§11Σίμων
ὅ γε μὴν Ἐπίκουρος σφόδρα ἀναισχύντως ὑφελόμενος τὸ τῆς παρασιτικῆς τέλος τῆς καθʼ αὑτὸν εὐδαιμονίας τέλος αὐτὸ ποιεῖ.
西盟然而,伊壁鸠鲁极其无耻地剽窃了寄生术的目的,并将其作为自己幸福的目的。
καὶ ὅτι κλοπὴ τὸ πρᾶγμά ἐστιν καὶ οὐδὲν Ἐπικούρῳ μέλει τὸ ἡδύ, ἀλλὰ τῷ παρασίτῳ, οὕτω μάθοις ἄν.
而这件事是一场偷窃,并且关心快乐的不是伊壁鸠鲁而是寄食者,你可以通过这种方式得知。
ἔγωγε ἡγοῦμαι τὸ ἡδὺ πρῶτον μὲν τὸ τῆς σαρκὸς ἀόχλητον, ἔπειτα τὸ μὴ θορύβου καὶ ταραχῆς τὴν ψυχὴν ἐμπεπλῆσθαι.
我确实认为,快乐首先是肉体不受干扰,其次是灵魂不被骚乱和混乱所充满。
τούτων τοίνυν ὁ μὲν παράσιτος ἑκατέρων τυγχάνει, ὁ δὲ Ἐπίκουρος οὐδὲ θατέρου·
因此,寄食者得到了这两者,而伊壁鸠鲁连其中之一也没得到。
ὁ γὰρ ζητῶν περὶ σχήματος γῆς καὶ κόσμων ἀπειρίας καὶ μεγέθους ἡλίου καὶ ἀποστημάτων καὶ πρώτων στοιχείων καὶ περὶ θεῶν, εἴτε εἰσὶν εἴτε οὐκ εἰσί, καὶ περὶ αὐτοῦ τοῦ τέλους ἀεὶ πολεμῶν καὶ διαφερόμενος πρός τινας οὐ μόνον ἐν ἀνθρωπίναις, ἀλλὰ καὶ ἐν κοσμικαῖς ἐστιν ὀχλήσεσιν.
因为那个探究大地的形状、世界的无限、太阳的大小、距离、基本元素,以及关于神明是否存在,并且为了目的本身而总是与某些人争斗和争论的人,不仅处于人世的,也处于宇宙的烦扰之中。
ὁ δὲ παράσιτος πάντα καλῶς ἔχειν οἰόμενος καὶ πεπιστευκὼς μὴ ἄλλως ταῦτα ἔχειν ἄμεινον ἢ ἔχει, μετὰ πολλῆς ἀδείας καὶ γαλήνης, οὐδενὸς αὐτῷ τοιούτου παρενοχλοῦντος, ἐσθίει καὶ κοιμᾶται ὕπτιος ἀφεικὼς τοὺς πόδας καὶ τὰς χεῖρας ὥσπερ Ὀδυσσεὺς τῆς Σχερίας ἀποπλέων οἴκαδε.
相反,寄食者认为一切都很好,并确信这些事情不会比现在更好,在极大的安心与宁静中,没有任何这类事情打扰他,他吃着东西,并像从斯克里亚启航回家的奥德修斯一样,放松手脚,仰面而睡。
§12Σίμων
καὶ μὴν οὐχὶ κατὰ ταῦτα μόνον οὐδὲν προσήκει τὸ ἡδὺ τῷ Ἐπικούρῳ, ἀλλὰ καὶ κατʼ ἐκεῖνα·
西盟而且,不仅在这些方面快乐与伊壁鸠鲁无关,在那些方面也是如此。
ὁ γὰρ Ἐπίκουρος οὗτος, ὅστις ποτέ ἐστιν ὁ σοφός, ἤτοι φαγεῖν ἔχει ἢ οὔ·
因为这位伊壁鸠鲁,不论他的贤者是谁,要么有东西吃,要么没有。
εἰ μὲν οὐκ ἔχει, οὐχ ὅπως ἡδέως ζήσεται, ἀλλʼ οὐδὲ ζήσεται·
如果确实没有,别说快活地生活,他甚至连活都活不下去。
εἰ δὲ ἔχει, εἴτε παρʼ ἑαυτοῦ εἴτε παρʼ ἄλλου·
但如果有,要么是自备的,要么是来自别人的。
εἰ μὲν οὖν παρʼ ἄλλου τὸ φαγεῖν ἔχοι, παράσιτός ἐστι καὶ οὐχ ὃς λέγει·
因此,如果他的食物是来自别人的,他就是个寄食者,而不是他自称的那个人。
εἰ δὲ παρʼ ἑαυτοῦ, οὐχ ἡδέως ζήσεται.
但如果是自备的,他就不能快活地生活。
Τυχιάδης
πῶς οὐχ ἡδέως;
提基阿德斯怎么就不快活了?
Σίμων
εἰ γὰρ ἔχοι τὸ φαγεῖν παρʼ ἑαυτοῦ, πολλά τοι, ὦ Τυχιάδη, τὰ ἀηδέα τῷ τοιούτῳ βίῳ παρακολουθεῖν ἀνάγκη·
西盟因为如果是自备食物,提基阿德斯,许多不快活的事必然会伴随这样的生活,你看看有多少。
καὶ ἄθρει πόσα.
想要过得快乐的人,必须满足所有产生的欲望。
δεῖ τὸν μέλλοντα βιώσεσθαι καθʼ ἡδονὴν τὰς ἐγγιγνομένας ὀρέξεις ἁπάσας ἀναπληροῦν. ἢ τί φής;
还是你觉得呢?
Τυχιάδης
κἀμοὶ δοκεῖ.
提基阿德斯我也这样认为。
Σίμων
οὐκοῦν τῷ μὲν συχνὰ κεκτημένῳ ἴσως τοῦτο παρέχει, τῷ δὲ ὀλίγα καὶ μηδὲν οὐκέτι·
西盟所以,对于拥有丰厚财产的人来说,这也许可以办到,但对于财产稀少或一无所有的人来说则不再可能。
ὥστε πένης οὐκ ἂν σοφὸς γένοιτο οὐδὲ ἐφίκοιτο τοῦ τέλους, λέγω δὴ τοῦ ἡδέος.
因此,穷人无法成为贤者,也无法达到目的,我指的正是快乐。
ἀλλʼ οὐδὲ μὴν ὁ πλούσιος, ὁ παρὰ τῆς οὐσίας ἀφθόνως ταῖς ἐπιθυμίαις χορηγῶν, δυνήσεται τοῦδε ἐφικέσθαι.
然而,即使是富人,那个从自己的财产中源源不断地满足欲望的人,也无法达到这个目的。
τί δή ποτε;
这究竟是为什么?
ὅτι πᾶσα ἀνάγκη τὸν ἀναλίσκοντα τὰ ἑαυτοῦ πολλαῖς περιπίπτειν ἀηδίαις, τοῦτο μὲν τῷ μαγείρῳ κακῶς σκευάσαντι τὸ ὄψον μαχόμενον ἢ εἰ μὴ μάχοιτο φαῦλα παρὰ τοῦτο ἐσθίοντα τὰ ὄψα καὶ τοῦ ἡδέος ὑστεροῦντα, τοῦτο δὲ τῷ οἰκονομοῦντι τὰ κατὰ τὴν οἰκίαν, εἰ μὴ καλῶς οἰκονομοίη, μαχόμενον.
因为花自己钱的人必然会陷入许多不快之中:一方面,他要与把菜做砸了的厨师争吵,或者即使不争吵,也得因此吃糟糕的菜肴而失去了快乐;另一方面,他还要与管理家政的人争吵,如果对方管理得不好的话。
ἢ οὐχ οὕτως;
难道不是这样吗?
Τυχιάδης
νὴ Δία, κἀμοὶ δοκεῖ.
提基阿德斯凭宙斯发誓,我也这么认为。
Σίμων
τῷ μὲν οὖν Ἐπικούρῳ πάντα συμβαίνειν εἰκός, ὥστε οὐδέποτε τεύξεται τοῦ τέλους·
西盟所以,伊壁鸠鲁很可能遭遇所有这些事,以至于他永远无法达到目的。
τῷ δὲ παρασίτῳ οὔτε μάγειρός ἐστιν ᾧ χαλεπήναι, οὔτε ἀγρὸς οὔτε οἶκος οὔτε ἀργύρια, ὑπὲρ ὧν ἀπολλυμένων ἀχθεσθείη, ὥστε καὶ φάγοι καὶ πίοι μόνος οὗτος ὑπὸ μηδενός, ὧν ἐκείνους ἀνάγκη, ἐνοχλούμενος.
但对寄食者来说,既没有可以发脾气的厨师,也没有田产、房屋或银钱会因失去而让他痛心,所以只有他一个人能够吃喝,而不受任何那些其他人必然会受到的打扰。
§13Σίμων
ἀλλʼ ὅτι μὲν τέχνη ἐστὶν ἡ παρασιτική, κἀκ τούτων καὶ τῶν ἄλλων ἱκανῶς δέδεικται.
西盟然而,寄生术是一门手艺,不仅从这些方面,也从其他方面得到了充分的证明。
λοιπὸν ὅτι καὶ ἀρίστη δεικτέον, καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλὰ πρῶτον μέν, ὅτι κοινῇ πασῶν διαφέρει τῶν τεχνῶν, εἶτα ὅτι καὶ ἰδίᾳ ἑκάστης.
接下来应该证明它也是最好的,而且不是简单地证明,而是首先因为她与所有的手艺整体上不同,其次因为她与每门手艺个别地不同。
κοινῇ μὲν οὖν ἁπασῶν οὕτω διαφέρει· πάσης γὰρ τέχνης ἀνάγκη προάγειν μάθησιν πόνον φόβον πληγάς, ἅπερ οὐκ ἔστιν ὅστις οὐκ ἂν ἀπεύξαιτο·
整体上它与所有的手艺如此不同:因为对于任何手艺,学习之前必然伴随劳苦、恐惧和打击,这些是任何人都渴望避免的事情。
ταύτην δὲ τὴν τέχνην, ὡς ἔοικεν, μόνην ἔξεστι μαθεῖν ἄνευ πόνου.
然而唯独这门手艺,看来是可以无须劳苦而学会的。
τίς γὰρ ἀπὸ δείπνου ποτὲ ἀπῆλθεν κλαίων, ὥσπερ τινὰς ἐκ τῶν διδασκάλων ὁρῶμεν, τίς δʼ ἐπὶ δεῖπνον ἀπιὼν ὤφθη σκυθρωπός, ὥσπερ οἱ εἰς διδασκαλεῖα φοιτῶντες;
因为有谁曾哭着从宴席上离开,就像我们看到有些人从老师那里回来一样? 又有谁在去赴宴时显得面容阴沉,就像那些上学的人一样?
καὶ μὴν ὁ μὲν παράσιτος ἑκὼν αὐτὸς ἐπὶ δεῖπνον ἔρχεται μάλα ἐπιθυμῶν τῆς τέχνης, οἱ δὲ τὰς ἄλλας τέχνας μανθάνοντες μισοῦσιν αὐτάς, ὥστε ἔνιοι διʼ αὐτὰς ἀποδιδράσκουσι.
而且,寄食者是自己自愿去赴宴,极其向往这门手艺,而学习其他手艺的人则讨厌它们,以至于有些人因为它们而逃跑。
τί δέ, οὐ κἀκεῖνο ἐννοῆσαί σε δεῖ, ὅτι καὶ τοὺς ἐν ἐκείναις ταῖς τέχναις προκόπτοντας οἱ πατέρες καὶ μητέρες τούτοις τιμῶσι μάλιστα, οἷς καθʼ ἡμέραν καὶ τὸν παράσιτον,
καλῶς νὴ Δία ἔγραψεν ὁ παῖς,
λέγοντες,
δότε αὐτῷ φαγεῖν
οὐκ ἔγραψεν ὀρθῶς, μὴ δότε;
还有,难道你不需要考虑那一点吗:即使是在那些手艺中取得进步的人,他们的父亲和母亲也最常用寄食者每天得到的东西来奖赏他们,说: “凭宙斯发誓,这孩子写得真好,” 并且说: “给他点东西吃。 ” 难道他们会说,“他写得不对,不要给他”吗?
οὕτω τὸ πρᾶγμα καὶ ἔντιμον καὶ ἐν τιμωρίᾳ μέγα φαίνεται.
因此,这件事无论作为荣誉还是作为惩罚,都显得意义重大。