§8Σίμων
καὶ μὴν οὐδὲ τοιοῦτόν τί ἐστιν ἡ παρασιτικὴ ὁποῖον τὸ κάλλος καὶ ἡ ἰσχύς, ὥστε τέχνην μὲν μὴ δοκεῖν αὐτήν, δύναμιν δέ τινα τοιαύτην.
西盟而且,寄生术确实不是像美貌和力量那样的东西,以至于让人觉得它不是一门手艺,而是一种那样的能力。
Τυχιάδης
ἀληθῆ λέγεις.
提基阿德斯你说的对。
Σίμων
ἀλλὰ μέντοι οὐδὲ ἀτεχνία ἐστίν· ἡ γὰρ ἀτεχνία οὐδέποτε οὐδὲν κατορθοῖ τῷ κεκτημένῳ.
西盟但是,它也绝不是缺乏手艺(无技术);因为无技术决不能为拥有它的人成全任何事。
φέρε γάρ, εἰ ἐπιτρέψειας σὺ σεαυτῷ ναῦν ἐν θαλάττῃ καὶ χειμῶνι μὴ ἐπιστάμενος κυβερνᾶν, σωθείης ἄν;
来吧,如果你在不懂得操舵的情况下,在海上的风暴中将自己托付给一艘船,你会得救吗?
<Τυχιάδης>
<οὐδαμῶς.
<提基阿德斯> <绝不。
>
<Σίμων>
<τί δʼ, εἰ ἵππους ἐπιτραφθείη τις μὴ ἐπιστάμενος ἠνιοχεῖν;
> <西盟> <那么,如果有人在不懂得驾车的情况下被托付了马匹呢?
>
Τυχιάδης
οὐδʼ οὗτος.
> 提基阿德斯这个人也不会。
Σίμων
τί δή ποτε, ἢ τῷ μὴ ἔχειν τέχνην, διʼ ἧς δυνήσεται σώζειν ἑαυτόν;
西盟这究竟是为什么,难道不是因为没有能借以拯救自己的手艺吗?
Τυχιάδης
καὶ μάλα.
提基阿德斯非常如此。
Σίμων
οὐκοῦν καὶ παράσιτος ὑπὸ τῆς παρασιτικῆς, εἴπερ ἦν ἀτεχνία, οὐκ ἂν ἐσώζετο;
西盟那么,如果寄生术是无技术,寄食者难道就不会被寄生术拯救了吗?
Τυχιάδης
ναί.
提基阿德斯是的。
Σίμων
οὐκοῦν τέχνῃ σώζεται, ἀτεχνίᾳ δὲ οὔ;
西盟那么,他是靠手艺得救,而不是靠无技术得救了?
Τυχιάδης
πάνυ μὲν οὖν.
提基阿德斯确实如此。
Σίμων
τέχνη ἄρα ἐστὶν ἡ παρασιτική.
西盟所以寄生术是一门手艺。
Τυχιάδης
τέχνη, ὡς ἔοικεν.
提基阿德斯看来是一门手艺。
Σίμων
καὶ μὴν κυβερνήτας μὲν ἀγαθοὺς ναυαγίᾳ περιπεσόντας καὶ ἡνιόχους τεχνίτας ἐκπεσόντας τῶν δίφρων οἶδα ἐγὼ πολλάκις, καὶ τοὺς μὲν συντριβέντας, τοὺς δὲ καὶ πάμπαν διαφθαρέντας, παρασίτου δὲ ναυάγιον οὐδὲ εἷς ἔχοι τοιοῦτον εἰπεῖν.
西盟而且,我经常知道优秀的舵手遭遇船难,有手艺的御者从车上跌落,有的被摔碎,有的则完全毁灭,但谁也说不出寄食者有这样的船难。
οὐκοῦν εἰ μήτε ἀτεχνία ἐστὶν ἡ παρασιτικὴ μήτε δύναμις, σύστημα δέ τι ἐκ καταλήψεων γεγυμνασμένων, τέχνη δῆλον ὅτι διωμολόγηται ἡμῖν σήμερον.
所以,既然寄生术既不是无技术也不是能力,而是一种经过训练的认识体系,那么显而易见,今天我们已经达成一致,它是一门手艺。
§9Τυχιάδης
ὅσον ἐκ τούτου εἰκάζω·
提基阿德斯从这里推测确实如此。
ἀλλʼ ἐκεῖνο, ὅπως καὶ ὅρον ἡμῖν τινα γενναῖον ἀποδῷς τῆς παρασιτικῆς.
但关于那点,请你也给我们给出一个关于寄生术的体面定义。
Σίμων
ὀρθῶς σύ γε λέγων.
西盟你说得很对。
δοκεῖ γὰρ δή μοι οὕτως ἂν μάλιστα ὡρίσθαι· παρασιτική ἐστιν τέχνη ποτέων καὶ βρωτέων καὶ τῶν διὰ ταῦτα λεκτέων καὶ πρακτέων, τέλος δὲ αὐτῆς τὸ ἡδύ.
在我看来,它最好这样被定义:寄生术是一门关于饮和食、以及为了这些而该说的话和该做的事的手艺,而它的目的是快乐。
Τυχιάδης
ὑπέρευγέ μοι δοκεῖς ὁρίσασθαι τὴν σεαυτοῦ τέχνην· ἀλλʼ ἐκεῖνο σκόπει, μὴ πρὸς ἐνίους τῶν φιλοσόφων μάχη σοι περὶ τοῦ τέλους ᾖ.
提基阿德斯你似乎把自己的手艺定义得极其出色;但你要考虑那一点,免得因为目的而与某些哲学家发生争论。
Σίμων
καὶ μὴν ἀπόχρη γε εἴπερ ἔσται τὸ αὐτὸ τέλος εὐδαιμονίας καὶ παρασιτικῆς.
西盟只要幸福的目的与寄生术的目的相同,那就足够了。
§10Σίμων
φανεῖται δὲ οὕτως·
西盟这将会显而易见。
ὁ γὰρ σοφὸς Ὅμηρος τὸν τοῦ παρασίτου βίον θαυμάζων ὡς ἄρα μακάριος καὶ ζηλωτὸς εἴη μόνος, οὕτω φησίν· "
οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι,
ἢ ὅτʼ ἂν εὐφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι.
因为贤明的荷马赞叹寄食者的生活,认为唯有它才是真正幸福和令人羡慕的,他是这样说的: “因为我确实认为没有比这更令人愉悦的目的了:当喜悦充满整个城邦,客人们在殿堂里依次坐着倾听歌者的声音,他们身旁的桌上摆满了面包和肉,执壶者从混酒器中汲出酒来,巡回倒入杯中。
"
καὶ ὡς οὐχ ἱκανῶς ταῦτα θαυμάζων μᾶλλον τὴν αὑτοῦ γνώμην ποιεῖ φανερωτέραν εὖ λέγων· "τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι,"
οὐχ ἕτερόν τι, ἐξ ὧν φησιν, ἢ τὸ παρασιτεῖν εὔδαιμον νομίζων.
” 而且,仿佛这还不足以表达他的赞叹,他通过很好地说道: “这在我心中似乎是最美好的事,” 从而使他自己的观点更加明显,从他所说的话来看,他认为寄生就是幸福,此外别无其他。
καὶ μὴν οὐδὲ τῷ τυχόντι ἀνδρὶ περιτέθεικε τούτους τοὺς λόγους, ἀλλὰ τῷ σοφωτάτῳ τῶν ὅλων.
而且,他并没有把这些话放在普通人身上,而是放在了所有人中最聪明的人身上。
καίτοι γε εἴπερ ἐβούλετο Ὀδυσσεὺς τὸ κατὰ τοὺς Στωϊκοὺς ἐπαινεῖν τέλος, ἐδύνατο ταυτὶ λέγειν ὅτε τὸν Φιλοκτήτην ἀνήγαγεν ἐκ τῆς Λήμνου, ὅτε τὸ Ἴλιον ἐξεπόρθησεν, ὅτε τοὺς Ἕλληνας φεύγοντας κατέσχεν, ὅτε εἰς Τροίαν εἰσῆλθεν ἑαυτὸν μαστιγώσας καὶ κακὰ καὶ Στωϊκὰ ῥάκη ἐνδύς·
然而,如果奥德修斯想要赞美斯多葛派的目的,他本可以在把菲洛克特特斯从雷姆诺斯带回来时,在攻陷伊利翁时,在拦住逃跑的希腊人时,或者在鞭打自己、穿着恶劣且像斯多葛派一样的破烂衣服进入特洛伊时,说这些话。
ἀλλὰ τότε οὐκ εἶπε τοῦτο τέλος χαριέστερον.
但当时他并没有说这是更令人愉悦的目的。
ἀλλὰ μὴν καὶ ἐν τῷ τῶν Ἐπικουρείων βίῳ γενόμενος αὖθις παρὰ τῇ Καλυψοῖ, ὅτε αὐτῷ ὑπῆρχεν ἐν ἀργίᾳ τε βιοτεύειν καὶ τρυφᾶν καὶ βινεῖν τὴν Ἄτλαντος θυγατέρα καὶ κινεῖν πάσας τὰς λείας κινήσεις, οὐδὲ τότε εἶπε τοῦτο τὸ τέλος χαριέστερον, ἀλλὰ τὸν τῶν παρασίτων βίον.
而且,即使他再次在卡吕普索那里过着伊壁鸠鲁派的生活,当时他可以在闲散中度日,享受奢华,与阿特拉斯的女儿同床共寝,并引起所有平滑的运动,甚至在那个时候他也没有说这个目的是更令人愉悦的,而是说寄食者的生活。
ἐκαλοῦντο δὲ δαιτυμόνες οἱ παράσιτοι τότε.
当时寄食者被称为客人。
πῶς οὖν λέγει;
那么他是怎么说的?
πάλιν γὰρ ἄξιον ἀναμνησθῆναι τῶν ἐπῶν· οὐδὲν γὰρ οἷον ἀκούειν αὐτῶν πολλάκις λεγομένων· δαιτυμόνες καθήμενοι ἑξείης· καί· "
παρὰ δὲ πλήθωσι τράπεζαι
σίτου καὶ κρειῶν.
再次记住这些诗句是值得的;因为没有什么能比经常听到它们被诵读更好的了: “客人们依次坐着,” 以及: “他们身旁的桌上摆满了面包和肉。
"
”