§14Σίμων
καὶ μὴν αἱ ἄλλαι τέχναι τὸ τέλος ὕστερον τοῦτο ἔχουσι, μετὰ τὸ μαθεῖν καὶ τοὺς καρποὺς ἡδέως ἀπολαμβάνουσαι·
西盟而且,其他的技术是在学习之后才在晚些时候获得其目的,并愉快地享受其果实。
πολλὴ γὰρ
καὶ ὄρθιος οἶμος ἐς αὐτάς·
因为 “通往它们的道路漫长而陡峭。
ἡ δὲ παρασιτικὴ μόνη τῶν ἄλλων εὐθὺς ἀπολαύει τῆς τέχνης ἐν αὐτῷ τῷ μανθάνειν, καὶ ἅμα τε ἄρχεται καὶ ἐν τῷ τέλει ἐστίν.
” 唯独寄生术在学习的过程中就立刻享受这门技术,在开始的同时也就是达到了目的。
καὶ μέντοι τῶν ἄλλων τεχνῶν οὐ τινές, ἀλλὰ πᾶσαι ἐπὶ μόνην τὴν τροφὴν γεγόνασιν, ὁ δὲ παράσιτος εὐθὺς ἔχει τὴν τροφὴν ἅμα τῷ ἄρξασθαι τῆς τέχνης.
此外,其他的技术不是其中一些,而是全部都只是为了糊口而存在,而寄食者在开始学习这门技术的同时就立刻得到了食物。
ἢ οὐκ ἐννοεῖς ὅτι ὁ μὲν γεωργὸς γεωργεῖ οὐ τοῦ γεωργεῖν ἕνεκα καὶ ὁ τέκτων τεκταίνεται οὐχὶ τοῦ τεκταίνεσθαι ἕνεκα, ὁ δὲ παράσιτος οὐχ ἕτερον μέν τι διώκει, ἀλλὰ τὸ αὐτὸ καὶ ἔργον μὲν ἐστὶν αὐτοῦ καὶ οὗ ἕνεκα γίγνεται;
难道你没有想到,农民耕作并不是为了耕作本身,木匠做工并不是为了做工本身,而寄食者并不追求别的东西,而是同一件事既是他的工作,又是这工作所为了的目的吗?
§15Σίμων
καὶ μὴν ἐκεῖνά γε οὐδείς ἐστιν ὅστις οὐκ ἐπίσταται, ὅτι οἱ μὲν τὰς λοιπὰς τέχνας ἐργαζόμενοι τὸν μὲν ἄλλον χρόνον ταλαιπωροῦσι, μίαν δὲ ἢ δύο μόνας τοῦ μηνὸς ἡμέρας ἱερὰς ἄγουσι, καὶ εὐφραίνεσθαι λέγονται τότε· ὁ δὲ παράσιτος τοῦ μηνὸς τὰς τριάκονθʼ ἡμέρας ἱερὰς ἄγει· πᾶσαι γὰρ αὐτῷ δοκοῦσιν εἶναι τῶν θεῶν.
西盟而且,没有人不知道这一点:那些从事其他技术的人在其余的时间里劳碌,一个月里只把一两天当作节日来度过,据说他们那时才感到快乐;而寄食者则把一个月里的三十天都当作节日来度过,因为在他看来,所有的日子都属于神明。
§16Σίμων
ἔτι οἱ μὲν βουλόμενοι τὰς ἄλλας τέχνας κατορθοῦν ὀλιγοσιτίαις καὶ ὀλιγοποσίαις χρῶνται καθάπερ οἱ νοσοῦντες, πολυποσίαις δὲ καὶ πολυσιτίαις οὐκ ἔστιν εὐφραινόμενον μανθάνειν.
西盟此外,那些想要在其他技术上取得成功的人,就像病人一样少食少饮。 因为不可能在多饮多食、享受快乐的同时进行学习。
§17Σίμων
καὶ αἱ μὲν ἄλλαι τέχναι χωρὶς ὀργάνων οὐδαμῶς τῷ κεκτημένῳ ὑπηρετεῖν δύνανται·
西盟而且,其他的技术如果没有工具,绝不能为拥有者服务。
οὔτε γὰρ αὐλεῖν ἔνι χωρὶς αὐλῶν οὔτε ψάλλειν ἄνευ λύρας οὔτε ἱππεύειν ἄνευ ἵππου·
因为没有笛子就不可能吹笛,没有竖琴就不可能弹琴,没有马就不可能骑马。
αὕτη δὲ οὕτως ἐστὶν ἀγαθὴ καὶ οὐ βαρεῖα τῷ τεχνίτῃ, ὥστε ὑπάρχει καὶ μηδὲν ἔχοντι ὅπλον χρῆσθαι αὐτῇ.
但这门技术对技术人员来说是如此优越且毫无负担,以至于即使没有任何工具也可以使用它。
§18Σίμων
καὶ ὡς ἔοικεν ἄλλας τέχνας μανθάνομεν μισθὸν διδόντες, ταύτην δὲ λαμβάνοντες.
西盟看来,我们学习其他的技术是要付学费的,而学习这门技术则是收费的。
ἔτι τῶν μὲν ἄλλων τεχνῶν εἰσι διδάσκαλοί τινες, §19Σίμων
τῆς δὲ παρασιτικῆς οὐδείς, ἀλλʼ ὥσπερ ἡ ποιητικὴ κατὰ Σωκράτη καὶ αὕτη τινὶ θείᾳ μοίρᾳ παραγίγνεται.
此外,其他的技术都有一些老师,西盟而寄生术则没有。 但是,正如苏格拉底所说,诗歌是如此,这门技术也是凭借某种神圣的命运而获得的。
§20Σίμων
κἀκεῖνο δὲ σκόπει, ὅτι τὰς μὲν ἄλλας τέχνας ὁδεύοντες ἢ πλέοντες οὐ δυνάμεθα διαπράττεσθαι, ταύτῃ δέ ἐστι χρῆσθαι καὶ ἐν ὁδῷ καὶ πλέοντι.
西盟你还要考虑这一点:我们在旅途中或乘船时无法从事其他的技术,但这门技术无论在旅途中还是乘船时都可以使用。
§21Τυχιάδης
πάνυ μὲν οὖν.
提基阿德斯确实如此。
Σίμων
καὶ μέντοι, ὦ Τυχιάδη, αἱ μὲν ἄλλαι τέχναι δοκοῦσί μοι ταύτης ἐπιθυμεῖν, αὕτη δὲ οὐδεμιᾶς ἑτέρας.
西盟而且,提基阿德斯,其他的技术在我看来都向往这门技术,而这门技术不向往任何其他技术。
Τυχιάδης
τί δέ, οὐχ οἱ τὰ ἀλλότρια λαμβάνοντες ἀδικεῖν σοι δοκοῦσι;
提基阿德斯那么,那些拿别人东西的人,难道你不认为他们是在作恶吗?
Σίμων
πῶς γὰρ οὔ;
西盟当然是。
Τυχιάδης
πῶς οὖν ὁ παράσιτος τὰ ἀλλότρια λαμβάνων οὐκ ἀδικεῖ μόνος;
提基阿德斯那么,为什么寄食者拿了别人的东西,却唯独他没有作恶呢?
§22Σίμων
οὐκ ἔχω λέγειν.
西盟我无法解释。
καὶ μὴν τῶν ἄλλων τεχνῶν αἱ ἀρχαὶ φαῦλαί τινες καὶ εὐτελεῖς εἰσι, τῆς δὲ παρασιτικῆς ἀρχὴ πάνυ γενναία τις·
而且,其他技术的起点都是平庸和低贱的,但寄生术的起点却非常高贵。
τὸ γὰρ θρυλούμενον τοῦτο τῆς φιλίας ὄνομα οὐκ ἂν ἄλλο τι εὕροις ἢ ἀρχὴν παρασιτικῆς.
因为你会发现,那广为流传的“友谊”之名,其实就是寄生术的起点,而非其他。
Τυχιάδης
πῶς λέγεις;
提基阿德斯你这是什么意思?
Σίμων
ὅτι οὐδεὶς ἐχθρὸν ἢ ἀγνῶτα ἄνθρωπον ἀλλʼ οὐδὲ συνήθη μετρίως ἐπὶ δεῖπνον καλεῖ, ἀλλὰ δεῖ πρότερον οἶμαι τοῦτον γενέσθαι φίλον, ἵνα κοινωνήσῃ σπονδῶν καὶ τραπέζης καὶ τῶν τῆς τέχνης ταύτης μυστηρίων.
西盟因为没有人会把敌人或陌生人,甚至交往一般的人请来吃晚饭,而是必须我认为,首先让这个人成为朋友,以便让他分享奠酒、餐桌以及这门技术的奥秘。
ἐγὼ γοῦν πολλάκις ἤκουσά τινων λεγόντων,
ποταπὸς δὲ οὗτος φίλος ὅστις οὔτε βέβρωκεν οὔτε πέπωκεν μεθʼ ἡμῶν,
δῆλον ὅτι τὸν συμπίνοντα καὶ συνεσθίοντα μόνον πιστὸν φίλον ἡγουμένων.
总之,我经常听人说: “这个连和我们一起吃喝过都没有的人,算是什么朋友呢? ” 这显然是因为他们认为只有一起吃喝的人才是忠实的朋友。
§23Σίμων
ὅτι γε μὴν ἡ βασιλικωτάτη τῶν τεχνῶν ἔστιν αὕτη, μάθοις ἂν καὶ ἐκ τοῦδε οὐχ ἥκιστα· τὰς μὲν γὰρ λοιπὰς τέχνας οὐ μόνον κακοπαθοῦντες καὶ ἱδροῦντες, ἀλλὰ νὴ Δία καθήμενοι καὶ ἑστῶτες ἐργάζονται ὥσπερ ἀμέλει δοῦλοι τῶν τεχνῶν, ὁ δὲ παράσιτος μεταχειρίζεται τὴν αὑτοῦ τέχνην ὡς βασιλεὺς κατακείμενος.
西盟而且,这门技术是所有技术中最具王者之风的,你从下面这件事中也能最清楚地了解:因为其他人从事其技术时,不仅辛苦流汗,凭宙斯发誓,还要坐着或站着工作,简直就像是技术的奴隶,而寄食者却像国王一样躺着从事他自己的技术。