§22καὶ σὺ δὴ ᾧτινι μὲν τῶν τοῖς ὀρχησταῖς συνόντων κιναίδων ἔοικας οὐκ ἂν εἴποιμι, ὅτι δὲ μανίαν ἐρρωμένην ἔτι καὶ νῦν μαίνεσθαι δοκεῖς ἅπασιν ἐπʼ ἐκείνῃ τῇ εἰκόνι, πάνυ σαφῶς οἶδα.
至于你到底像那些与舞女混在一起的男宠中的哪一个,我就不说了;但我非常清楚地知道,在所有人看来,你因那幅画像至今仍在发着狂暴的疯。
οὔκουν θαυμαστόν, εἰ ἀπίθανος οὕτως ζωγράφος ὢν καὶ τοῖς πεπαιδευμένοις ἐξομοιοῦσθαι ἐθέλεις, πιστεύων τοῖς τὰ τοιαῦτά σε ἐπαινοῦσι.
因此,既然你是一个如此拙劣的画家,却还想让自己与受过教育的人相提并论,并相信那些在这些事上奉承你的人,这也就不奇怪了。
καίτοι τί ταῦτα ληρῶ;
然而,我为什么还要说这些废话呢?
πρόδηλος γὰρ ἡ αἰτία τῆς περὶ τὰ βιβλία σπουδῆς, εἰ καὶ ὑπὸ νωθείας ἐγὼ μὴ πάλαι κατεῖδον·
因为你对书籍的热心,其原因显而易见,即使由于我的迟钝未能早些看穿。
σοφὸν γάρ, ὡς γοῦν οἴει, τοῦτʼ ἐπινενόηκας καὶ ἐλπίδας οὐ μικρὰς ἔχεις περὶ τοῦ πράγματος, εἰ βασιλεὺς μάθοι ταῦτα σοφὸς ἀνὴρ καὶ παιδείαν μάλιστα τιμῶν· εἰ δὲ ταῦτα ὑπὲρ σοῦ ἐκεῖνος ἀκούσειεν, ὡς ὠνῇ βιβλία καὶ συνάγεις πολλά, πάντα ἐν βραχεῖ παρʼ αὐτοῦ ἔσεσθαί σοι νομίζεις.
因为你(至少在你看来)想出了这个聪明的办法,并且对此抱有不小的希望,如果那位贤明且最看重教养的皇帝得知了这些事;如果他听到关于你的这些事,说你购买书籍并收集了许多,你便以为用不了多久,他的一切赏赐都会归你所有。
§23ἀλλʼ, ὦ κατάπυγον, οἴει τοσοῦτον μανδραγόραν κατακεχύσθαι αὐτοῦ ὡς ταῦτα μὲν ἀκούειν, ἐκεῖνα δὲ μὴ εἰδέναι, οἷος μέν σου ὁ μεθʼ ἡμέραν βίος, οἷοι δέ σοι πότοι, ὁποῖαι δὲ νύκτες καὶ οἵοις καὶ ἡλίκοις συγκαθεύδεις;
但是,你这个无耻的男宠,你以为皇帝被灌了那么多迷药(曼陀罗),以至于只听到这些,却不知道那些事——不知道你白天的生活如何,你的酒局如何,你的夜晚如何,以及你与什么样、多大年纪的人同床共枕吗?
οὐκ οἶσθα ὡς ὦτα καὶ ὀφθαλμοὶ πολλοὶ βασιλέως;
你难道不知道皇帝有许多耳朵和眼睛吗?
τὰ δὲ σὰ οὕτω περιφανῆ ἐστιν ὡς καὶ τυφλοῖς εἶναι καὶ κωφοῖς γνώριμα·
而你的那些勾当是如此臭名昭著,以至于盲人和聋子都清清楚楚。
εἰ γὰρ καὶ φθέγξαιο μόνον, εἰ γὰρ καὶ λουόμενος ἀποδύσαιο, μᾶλλον δὲ μὴ ἀποδύσῃ, εἰ δοκεῖ, οἱ δʼ οἰκέται μόνον ἢν ἀποδύσωνταί σου, τί οἴει;
因为你只要一出声,或者只要在洗澡时脱光衣服——或者如果你愿意,最好别脱,只要你的仆人们脱光你的衣服,你以为会怎样?
μὴ αὐτίκα ἔσεσθαι πάντα σου πρόδηλα τὰ τῆς νυκτὸς ἀπόρρητα;
你夜里所有的秘密难道不会立刻大白于天下吗?
εἰπὲ γοῦν μοι καὶ τόδε, εἰ Βάσσος ὁ ὑμέτερος ἐκεῖνος σοφιστὴς ἢ Βάταλος ὁ αὐλητὴς ἢ ὁ κίναιδος Ἡμιθέων ὁ Συβαρίτης, ὃς τοὺς θαυμαστοὺς ὑμῖν νόμους συνέγραψεν, ὡς χρὴ λεαίνεσθαι καὶ παρατίλλεσθαι καὶ πάσχειν καὶ ποιεῖν ἐκεῖνα, — εἰ τούτων τις νυνὶ λεοντῆν περιβαλόμενος καὶ ῥόπαλον ἔχων βαδίζοι, τί οἴει φανεῖσθαι τοῖς ὁρῶσιν;
那你至少告诉我这件事:如果你们那位修辞学家巴索斯,或者笛手巴塔罗斯,或者叙巴里斯的男宠赫米特翁——他给你们制定了那些奇妙的法律,规定人该如何修面、拔毛、承受和做那些事——如果他们中的某个人现在披上狮皮、手持木棒走路,你以为在旁人眼里他会像什么?
Ἡρακλέα εἶναι αὐτόν;
像赫拉克勒斯吗?
οὔκ, εἴ γε μὴ χύτραις λημῶντες τυγχάνοιεν.
除非他们刚好满眼是眵(完全瞎了眼)。
μυρία γάρ ἐστι τὰ ἀντιμαρτυροῦντα τῷ σχήματι, βάδισμα καὶ βλέμμα καὶ φωνὴ καὶ τράχηλος ἐπικεκλασμένος καὶ ψιμύθιον καὶ μαστίχη καὶ φῦκος, οἷς ὑμεῖς κοσμεῖσθε, καὶ ὅλως κατὰ τὴν παροιμίαν, θᾶττον ἂν πέντε ἐλέφαντας ὑπὸ μάλης κρύψειας ἢ ἕνα κίναιδον.
因为有无数证据在反对这身装束:步态、眼神、声音、歪着的脖子、白粉、乳香胶和胭脂,这些你们用来打扮自己的东西。 一句话,正如谚语所说:“在腋下藏五头大象,也比藏一个男宠容易。
εἶτα ἡ λεοντῆ μὲν τὸν τοιοῦτον οὐκ ἂν ἔκρυψεν, σὺ δʼ οἴει λήσειν σκεπόμενος βιβλίῳ;
”那么,既然狮皮都藏不住这样的人,你难道以为自己躲在书本后面就能瞒天过海吗?
ἀλλʼ οὐ δυνατόν·
这是不可能的。
προδώσει γάρ σε καὶ ἀποκαλύψει τὰ ἄλλα ὑμῶν γνωρίσματα.
因为你们的其他特征会出卖你,揭露你的真面目。
§24τὸ δʼ ὅλον ἀγνοεῖν μοι δοκεῖς ὅτι τὰς ἀγαθὰς ἐλπίδας οὐ παρὰ τῶν βιβλιοκαπήλων δεῖ ζητεῖν, ἀλλὰ παρʼ αὑτοῦ καὶ τοῦ καθʼ ἡμέραν βίου λαμβάνειν.
总之,在我看来,你完全不知道,好的希望不应该去向书商索求,而应该从自身和日常生活中获得。
σὺ δʼ οἴει συνήγορον κοινὸν καὶ μάρτυρα ἔσεσθαί σοι τὸν Ἀττικὸν καὶ Καλλῖνον τοὺς βιβλιογράφους;
还是说,你以为抄书人阿提科斯和卡里努斯会成为你共同的辩护人和证人?
οὔκ, ἀλλʼ ὠμούς τινας ἀνθρώπους ἐπιτρίψοντάς σε, ἢν οἱ θεοὶ ἐθέλωσι, καὶ πρὸς ἔσχατον πενίας συνελάσοντας·
不,他们只是残酷的家伙,如果神明愿意,他们会榨干你,把你逼入极度贫困的境地。
δέον ἔτι νῦν σωφρονήσαντα ἀποδόσθαι μέν τινι τῶν πεπαιδευμένων τὰ βιβλία ταῦτα καὶ σὺν αὐτοῖς τὴν νεόκτιστον ταύτην οἰκίαν, ἀποδοῦναι δὲ τοῖς ἀνδραποδοκαπήλοις μέρος γοῦν ἀπὸ πολλῶν τῶν ὀφειλομένων.
你现在本该清醒过来,把这些书卖给某个受过教育的人,连同这栋新盖的房子一起,并且至少向那些奴隶贩子偿还巨额债务的一部分。
§25καὶ γὰρ κἀκεῖνα· περὶ δύο ταῦτα δεινῶς ἐσπούδακας, βιβλίων τε τῶν πολυτελῶν κτῆσιν καὶ μειρακίων τῶν ἐξώρων καὶ ἤδη καρτερῶν ὠνήν, καὶ τὸ πρᾶγμά σοι πάνυ σπουδάζεται καὶ θηρεύεται.
因为还有这些事:你对两件事极度热衷,即购买昂贵的书籍和买下那些过了花季、已经强壮的青年。 你极力钻营并猎取这档子事。
ἀδύνατον δὲ πένητα ὄντα πρὸς ἄμφω διαρκεῖν.
但作为一个穷人,你不可能两头兼顾。
σκόπει τοίνυν ὡς ἱερὸν χρῆμα συμβουλή.
因此,请记住,忠告是一件神圣的事情。
ἀξιῶ γάρ σε ἀφέμενον τῶν μηδὲν προσηκόντων τὴν ἑτέραν νόσον θεραπεύειν καὶ τοὺς ὑπηρέτας ἐκείνους ὠνεῖσθαι, ὅπως μὴ ἐπιλειπόντων σε τῶν οἴκοθεν μεταστέλλοιό τινας τῶν ἐλευθέρων, οἷς ἀκίνδυνον ἀπελθοῦσιν, ἢν μὴ λάβωσιν ἅπαντα, ἐξαγορεῦσαι τὰ πραχθέντα ὑμῖν μετὰ τὸν πότον, οἷα καὶ πρῴην αἴσχιστα περὶ σοῦ διηγεῖτο ἐξελθὼν ὁ πόρνος, ἔτι καὶ δήγματα ἐπιδεικνύς.
我奉劝你改掉那不相干的毛病,去医治另一种疾病,买下那些男仆。 这样,当家里的积蓄告罄时,你就不必去召集那些自由人。 因为如果那些自由人拿不到全部报酬,他们离开后便毫无顾忌地将你们在酒后所做的事张扬出去,就像前几天那个男妓走后,一边展示着咬痕,一边讲述关于你的最可耻的事情一样。
ἀλλʼ ἔγωγε καὶ μάρτυρας ἂν παρασχοίμην τοὺς τότε παρόντας ὡς ἠγανάκτησα καὶ ὀλίγου πληγὰς ἐνέτριψα αὐτῷ χαλεπαίνων ὑπὲρ σοῦ, καὶ μάλισθʼ ὅτε καὶ ἄλλον ἐπεκαλέσατο μάρτυρα τῶν ὁμοίων καὶ ἄλλον ταὐτὰ καὶ λόγοις διηγουμένους.
但我甚至可以请当时在场的人作证,我是多么气愤,因为替你抱不平而差点动手揍他,特别是当他又叫来另一个同类事情的证人,以及另一个用言语讲述同样事情的人时。
πρὸς δὴ ταῦτα, ὦγαθέ, ταμιεύου τἀργύριον καὶ φύλαττε, ὡς οἴκοι καὶ κατὰ πολλὴν ἀσφάλειαν ταῦτα ποιεῖν καὶ πάσχειν ἔχῃς.
因此,我的好人,省着点花钱,把钱守好,这样你才能在家里极为安全地去做和承受这些事。
ὥστε μὲν γὰρ μηκέτι ἐργάζεσθαι τίς ἂν μεταπείσειέ σε;
至于让你不再干这些事,又有谁能说服你呢?
οὐδὲ γὰρ κύων ἅπαξ παύσαιτʼ ἂν σκυτοτραγεῖν μαθοῦσα.
因为狗一旦学会了啃皮子,就再也戒不掉了。