Humanitext Reader

琉善 · 寄生是一种艺术 §30-38

哲学家的寄食之志与寄生术的统一性

第 7 段,共 13 段 · 希腊语

内容简介

西盟论证了寄生术与充满分歧的哲学不同,是一门统一的智慧;他通过列举艾斯奇奈斯、阿里斯提普斯、柏拉图和亚里士多德等著名哲学家历史上曾竭力寄食于统治者的实例,证明了寄生术的绝对优越性。

§30Σίμων ἡ μέντοι παρασιτικὴ οὐχ οὕτως ἔχει, ἀλλὰ καὶ ἐν Ἕλλησι καὶ βαρβάροις μία ἐστὶν καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως, καὶ οὐκ ἂν εἴποι τις ἄλλως μὲν τούσδε, ἑτέρως δὲ τούσδε παρασιτεῖν, οὐδέ εἰσιν ὡς ἔοικεν ἐν παρασίτοις τινες οἷον Στωϊκοὶ ἢ Ἐπικούρειοι δόγματα ἔχοντες διάφορα, ἀλλὰ πᾶσι πρὸς ἅπαντας ὁμολογία τίς ἐστιν καὶ συμφωνία τῶν ἔργων καὶ τοῦ τέλους.
西盟然而寄生术并非如此,而是在希腊人和野蛮人中间都是单一且相同的。 没有人会说这些人以这种方式寄食,而那些人以另一种方式寄食;而且在寄食者中间显然没有像斯多葛派或伊壁鸠鲁派那样持有不同教条的人,而是所有人对所有人,在行为和目的上都有一种一致与和谐。
ὥστε ἔμοιγε δοκεῖ ἡ παρασιτικὴ κινδυνεύειν κατά γε τοῦτο καὶ σοφία εἶναι.
因此,在我看来,寄生术至少在这方面很有可能就是智慧本身。
§31Τυχιάδης πάνυ μοι δοκεῖς ἱκανῶς ταῦτα εἰρηκέναι.
提基阿德斯我觉得你说得非常充分。
ὡς δὲ καὶ τὰ ἄλλα χείρων ἐστὶν ἡ φιλοσοφία τῆς σῆς τέχνης, πῶς ἀποδεικνύεις;
但在其他方面,哲学如何比你的技术更差,你又该如何证明呢?
Σίμων οὐκοῦν ἀνάγκη πρῶτον εἰπεῖν ὅτι φιλοσοφίας μὲν οὐδέποτε ἠράσθη παράσιτος, παρασιτικῆς δὲ πάμπολλοι ἐπιθυμήσαντες μνημονεύονται φιλόσοφοι, καὶ μέχρι γε νῦν ἐρῶσιν.
西盟那么首先,必须指出,从未有寄食者爱上过哲学,而据记载,极多哲学者都曾渴望寄生术,且直到现在他们仍然爱着它。
Τυχιάδης καὶ τίνας ἂν ἔχοις εἰπεῖν φιλοσόφους παρασιτεῖν σπουδάσαντας;
提基阿德斯那么,你能说出哪些哲学者曾热衷于寄食吗?
Σίμων οὕστινας μέντοι, ὦ Τυχιάδη;
西盟究竟有哪些呢,提基阿德斯?
οὓς καὶ σὺ γιγνώσκων ὑποκρίνῃ ἀγνοεῖν κἀμὲ κατασοφίζῃ ὥς τινος αὐτοῖς αἰσχύνης ἐντεῦθεν γιγνομένης, οὐχὶ τιμῆς.
你明明知道,却装作不知道,还试图用诡辩来算计我,就好像他们会因此感到耻辱,而不是光荣似的。
Τυχιάδης οὐ μὰ τὸν Δία, ὦ Σίμων, ἀλλὰ καὶ σφόδρα ἀπορῶ οὕστινας καὶ εὕροις εἰπεῖν.
提基阿德斯不,凭着宙斯起誓,西盟,我确实非常困惑,你究竟能说出谁来。
Σίμων ὦ γενναῖε, σύ μοι δοκεῖς ἀνήκοος εἶναι καὶ τῶν ἀναγραψάντων τοὺς ἐκείνων βίους, ἐπεὶ πάντως ἂν καὶ ἐπιγνῶναι οὕστινας λέγω δύναιο.
西盟我高贵的朋友,你似乎连那些记录他们生平的人的作品都没听过,否则你一定能认出我指的是谁。
Τυχιάδης καὶ μέντοι νὴ τὸν Ἡρακλέα ποθῶ δὴ ἀκούειν τίνες εἰσίν.
提基阿德斯而且,凭着赫拉克勒斯起誓,我确实渴望听听他们是谁。
§32Σίμων ἐγώ σοι καταλέξω αὐτοὺς ὄντας οὐχὶ τοὺς φαύλους, ἀλλʼ ὡς ἐγὼ δοκῶ, τοὺς ἀρίστους καὶ οὓς ἥκιστα σὺ οἴει.
西盟我来给你列举他们,他们绝非平庸之辈,而是如我所想,是其中最杰出、也最出乎你意料的人。
Αἰσχίνης μέντοι ὁ Σωκρατικός, οὗτος ὁ τοὺς μακροὺς καὶ ἀστείους διαλόγους γράψας, ἧκέν ποτε εἰς Σικελίαν κομίζων αὐτούς, εἴ πως δύναιτο διʼ αὐτῶν γνωσθῆναι Διονυσίῳ τῷ τυράννῳ, καὶ τὸν Μιλτιάδην ἀναγνοὺς καὶ δόξας εὐδοκιμηκέναι λοιπὸν ἐκάθητο ἐν Σικελίᾳ παρασιτῶν Διονυσίῳ καὶ ταῖς Σωκράτους διατριβαῖς ἐρρῶσθαι φράσας.
苏格拉底的弟子艾斯奇奈斯,就是写了那些长篇而优雅的对话录的人,他曾带着这些作品来到西西里,看能否通过它们被僭主狄奥尼修斯所赏识。 他在朗读了《米太亚德》并似乎获得了好评后,便留在西西里,对苏格拉底的学园道了声“再见”,在此作为狄奥尼修斯的寄食者。
§33Σίμων τί δέ, καὶ Ἀρίστιππος ὁ Κυρηναῖος οὐχὶ τῶν δοκίμων φαίνεταί σοι φιλοσόφων;
西盟那么,库勒尼的阿里斯提普斯呢? 在你看来,他难道不属于名声显赫的哲学家吗?
Τυχιάδης καὶ πάνυ.
提基阿德斯确实如此。
Σίμων καὶ οὗτος μέντοι κατὰ τὸν αὐτὸν χρόνον διέτριβεν ἐν Συρακούσαις παρασιτῶν Διονυσίῳ.
西盟然而,此人也同样在那个时期待在叙拉古,作为狄奥尼修斯的寄食者。
πάντων γοῦν ἀμέλει τῶν παρασίτων αὐτὸς ηὐδοκίμει παρʼ αὐτῷ·
无论如何,在所有寄食者中,他最受狄奥尼修斯的器重。
καὶ γὰρ ἦν πλέον τι τῶν ἄλλων πρὸς τὴν τέχνην εὐφυής, ὥστε τοὺς ὀψοποιοὺς ὁσημέραι ἔπεμπεν παρὰ τοῦτον ὁ Διονύσιος ὥς τι παρʼ αὐτοῦ μαθησομένους.
因为他在寄生术这门技术上比其他人更有天赋,以至于狄奥尼修斯每天都把厨师送到他那里,仿佛要从他那里学到点什么。
οὗτος μέντοι δοκεῖ καὶ κοσμῆσαι τὴν τέχνην ἀξίως.
可以说,此人确实配得上为这门技术增光添彩。
§34Σίμων ὁ δὲ Πλάτων ὑμῶν ὁ γενναιότατος καὶ αὐτὸς μὲν ἧκεν εἰς Σικελίαν ἐπὶ τούτῳ, καὶ ὀλίγας παρασιτήσας ἡμέρας τῷ τυράννῳ τοῦ παρασιτεῖν ὑπὸ ἀφυίας ἐξέπεσε, καὶ πάλιν Ἀθήναζε ἀφικόμενος καὶ φιλοπονῄσας καὶ παρασκευάσας ἑαυτὸν αὖθις δευτέρῳ στόλῳ ἐπέπλευσε τῇ Σικελίᾳ καὶ δειπνήσας πάλιν ὀλίγας ἡμέρας ὑπὸ ἀμαθίας ἐξέπεσε·
西盟而你们那最高贵的柏拉图,他自己也是为了这个目的来到西西里,在当了几天僭主的寄食者后,却因为缺乏天赋而被剥夺了寄食的资格。 他回到雅典后,努力钻研并做好了准备,再次率领“第二支舰队”驶向西西里,但在共进晚餐几天后,又因为无知而被驱逐。
καὶ αὕτη ἡ συμφορὰ Πλάτωνι περὶ Σικελίαν ὁμοία δοκεῖ γενέσθαι τῇ Νικίου.
柏拉图在西西里的这次灾难,看起来与尼基阿斯的灾难非常相似。
Τυχιάδης καὶ τίς, ὦ Σίμων, περὶ τούτου λέγει;
提基阿德斯西盟,是谁在说关于他的这些事?
§35Σίμων πολλοὶ μὲν καὶ ἄλλοι, Ἀριστόξενος δὲ ὁ μουσικός, πολλοῦ λόγου ἄξιος.
西盟有许多人,其中音乐家阿里斯托克塞诺斯非常值得信赖。
Εὐριπίδης μὲν γὰρ ὅτι Ἀρχελάῳ μέχρι μὲν τοῦ θανάτου παρεσίτει καὶ Ἀνάξαρχος Ἀλεξάνδρῳ πάντως ἐπίστασαι.
至于欧里庇得斯直到去世前都在寄食于阿基劳斯,以及阿纳克萨库斯寄食于亚历山大,这你肯定很清楚。
§36Σίμων καὶ Ἀριστοτέλης δὲ τῆς παρασιτικῆς ἤρξατο μόνον ὥσπερ καὶ τῶν ἄλλων τεχνῶν.
西盟而亚里士多德对寄生术,也像对其他技术一样,仅仅是做了一个开端。
§37Σίμων φιλοσόφους μὲν οὖν, ὥσπερ ἦν, παρασιτεῖν σπουδάσαντας ἔδειξα· παράσιτον δὲ οὐδεὶς ἔχει φράσαι φιλοσοφεῖν ἐθελήσαντα.
西盟因此,正如实际情况那样,我证明了哲学家们曾热衷于寄食;但没有人能说出一个寄食者曾想要研究哲学。
§38Σίμων καὶ μέντοι εἰ ἔστιν εὔδαιμον τὸ μὴ πεινῆν μηδὲ διψῆν μηδὲ ῥιγοῦν, ταῦτα οὐδενὶ ἄλλῳ ὑπάρχει ἢ παρασίτῳ.
西盟此外,如果说不饿、不渴、不冷就是幸福,那么这在寄食者以外的人身上是不存在的。
ὥστε φιλοσόφους μὲν ἄν τις πολλοὺς καὶ ῥιγοῦντας καὶ πεινῶντας εὕροι, παράσιτον δὲ οὔ·
因此,人们可以找到许多既挨冻又挨饿的哲学家,却找不到一个这样的寄食者。
ἢ οὐκ ἂν εἴη παράσιτος, ἀλλὰ δυστυχής τις καὶ πτωχὸς ἄνθρωπος καὶ φιλοσόφῳ ὅμοιος.
否则,他就不是寄食者,而是一个不幸且贫穷的人,与哲学家相似。

词汇与语法注释

  1. 30κινδυνεύειν ... εἶναι — 动词 κινδυνεύειν(本意为“有……的危险”、“很可能”)与不定式 εἶναι 连用,在此处带有路基阿诺斯式的反讽语气,表示“极有可能就是”或“必然是”,以此来抬高寄生术。
  2. 31ὡς ¦p.v.3.p.278¦ τινος αὐτοῖς αἰσχύνης ἐντεῦθεν γιγνομένης — 连词 ὡς 与属格独立结构(αὐτοῖς αἰσχύνης... γιγνομένης)连用,表示主观的原因或假定(“仿佛他们会因此感到耻辱”)。西盟在此指责提基阿德斯是因为这种主观顾虑而故意装作不知。
  3. 32ἐρρῶσθαι φράσας — 完美时态被动不定式 ἐρρῶσθαι(字面意为“保持健康”)与分词 φράσας(意为“说出”)结合,是一个惯用表达,意为“向……道别”或“与……决裂”。在此处幽默地形容艾斯奇奈斯彻底抛弃了苏格拉底的学说。
  4. 34δευτέρῳ στόλῳ ἐπέπλευσε — 此处使用了夸张的军事术语“率领第二支舰队航行”来描述柏拉图第二次访问西西里,以此将他的个人失败与雅典在尼基阿斯率领下走向毁灭的“西西里远征”进行讽刺性的类比。
  5. 36ἤρξατο μόνον — 使用中介语态不定过去时 ἤρξατο(意为“自己开始”、“着手”),用以支持西盟牵强附会的论点:百科全书式的亚里士多德在研究万物时,正如对其他技术一样,也只是对寄生术做了一个开端而已。

引用这一段

琉善, 寄生是一种艺术 §30-38. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg030.humanitext-grc2:30-38

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。