← ルキアノス

食客

§11-13

エピクロス派の快楽批判と苦痛なき寄生術の習得

シモンはエピクロス派の快楽の定義を批判し、煩わしさのない本当の快楽を得ているのは寄食者だけであることを論じる。さらに、寄生術はすべての技術の中で唯一、苦痛なしに習得できる最上の技術であると主張する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§11

Σίμων ὅ γε μὴν Ἐπίκουρος σφόδρα ἀναισχύντως ὑφελόμενος τὸ τῆς παρασιτικῆς τέλος τῆς καθʼ αὑτὸν εὐδαιμονίας τέλος αὐτὸ ποιεῖ. καὶ ὅτι κλοπὴ τὸ πρᾶγμά ἐστιν καὶ οὐδὲν Ἐπικούρῳ μέλει τὸ ἡδύ, ἀλλὰ τῷ παρασίτῳ, οὕτω μάθοις ἄν. ἔγωγε ἡγοῦμαι τὸ ἡδὺ πρῶτον μὲν τὸ τῆς σαρκὸς ἀόχλητον, ἔπειτα τὸ μὴ θορύβου καὶ ταραχῆς τὴν ψυχὴν ἐμπεπλῆσθαι.1 τούτων τοίνυν ὁ μὲν παράσιτος ἑκατέρων τυγχάνει, ὁ δὲ Ἐπίκουρος οὐδὲ θατέρου· ὁ γὰρ ζητῶν περὶ σχήματος γῆς καὶ κόσμων ἀπειρίας καὶ μεγέθους ἡλίου καὶ ἀποστημάτων καὶ πρώτων στοιχείων καὶ περὶ θεῶν, εἴτε εἰσὶν εἴτε οὐκ εἰσί, καὶ περὶ αὐτοῦ τοῦ τέλους ἀεὶ πολεμῶν καὶ διαφερόμενος πρός τινας οὐ μόνον ἐν ἀνθρωπίναις, ἀλλὰ καὶ ἐν κοσμικαῖς ἐστιν ὀχλήσεσιν. ὁ δὲ παράσιτος πάντα καλῶς ἔχειν οἰόμενος καὶ πεπιστευκὼς μὴ ἄλλως ταῦτα ἔχειν ἄμεινον ἢ ἔχει, μετὰ πολλῆς ἀδείας καὶ γαλήνης, οὐδενὸς αὐτῷ τοιούτου παρενοχλοῦντος, ἐσθίει καὶ κοιμᾶται ὕπτιος ἀφεικὼς τοὺς πόδας καὶ τὰς χεῖρας ὥσπερ Ὀδυσσεὺς τῆς Σχερίας ἀποπλέων οἴκαδε.

Σίμωνしかし、エピクロスは極めて図々しくも寄生術の目的をかすめ取り、それを彼自身の幸福の目的としている。そして、このことが盗みであること、また、快楽に関心があるのはエピクロスではなく、寄食者であることを、お前は次のようにして知るだろう。私は、快楽とは第一には肉体に煩わしさがないことであり、第二には魂が騒ぎと動揺で満たされていないことであると考えている。ところで、寄食者はこれらの両方を得ているが、エピクロスはどちらか一方さえ得ていない。なぜなら、大地の形、世界の無限性、太陽の大きさ、距離、根源的な元素について探求し、また神々が存在するのかしないのかを探求し、さらに目的そのものについても常に誰かと闘い、議論を交わしている者は、人間的な煩わしさだけでなく、宇宙的な煩わしさの中にもいるからだ。これに対して、寄食者はすべてが良好であると思い、またこれらのものが今ある状態よりも良くあることはあり得ないと確信しており、多大なる安心と平穏のうちに、そのような何ものにも煩わされることなく、食事をし、スケリアから家へと船出するオデュッセウスのように、足と手をだらりと投げ出して、仰向けに寝るのである。

§12

Σίμων καὶ μὴν οὐχὶ κατὰ ταῦτα μόνον οὐδὲν προσήκει τὸ ἡδὺ τῷ Ἐπικούρῳ, ἀλλὰ καὶ κατʼ ἐκεῖνα· ὁ γὰρ Ἐπίκουρος οὗτος, ὅστις ποτέ ἐστιν ὁ σοφός, ἤτοι φαγεῖν ἔχει ἢ οὔ· εἰ μὲν οὐκ ἔχει, οὐχ ὅπως ἡδέως ζήσεται, ἀλλʼ οὐδὲ2 ζήσεται· εἰ δὲ ἔχει, εἴτε παρʼ ἑαυτοῦ εἴτε παρʼ ἄλλου· εἰ μὲν οὖν παρʼ ἄλλου τὸ φαγεῖν ἔχοι, παράσιτός ἐστι καὶ οὐχ ὃς λέγει· εἰ δὲ παρʼ ἑαυτοῦ, οὐχ ἡδέως ζήσεται. Τυχιάδης πῶς οὐχ ἡδέως; Σίμων εἰ γὰρ ἔχοι τὸ φαγεῖν παρʼ ἑαυτοῦ, πολλά τοι, ὦ Τυχιάδη, τὰ ἀηδέα τῷ τοιούτῳ βίῳ παρακολουθεῖν ἀνάγκη· καὶ ἄθρει πόσα. δεῖ τὸν μέλλοντα βιώσεσθαι καθʼ ἡδονὴν τὰς ἐγγιγνομένας ὀρέξεις ἁπάσας ἀναπληροῦν. ἢ τί φής; Τυχιάδης κἀμοὶ δοκεῖ. Σίμων οὐκοῦν τῷ μὲν συχνὰ κεκτημένῳ ἴσως τοῦτο παρέχει, τῷ δὲ3 ὀλίγα καὶ μηδὲν οὐκέτι· ὥστε πένης οὐκ ἂν σοφὸς γένοιτο οὐδὲ ἐφίκοιτο τοῦ τέλους, λέγω δὴ τοῦ ἡδέος. ἀλλʼ οὐδὲ μὴν ὁ πλούσιος, ὁ παρὰ τῆς οὐσίας ἀφθόνως ταῖς ἐπιθυμίαις χορηγῶν, δυνήσεται τοῦδε ἐφικέσθαι. τί δή ποτε; ὅτι πᾶσα ἀνάγκη τὸν ἀναλίσκοντα τὰ ἑαυτοῦ πολλαῖς περιπίπτειν ἀηδίαις, τοῦτο μὲν τῷ μαγείρῳ κακῶς σκευάσαντι τὸ ὄψον μαχόμενον ἢ εἰ μὴ μάχοιτο φαῦλα παρὰ τοῦτο ἐσθίοντα τὰ ὄψα καὶ τοῦ ἡδέος ὑστεροῦντα, τοῦτο δὲ τῷ οἰκονομοῦντι τὰ κατὰ τὴν οἰκίαν, εἰ μὴ καλῶς οἰκονομοίη, μαχόμενον. ἢ οὐχ οὕτως; Τυχιάδης νὴ Δία, κἀμοὶ δοκεῖ. Σίμων τῷ μὲν οὖν Ἐπικούρῳ πάντα συμβαίνειν εἰκός, ὥστε οὐδέποτε τεύξεται τοῦ τέλους· τῷ δὲ παρασίτῳ οὔτε μάγειρός ἐστιν ᾧ χαλεπήναι, οὔτε ἀγρὸς οὔτε οἶκος οὔτε ἀργύρια, ὑπὲρ ὧν ἀπολλυμένων ἀχθεσθείη, ὥστε καὶ φάγοι καὶ πίοι μόνος οὗτος ὑπὸ μηδενός, ὧν ἐκείνους ἀνάγκη, ἐνοχλούμενος.

Σίμωνさらに、これらの点においてのみならず、次のような点においても、快楽はエピクロスに属していない。というのも、このエピクロス、すなわち(彼らが言うところの)賢者なる者は誰であれ、食べるものを持っているか、持っていないかのどちらかである。もし持っていないなら、快く生きるどころか、生きることさえできないだろう。もし持っているなら、それは自分から得ているか、あるいは他者から得ているかである。そこで、もし他者から食べるものを得ているなら、彼は寄食者であり、自分が名乗っている者ではない。もし自分から得ているなら、彼は快く生きることはないだろう。 Τυχιάδηςなぜ快く生きられないのだ? Σίμωνというのも、もし自分から食べるものを得ているなら、テュキアデスよ、そのような生活には多くの不快なことが伴わざるを得ないのだ。どれほど多いか見てみるがよい。快楽に従って生きようとする者は、生じるすべての欲望を満たさなければならない。それともお前はどう言うか? Τυχιάδης私もそう思う。 Σίμωνしたがって、多くの財産を持っている者にはおそらくこれが与えられるが、わずかしか、あるいは何も持っていない者にはもはや与えられない。それゆえ、貧しい者は賢者になることも、目的、すなわち私が言うところの快楽に達することもできないだろう。だが、富んでいる者、自分の財産から欲望に惜しみなく供給する者であっても、これに達することはできないだろう。それは一体なぜか。自分の財産を費やす者は、多くの不快な事態に陥らざるを得ないからだ。一つには、おかずをまずく作った料理人と争うことになり、あるいは争わないにしても、そのためにまずいおかずを食べて快楽を損なうことになり、もう一つには、家政を切り盛りする者が、もしうまく家計を管理しないなら、その者と争うことになるからだ。それともそうではないか? Τυχιάδηςゼウスにかけて、私もそう思う。 Σίμωνしたがって、エピクロスにはこれらすべてが起こるのが当然であり、それゆえ彼は決して目的に達することはない。だが、寄食者には、怒るべき料理人もいなければ、失われて悲しむべき土地も家も金銭もない。それゆえ、彼らが煩わされざるを得ないような何ものにも煩わされることなく、食事をし、酒を飲むことができるのは、唯この者だけなのである。

§13

Σίμων ἀλλʼ ὅτι μὲν τέχνη ἐστὶν ἡ παρασιτική, κἀκ τούτων καὶ τῶν ἄλλων ἱκανῶς δέδεικται. λοιπὸν ὅτι καὶ ἀρίστη δεικτέον, καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλὰ πρῶτον μέν, ὅτι κοινῇ πασῶν διαφέρει τῶν τεχνῶν, εἶτα ὅτι καὶ ἰδίᾳ ἑκάστης. κοινῇ μὲν οὖν ἁπασῶν οὕτω διαφέρει· πάσης γὰρ τέχνης ἀνάγκη προάγειν μάθησιν πόνον φόβον πληγάς, ἅπερ οὐκ ἔστιν ὅστις οὐκ ἂν ἀπεύξαιτο· ταύτην δὲ τὴν τέχνην, ὡς ἔοικεν, μόνην ἔξεστι μαθεῖν ἄνευ πόνου. τίς γὰρ ἀπὸ δείπνου ποτὲ ἀπῆλθεν κλαίων, ὥσπερ τινὰς ἐκ τῶν διδασκάλων ὁρῶμεν, τίς δʼ ἐπὶ δεῖπνον ἀπιὼν ὤφθη σκυθρωπός, ὥσπερ οἱ εἰς διδασκαλεῖα φοιτῶντες; καὶ μὴν ὁ μὲν παράσιτος ἑκὼν αὐτὸς ἐπὶ δεῖπνον ἔρχεται μάλα ἐπιθυμῶν τῆς τέχνης, οἱ δὲ τὰς ἄλλας τέχνας μανθάνοντες μισοῦσιν αὐτάς, ὥστε ἔνιοι διʼ αὐτὰς ἀποδιδράσκουσι. τί δέ, οὐ κἀκεῖνο ἐννοῆσαί σε δεῖ, ὅτι καὶ τοὺς ἐν ἐκείναις ταῖς τέχναις προκόπτοντας οἱ πατέρες καὶ μητέρες τούτοις τιμῶσι μάλιστα, οἷς καθʼ ἡμέραν καὶ τὸν παράσιτον, καλῶς νὴ Δία ἔγραψεν ὁ παῖς, λέγοντες, δότε αὐτῷ φαγεῖν οὐκ ἔγραψεν ὀρθῶς, μὴ δότε;4 οὕτω τὸ πρᾶγμα καὶ ἔντιμον καὶ ἐν τιμωρίᾳ μέγα φαίνεται.

Σίμωνしかし、寄生術が技術であることは、これらのことからも、また他のことからも十分に示された。残されているのは、それが最上のものであることを示すことである。そしてこれも単に示すのではなく、第一に、それがすべての技術と共通して異なっていること、第二に、個々の技術ともそれぞれ異なっていることによってである。 共通してすべての技術と次のように異なっている。いかなる技術においても、その学習に先立って労苦、恐怖、打撃を伴うのが不可避であり、これらは誰もが避けたいと願うものに他ならない。だが、この技術だけは、どうやら労苦なしに学ぶことができるようである。なぜなら、夕食から泣きながら帰ってきた者がかつていただろうか、教師のところから帰る者たちの中にしばしば見られるように。また、夕食へと出かけるのに、学校へ通う者たちのように、浮かない顔を見せた者がいただろうか。さらに、寄食者は自ら進んで夕食へと向かい、その技術を大いに望んでいるが、他の技術を学ぶ者たちはその技術を嫌っており、それゆえある者たちはそれから逃げ出すほどである。 それに、それらの技術において進歩している者を、父親や母親が、まさに寄食者が毎日得ているのと同じもので最も褒め称える、ということもお前は考えねばならないのではないか。 「ゼウスにかけて、この子は実に見事に書いた」と言って、「この子に食べ物を与えなさい」と(褒めるが)、「正しく書けなかったから、与えるな」と言うだろうか。 このように、このことは名誉としても、また罰としても、大きな意味を持つように思われるのである。

構文注4 件
  1. 11τὸ μὴ θορύβου καὶ ταραχῆς τὴν ψυχὴν ἐμπεπλῆσθαι

    不定詞 ἐμπεπλῆσθαι の意味上の主語は対格の τὴν ψυχὴν であり、属格の θορύβου καὶ ταραχῆς は受動のニュアンスを持つ動詞 ἐμπίπλημι(満たす)が要求する「満たす内容」を表す格である。

  2. 12οὐχ ὅπως ... ἀλλʼ οὐδὲ ...

    「〜どころか…さえしない」を意味する慣用的表現。ここでは、食べ物がない場合について、「快く生きるどころか、生きることさえできない」という強い否定を表す。

  3. 12τοῦτο μὲν ... τοῦτο δὲ ...

    「一つには(……のために)、他方では(……のために)」を表す副詞的対格の相関関係。続く分詞 μαχόμενον(男性単数対格)は、富者が「不快な事態に陥る」具体的な状況を説明している。

  4. 13οὐκ ἔγραψεν ὀρθῶς, μὴ δότε;

    条件文の省略形であり、「(もし子が)正しく書かなかったなら、与えるな(と両親は言うだろうか)」と解釈される。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0062.tlg030.humanitext-grc2:11-13