§26τὸ δʼ ἕτερον ῥᾴδιον, τὸ μηκέτι ὠνεῖσθαι βιβλία.
而另一件事很容易,即不再购买书籍。
ἱκανῶς πεπαίδευσαι, ἅλις σοι τῆς σοφίας.
你已经受够了教育,你的智慧已经足够了。
μόνον οὐκ ἐπʼ ἄκρου τοῦ χείλους ἔχεις τὰ παλαιὰ πάντα.
你几乎把所有古老的事物都挂在嘴边。
πᾶσαν μὲν ἱστορίαν οἶσθα, πάσας δὲ λόγων τέχνας καὶ κάλλη αὐτῶν καὶ κακίας καὶ ὀνομάτων χρῆσιν τῶν Ἀττικῶν· πάνσοφόν τι χρῆμα καὶ ἄκρον ἐν παιδείᾳ γεγένησαι διὰ τὸ πλῆθος τῶν βιβλίων.
你知晓所有的历史,知晓辞章的所有技巧、它们的美感与缺陷,以及阿提卡词汇的使用;由于书籍繁多,你已经成了无所不通、教养极高的人物。
κωλύει γὰρ οὐδὲν κἀμέ σοι ἐνδιατρίβειν, ἐπειδὴ χαίρεις ἐξαπατώμενος.
因为既然你乐于被欺骗,那也没有什么能阻止我也拿你消遣时间。
§27ἡδέως δʼ ἂν καὶ ἐροίμην σε, τὰ τοσαῦτα βιβλία ἔχων τί μάλιστα ἀναγιγνώσκεις αὐτῶν;
我也很想问问你,拥有这么多书,你最常读其中哪些?
τὰ Πλάτωνος;
是柏拉图的著作?
τὰ Ἀντισθένους;
安提斯泰尼的?
τὰ Ἀρχιλόχου;
阿基洛科斯的?
τὰ Ἱππώνακτος;
希波纳克斯的?
ἢ τούτων μὲν ὑπερφρονεῖς, ῥήτορες δὲ μάλιστά σοι διὰ χειρός;
还是说你蔑视这些,而演说家们的书最常在你的手边?
εἰπέ μοι, καὶ Αἰσχίνου τὸν κατὰ Τιμάρχου λόγον ἀναγιγνώσκεις;
告诉我,你是否也读埃斯基内斯反对比马科斯的演说?
ἢ ἐκεῖνά γε πάντα οἶσθα καὶ γιγνώσκεις αὐτῶν ἕκαστον, τὸν δὲ Ἀριστοφάνην καὶ τὸν Εὔπολιν ὑποδέδυκας;
还是说那些你全都知道,对它们了如指掌,并且潜心钻研阿里斯托芬和尤波利斯?
ἀνέγνως καὶ τοὺς Βάπτας, τὸ δρᾶμα ὅλον;
你也读了《洗礼者》,那整部剧作吗?
εἶτʼ οὐδέν σου τἀκεῖ καθίκετο, οὐδʼ ἠρυθρίασας γνωρίσας αὐτά;
那么,剧中的内容就一点也没有触动你,你认出那些情节时也没有脸红吗?
τοῦτο γοῦν καὶ μάλιστα θαυμάσειεν ἄν τις, τίνα ποτὲ ψυχὴν ἔχων ἅπτῃ τῶν βιβλίων, ὁποίαις αὐτὰ χερσὶν ἀνελίττεις.
这确实是任何人都会感到最惊奇的事:你究竟怀着怎样的灵魂去触摸书籍,又是用怎样的双手去展开它们?
πότε δὲ ἀναγιγνώσκεις;
你又是在什么时候阅读?
μεθʼ ἡμέραν;
白天吗?
ἀλλʼ οὐδεὶς ἑώρακε τοῦτο ποιοῦντα.
但没人见过你这么做。
ἀλλὰ νύκτωρ;
那么在夜里?
πότερον ἐπιτεταγμένος ἤδη ἐκείνοις ἢ πρὸ τῶν λόγων;
是在你已经被那些家伙使唤着的时候,还是在交欢之前?
§28ἀλλὰ πρὸς Κότυος μηκέτι μὴ τολμήσῃς τοιοῦτο μηδέν, ἄφες δὲ τὰ βιβλία καὶ μόνα ἐργάζου τὰ σαυτοῦ.
然而,看在科提斯女神的分上,再也不要放肆做这种事了,丢开书本,只管去做你自己的本行吧。
καίτοι ἐχρῆν μηκέτι μηδὲ ἐκεῖνα„ αἰδεσθῆναι δὲ τὴν τοῦ Εὐριπίδου Φαίδραν καὶ ὑπὲρ τῶν γυναικῶν ἀγανακτοῦσαν καὶ λέγουσαν,
"
οὐδὲ σκότον φρίσσουσι τὸν συνεργάτην
τέρεμνά τʼ οἴκων μή ποτε φθογγὴν ἀφῇ.
然而,你连那些事也不该再做了,而应当在欧里庇得斯笔下的淮德拉面前感到羞耻,她替妇女们愤慨地说道: “她们既不惧怕那作为同谋的黑暗,也不怕屋顶的栋梁何时会发出声音。
"
εἰ δὲ πάντως ἐμμένειν τῇ ὁμοίᾳ νόσῳ διέγνωσται, ἴθι, ὠνοῦ μὲν βιβλία καὶ οἴκοι κατακλείσας ἔχε καὶ καρποῦ τὴν δόξαν τῶν κτημάτων.
” 如果你执意要留在同样的病态中,那就去吧,买下书籍,把它们锁在家里,享受拥有这些财产的名声吧。
ἱκανόν σοι καὶ τοῦτο.
这对你也足够了。
προσάψῃ δὲ μηδέποτε μηδὲ ἀναγνῷς μηδὲ ὑπαγάγῃς τῇ γλώττῃ παλαιῶν ἀνδρῶν λόγους καὶ ποιήματα μηδὲν δεινόν σε εἰργασμένα.
但是,绝不要触摸、也不要阅读、更不要在舌尖上念诵那些古人的辞章和诗歌,它们又没做过什么对不起你的恶行。
οἶδα ὡς μάτην ταῦτά μοι λελήρηται καὶ κατὰ τὴν παροιμίαν Αἰθίοπα σμήχειν ἐπιχειρῶ· σὺ γὰρ ὠνήσῃ καὶ χρήσῃ εἰς οὐδὲν καὶ καταγελασθήσῃ πρὸς τῶν πεπαιδευμένων, οἷς ἀπόχρη ὠφελεῖσθαι οὐκ ἐκ τοῦ κάλλους τῶν βιβλίων οὐδʼ ἐκ τῆς πολυτελείας αὐτῶν, ἀλλʼ ἐκ τῆς φωνῆς καὶ τῆς γνώμης τῶν γεγραφότων.
我知道我说的这些话都是白费口舌,正像谚语所说,我是在企图“洗白埃塞俄比亚人”;因为你还是会买书,却毫无用处地搁置,并遭到受过教育者的嘲笑——对他们来说,从著作者的声音和思想中获益就足够了,而不是从书籍的美观和昂贵中获益。
§29σὺ δὲ οἴει θεραπεύσειν τὴν ἀπαιδευσίαν καὶ ἐπικαλύψειν τῇ δόξῃ ταύτῃ καὶ ἐκπλήξειν τῷ πλήθει τῶν βιβλίων, οὐκ εἰδὼς ὅτι καὶ οἱ ἀμαθέστατοι τῶν ἰατρῶν τὸ αὐτὸ σοὶ ποιοῦσιν, ἐλεφαντίνους νάρθηκας καὶ σικύας ἀργυρᾶς ποιούμενοι καὶ σμίλας χρυσοκολλήτους· ὁπόταν δὲ καὶ χρήσασθαι τούτοις δέῃ, οἱ μὲν οὐδὲ ὅπως χρὴ μεταχειρίσασθαι αὐτὰ ἴσασιν· παρελθὼν δέ τις εἰς τὸ μέσον τῶν μεμαθηκότων φλεβότομον εὖ μάλα ἠκονημένον ἔχων ἰοῦ τἄλλα μεστὸν ἀπήλλαξε τῆς ὀδύνης τὸν νοσοῦντα.
而你却以为能治好自己的无教养,用这种名声来掩盖它,并用书籍的数量来震慑他人,却不知最无知的医生也做着和你一样的事:他们制造象牙的夹板、银质的拔罐器和镶金的手术刀;而一旦需要使用这些工具时,他们甚至不知道该如何摆弄它们;相反,某个学过医的人走上前来,手里拿着一把磨得极其锋利、尽管上面满是铁锈的手术刀,便解除了病人的痛苦。
ἵνα δὲ καὶ γελοιοτέρῳ τινὶ τὰ σὰ εἰκάσω, τοὺς κουρέας τούτους ἐπίσκεψαι, καὶ ὄψει τοὺς μὲν τεχνίτας αὐτῶν ξυρὸν καὶ μαχαιρίδας καὶ κάτοπτρον σύμμετρον ἔχοντας, τοὺς δὲ ἀμαθεῖς καὶ ἰδιώτας πλῆθος μαχαιρίδων προτιθέντας καὶ κάτοπτρα μεγάλα, οὐ μὴν λήσειν γε διὰ ταῦτα οὐδὲν εἰδότας.
为了把你的事比作更可笑的东西,你看看这些理发师,你会看到他们当中有手艺的师傅只准备了一把剃刀、几把剪刀和一面大小适中的镜子,而那些无知的外行却摆出一大堆剪刀和巨大的镜子,但这并不能掩盖他们一无所知的事实。
ἀλλὰ τὸ γελοιότατον ἐκεῖνο πάσχουσιν, ὅτι κείρονται μὲν οἱ πολλοὶ παρὰ τοῖς γείτοσιν αὐτῶν, πρὸς δὲ τὰ ἐκείνων κάτοπτρα προσελθόντες τὰς κόμας εὐθετίζουσιν.
然而他们遭遇了那最可笑的事:大多数人都在他们邻居那里理发,却跑到他们的镜子前整理头发。
§30καὶ σὺ τοίνυν ἄλλῳ μὲν δεηθέντι χρήσειας ἂν τὰ βιβλία, χρήσασθαι δὲ αὐτὸς οὐκ ἂν δύναιο.
因此,你或许会把书籍借给有需要的人,但你自己却无法使用它们。
καίτοι οὐδὲ ἔχρησάς τινι βιβλίον πώποτε, ἀλλὰ τὸ τῆς κυνὸς ποιεῖς τῆς ἐν τῇ φάτνῃ κατακειμένης, ἣ οὔτε αὐτὴ τῶν κριθῶν ἐσθίει οὔτε τῷ ἵππῳ δυναμένῳ φαγεῖν ἐπιτρέπει.
然而,你从未把书借给过任何人,反倒像那只躺在食槽里的狗,自己不吃大麦,也不让能吃大麦的马去吃。
ταῦτα τό γε νῦν εἶναι ὑπὲρ μόνων τῶν βιβλίων παρρησιάζομαι πρὸς σέ, περὶ δὲ τῶν ἄλλων ὅσα κατάπτυστα καὶ ἐπονείδιστα ποιεῖς, αὖθις ἀκούσῃ πολλάκις.
这些话,至少目前而言,我仅仅是针对书籍一事向你直言,至于你所做的其他那些卑鄙无耻的勾当,你以后还会多次听到的。