ διεφθάρη;
” “那怎么可能? ”我说,“在二十天里,尸体既没有腐烂,也没有因饥饿而彻底毁坏吗?
εἰ μή τινα Ἐπιμενίδην σύ γε ἐθεράπευες.
除非你治疗的是像埃庇米尼得斯那样的人。
§27Τυχιάδης
ἅμα ταῦτα λεγόντων ἡμῶν ἐπεισῆλθον οἱ τοῦ Εὐκράτους υἱοὶ ἐκ τῆς παλαίστρας, ὁ μὲν ἤδη ἐξ ἐφήβων, ὁ δὲ ἕτερος ἀμφὶ τὰ πεντεκαίδεκα ἔτη, καὶ ἀσπασάμενοι ἡμᾶς ἐκαθέζοντο ἐπὶ τῆς κλίνης παρὰ τῷ πατρί·
” 提希阿得斯我们正说着这些话,埃乌克拉特斯的孩子们从角力学校走了进来,一个已经过了少年期,另一个大约十五岁左右。
ἐμοὶ δὲ εἰσεκομίσθη θρόνος.
他们向我们问候之后,便在父亲身边的榻上坐下;有人为我搬来了一把椅子。
καὶ ὁ Εὐκράτης ὥσπερ ἀναμνησθεὶς πρὸς τὴν ὄψιν τῶν υἱέων· ,
οὕτως ὀναίμην,
ἔφη,
τούτων —
ἐπιβαλὼν αὐτοῖν τὴν χεῖρα —
ἀληθῆ, ὦ Τυχιάδη, πρός σε ἐρῶ.
埃乌克拉特斯似乎因看到儿子们而想起了什么,说道: “愿我能从他们身上得到福泽(以他们的生命起誓),”他把手放在他们身上说,“提希阿得斯,我对你说的都是真话。
τὴν μακαρῖτίν μου γυναῖκα τὴν τούτων μητέρα πάντες ἴσασιν ὅπως ἠγάπησα, ἐδήλωσα δὲ οἷς περὶ αὐτὴν ἔπραξα οὐ ζῶσαν μόνον, ἀλλὰ καὶ ἐπεὶ ἀπέθανεν, τόν τε κόσμον ἅπαντα συγκατακαύσας καὶ τὴν ἐσθῆτα ᾗ ζῶσα ἔχαιρεν.
我那已故的妻子,他们的母亲,大家都知道我是多么爱她。 实际上,不仅在她生前,而且在她死后,我也通过我为她所做的事表现了这一点:我将她所有的首饰以及她生前喜爱的衣服一同火葬了。
ἑβδόμῃ δὲ μετὰ τὴν τελευτὴν ἡμέρᾳ ἐγὼ μὲν ἐνταῦθα ἐπὶ τῆς κλίνης ὥσπερ νῦν ἐκείμην παραμυθούμενος τὸ πένθος· ἀνεγίγνωσκον γὰρ τὸ περὶ ψυχῆς τοῦ Πλάτωνος βιβλίον ἐφʼ ἡσυχίας·
在她去世后的第七天,我正像现在这样躺在这张榻上,排遣我的悲伤,因为我正在安静地阅读柏拉图关于灵魂的书(《斐多篇》)。
ἐπεισέρχεται δὲ μεταξὺ ἡ Δημαινέτη αὐτὴ ἐκείνη καὶ καθίζεται πλησίον ὥσπερ νῦν Εὐκρατίδης οὑτοσί,
δείξας τὸν νεώτερον τῶν υἱέων· ὁ δὲ αὐτίκα ἔφριξε μάλα παιδικῶς, καὶ πάλαι ἤδη ὠχρὸς ὢν πρὸς τὴν διήγησιν.
就在这时,德麦内特本人走了进来,坐在我身边,就像现在的埃乌克拉蒂德斯一样,” 他指着较小的那个儿子;而那个男孩立刻十分孩子气地颤抖起来,他因刚才的讲述早就脸色苍白了。
ἐγὼ δέ,
ἦ δʼ ὃς ὁ Εὐκράτης,
ὡς εἶδον, περιπλακεὶς αὐτῇ ἐδάκρυον ἀνακωκύσας·
“而我,”埃乌克拉特斯说,“一看见她,便抱住她放声痛哭。
ἡ δὲ οὐκ εἴα βοᾶν, ἀλλʼ ᾐτιᾶτό με ὅτι τὰ ἄλλα πάντα χαρισάμενος αὐτῇ θάτερον τοῖν σανδάλοιν χρυσοῖν ὄντοιν οὐ κατακαύσαιμι, εἶναι δὲ αὐτὸ ἔφασκεν ὑπὸ τῇ κιβωτῷ παραπεσόν.
但她不让我大声哭喊,而是责备我,说我虽然满足了她其他所有的要求,却没有烧掉她那一双金凉鞋中的一只,她说那只凉鞋掉到了箱子底下。
καὶ διὰ τοῦτο ἡμεῖς οὐχ εὑρόντες θάτερον μόνον ἐκαύσαμεν.
正因为如此,我们当时没找到,只烧了其中一只。
ἔτι δὲ ἡμῶν διαλεγομένων κατάρατόν τι κυνίδιον ὑπὸ τῇ κλίνῃ ὂν Μελιταῖον ὑλάκτησεν, ἡ δὲ ἠφανίσθη πρὸς τὴν ὑλακήν.
我们还在谈话时,榻下有一只该死的马耳他小狗叫了起来,她便随着狗叫声消失了。
τὸ μέντοι σανδάλιον εὑρέθη ὑπὸ τῇ κιβωτῷ καὶ κατεκαύθη ὕστερον.
不过,那只凉鞋后来确实在箱子底下找到了,并且随后被烧掉了。
§28Τυχιάδης
ἔτι ἀπιστεῖν τούτοις, ὦ Τυχιάδη, ἄξιον ἐναργέσιν οὖσιν καὶ κατὰ τὴν ἡμέραν ἑκάστην φαονομένοις;
” 提希阿得斯 “提希阿得斯,对于这些如此显而易见、且每天都在发生的事情,难道还要怀疑吗?
μὰ Δίʼ,
ἦν δʼ ἐγώ· ἐπεὶ σανδάλῳ γε χρυσῷ εἰς τὰς πυγὰς ὥσπερ τὰ παιδία παίεσθαι ἄξιοι ἂν εἶεν οἱ ἀπιστοῦντες καὶ οὕτως ἀναισχυντοῦντες πρὸς τὴν ἀλήθειαν.
” “凭宙斯起誓,”我说,“因为那些怀疑的人,面对真理如此厚颜无耻,应该像小孩子一样,被用金凉鞋抽屁股才对。
§29Τυχιάδης
ἐπὶ τούτοις ὁ Πυθαγορικὸς Ἀρίγνωτος εἰσῆλθεν, ὁ κομήτης, ὁ σεμνὸς ἀπὸ τοῦ προσώπου, οἶσθα τὸν ἀοίδιμον ἐπὶ τῇ σοφίᾳ, τὸν ἱερὸν ἐπονομαζόμενον.
” 提希阿得斯这时,毕达哥拉斯学派的阿里格诺托斯进来了,他留着长发,面容庄重。 你一定知道这位因智慧而名声斐然、被称为“圣者”的人。
κἀγὼ μὲν ὡς εἶδον αὐτὸν ἀνέπνευσα, τοῦτʼ ἐκεῖνο ἥκειν μοι νομίσας πέλεκύν τινα κατὰ τῶν ψευσμάτων.
我一见到他,便松了一口气,心想,这正是来帮我砍碎谎言的斧头。
ἐπιστομιεῖ γὰρ αὐτούς,
ἔλεγον,
ὁ σοφὸς ἀνὴρ οὕτω τεράστια διεξιόντας.
“因为这位智者,”我心里想,“定会堵住这些讲述如此荒诞怪事之人的嘴。
καὶ τὸ τοῦ λόγου, θεὸν ἀπὸ μηχανῆς ἐπεισκυκληθῆναί μοι τοῦτον ᾤμην ὑπὸ τῆς Τύχης·
” 而且,正如俗话所说,我以为他是命运女神为我从后台推出来的‘机械降神’。
ὁ δὲ ἐπεὶ ἐκαθέζετο ὑπεκστάντος αὐτῷ τοῦ Κλεοδήμου, πρῶτα μὲν περὶ τῆς νόσου ἤρετο, καὶ ὡς ῥᾷον ἤδη ἔχειν ἤκουσεν παρὰ τοῦ Εὐκράτους,
τί δέ,
ἔφη,
πρὸς αὑτοὺς ἐφιλοσοφεῖτε;
当克莱奥德穆斯给他让座、他坐下之后,首先询问了病情,听到埃乌克拉特斯说身体已经轻松了许多,便问: “那么,”他说,“你们在一起讨论什么哲学问题呢?
μεταξὺ γὰρ εἰσιὼν ἐπήκουσα, καί μοι ἐδοκεῖτε εἰς καλὸν διατεθήσεσθαι τὴν διατριβήν.
我进来时顺便听到了几句,在我看来,你们正在非常充实地消磨时光。
τί δʼ ἄλλο,
εἶπεν ὁ Εὐκράτης,
ἢ τουτονὶ τὸν ἀδαμάντινον πείθομεν
— δείξας ἐμέ —
ἡγεῖσθαι δαίμονάς τινας εἶναι καὶ φάσματα καὶ νεκρῶν ψυχὰς περιπολεῖν ὑπὲρ γῆς καὶ φαίνεσθαι οἷς ἂν ἐθέλωσιν.
” “还能是什么,”埃乌克拉特斯说,“我们正在劝说这位顽固不化的人——” 他指着我, “让他相信存在着某些神灵和幽灵,并且死者的灵魂会在地上徘徊,并向他们想要显现的人显现。
ἐγὼ μὲν οὖν ἠρυθρίασα καὶ κάτω ἔνευσα αἰδεσθεὶς τὸν Ἀρίγνωτον.
” 我感到十分羞愧,在阿里格诺托斯面前红着脸低下了头。
ὁ δὲ,
ὅρα,
ἔφη,
ὦ Εὔκρατες, μὴ τοῦτό φησιν Τυχιάδης, τὰς τῶν βιαίως ἀποθανόντων μόνας ψυχὰς περινοστεῖν, οἷον εἴ τις ἀπήγξατο ἢ ἀπετμήθη τὴν κεφαλὴν ἢ ἀνεσκολοπίσθη ἢ ἄλλῳ γέ τῳ τρόπῳ τοιούτῳ ἀπῆλθεν ἐκ τοῦ βίου, τὰς δὲ τῶν κατὰ μοῖραν ἀποθανόντων οὐκέτι·
而他说: “注意,埃乌克拉特斯,提希阿得斯的意思也许是:只有那些暴病或非正常死亡者的灵魂才会四处游荡,例如有人上吊、被斩首、被钉上十字架,或者以其他类似的非正常方式离开人世,而寿终正寝者的灵魂则不会。
ἢν γὰρ τοῦτο λέγῃ, οὐ πάνυ ἀπόβλητα φήσει.
如果是这样,他的话也不无道理。
μὰ Δίʼ,
ἦ δʼ ὃς ὁ Δεινόμαχος,
ἀλλʼ οὐδὲ ὅλως εἶναι τὰ τοιαῦτα οὐδὲ συνεστῶτα ὁρᾶσθαι οἴεται.
” “凭宙斯起誓,”戴诺马科斯说,“不,他认为这些东西根本不存在,也根本无法作为实体被看见。 ”