Humanitext Reader

琉善 · 致无知藏书者 §18-21

无知读书者的耻辱与谄媚者的奉承

第 5 段,共 7 段 · 希腊语

内容简介

本章节阐述了无知的藏书家因无法讨论其藏书而可能遭受的羞辱,并通过皮洛士国王的轶事,嘲讽了他因听信谄媚者的甜言蜜语而对自己的外貌和才识产生过度自信的愚蠢。

§18πῶς δὲ οὐ κἀκεῖνο αἰσχρόν, εἴ τις ἐν τῇ χειρὶ ἔχοντά σε βιβλίον ἰδών — ἀεὶ δέ τι πάντως ἔχεις — ἔροιτο οὗτινος ἢ ῥήτορος ἢ συγγραφέως ἢ ποιητοῦ ἐστι, σὺ δὲ ἐκ τῆς ἐπιγραφῆς εἰδὼς πρᾴως εἴποις τοῦτό γε·
如果有人看见你手里拿着一本书——因为你总是带着书的 ——并问这是哪位修辞学家、历史学家或诗人的作品,而你从标题中得知后便温和地告诉他,接着,正如这类事情在聚会中往往会发展成长篇大论一样,对方赞美或指责书中的某些内容,而你却无言以对、无话可说,这难道不也是一件可耻的事吗?
εἶτα, ὡς φιλεῖ τὰ τοιαῦτα ἐν συνουσίᾳ προχωρεῖν εἰς μῆκος λόγων, ὁ μὲν ἐπαινοῖ τι ἢ αἰτιῷτο τῶν ἐγγεγραμμένων, σὺ δὲ ἀποροίης καὶ μηδὲν ἔχοις εἰπεῖν; οὐκ εὔξῃ τότε χανεῖν σοι τὴν γῆν, κατὰ σεαυτοῦ ὁ Βελλεροφόντης περιφέρων τὸ βιβλίον;
那时,作为像贝勒罗丰一样随身携带对自己不利的信件(书)的人,你难道不愿大地裂开吗?
§19Δημήτριος δὲ ὁ Κυνικὸς ἰδὼν ἐν Κορίνθῳ ἀπαίδευτόν τινα βιβλίον κάλλιστον ἀναγιγνώσκοντα — τὰς Βάκχας οἶμαι τοῦ Εὐριπίδου, κατὰ τὸν ἄγγελον δὲ ἦν τὸν διηγούμενον τὰ τοῦ Πενθέως πάθη καὶ τὸ τῆς Ἀγαύης ἔργον — ἁρπάσας διέσπασεν αὐτὸ εἰπών, ἄμεινόν ἐστι τῷ Πενθεῖ ἅπαξ σπαραχθῆναι ὑπʼ ἐμοῦ ἢ ὑπὸ σοῦ πολλάκις.
犬儒派的德米特里在科林斯看见一个无教养的人正在阅读一本极精美的书——我想那是欧里庇得斯的《巴克科斯的女信徒》,当时正读到使者叙述彭透斯的惨状和阿高埃的所作所为那一幕——他夺过书来撕得粉碎,说道:“对彭透斯来说,被我撕碎一次,也比被你撕碎许多次要好。
Ζητῶν δὲ ἀεὶ πρὸς ἐμαυτὸν οὔπω καὶ τήμερον εὑρεῖν δεδύνημαι τίνος ἕνεκα τὴν σπουδὴν ταύτην ἐσπούδακας περὶ τὴν ὠνὴν τῶν βιβλίων·
” 而我一直在心中思索,直到今天也未能明白你为何在购买书籍上倾注如此大的热忱。
ὠφελείας μὲν γὰρ ἢ χρείας τῆς ἀπʼ αὐτῶν οὐδʼ ἂν οἰηθείη τις τῶν καὶ ἐπʼ ἐλάχιστόν σε εἰδότων, οὐ μᾶλλον ἢ φαλακρὸς ἄν τις πρίαιτο κτένας ἢ κάτοπτρον ὁ τυφλὸς ἢ ὁ κωφὸς αὐλητὴν ἢ παλλακὴν ὁ εὐνοῦχος ἢ ὁ ἠπειρώτης κώπην ἢ ὁ κυβερνήτης ἄροτρον.
因为至于从中获得的好处或用处,任何对你哪怕只有微末了解的人都不会想到,这不亚于秃子买梳子,盲人买镜子,聋子买笛手,阉人买妾,内陆居民买桨,或者舵手不买舵却买犁。
ἀλλὰ μὴ ἐπίδειξιν πλούτου σοι τὸ πρᾶγμα ἔχει καὶ βούλει τοῦτο ἐμφῆναι ἅπασιν, ὅτι καὶ εἰς τὰ μηδέν σοι χρήσιμα ὅμως ἐκ πολλῆς τῆς περιουσίας ἀναλίσκεις;
还是说,这档子事对你而言是炫耀财富,你想向所有人表明,即使是对于你毫无用处的东西,你依然能从丰厚的资产中慷慨解囊?
καὶ μὴν ὅσα γε κἀμὲ Σύρον ὄντα εἰδέναι, εἰ μὴ σαυτὸν φέρων ταῖς τοῦ γέροντος ἐκείνου διαθήκαις παρενέγραψας, ἀπωλώλεις ἂν ὑπὸ λιμοῦ ἤδη καὶ ἀγορὰν προὐτίθεις τῶν βιβλίων·
然而,据我这个叙利亚人所知,如果你没有设法把自己的名字塞进那位老人的遗嘱里,你现在早就饿死了,并且已经把你的藏书拿去公开拍卖了。
. §20λοιπὸν οὖν δὴ ἐκεῖνο, πεπεισμένον ὑπὸ τῶν κολάκων ὡς οὐ μόνον καλὸς εἶ καὶ ἐράσμιος ἀλλὰ σοφὸς καὶ ῥήτωρ καὶ συγγραφεὺς οἷος οὐδʼ ἕτερος, ὠνεῖσθαι τὰ βιβλία, ὡς ἀληθεύοις τοὺς ἐπαίνους αὐτῶν.
那么,剩下的解释就只有:你被那些谄媚者说服,相信自己不仅美丽迷人,而且是绝无仅有的智者、修辞学家和作家,于是你购买书籍,以便让他们的赞美成真。
φασὶ δὲ σὲ καὶ λόγους ἐπιδείκνυσθαι αὐτοῖς ἐπὶ δείπνῳ κἀκείνους χερσαίων βατράχων δίκην διψῶντας κεκραγέναι, ἢ μὴ πίνειν, ἢν μὴ διαρραγῶσι βοῶντες.
他们还说你在宴席上向他们展示你的演说,而他们像陆生青蛙一样口渴地大喊大叫,若不喊到快要胀破肚子就不肯饮酒。
καὶ γὰρ οὐκ οἶδʼ ὅπως ῥᾷστος εἶ τῆς ῥινὸς ἕλκεσθαι, καὶ πιστεύεις αὐτοῖς ἅπαντα, ὅς ποτε κἀκεῖνο ἐπείσθης, ὡς βασιλεῖ τινι ὡμοιώθης τὴν ὄψιν, καθάπερ ὁ ψευδαλέξανδρος καὶ ὁ ψευδοφίλιππος ἐκεῖνος κναφεὺς καὶ ὁ κατὰ τοὺς προπάτορας ἡμῶν ψευδονέρων καὶ εἴ τις ἄλλος τῶν ὑπὸ τῷ ψευδο τεταγμένων.
因为不知怎的,你极容易被人牵着鼻子走,并且对他们的话深信不疑。 你曾经甚至相信了这样的话:你的容貌与某位国王相似,就像那个伪亚历山大,和那个当漂洗工的伪腓力,以及我们祖先时代的伪尼禄,还有其他任何被归入“伪”字辈的人一样。
§21καὶ τί θαυμαστὸν εἰ τοῦτο ἔπαθες, ἀνόητος καὶ ἀπαίδευτος ἄνθρωπος, καὶ προῄεις ἐξυπτιάζων καὶ μιμούμενος βάδισμα καὶ σχῆμα καὶ βλέμμα ἐκείνου ᾧ σεαυτὸν εἰκάζων ἔχαιρες, ὅπου καὶ Πύρρον φασὶ τὸν Ἠπειρώτην, τὰ ἄλλα θαυμαστὸν ἄνδρα, οὕτως ὑπὸ κολάκων ἐπὶ τῷ ὁμοίῳ ποτὲ διαφθαρῆναι ὡς πιστεύειν ὅτι ὅμοιος ἦν Ἀλεξάνδρῳ ἐκείνῳ;
既然如此,你这个愚蠢无知的人遭到这种待遇,并且昂首阔步,模仿那个你乐于将自己比作的人的步态、神态和眼神,又有什么好奇怪的呢? 因为据说,甚至埃庇鲁斯的皮洛士——在其他方面是个令人赞叹的人物——也曾被谄媚者在相似的事情上败坏,以至于相信自己长得像那个著名的亚历山大。
καίτοι τὸ τῶν μουσικῶν τοῦτο, δὶς διὰ πασῶν τὸ πρᾶγμα ἦν·
然而,这件事情,正如音乐家所说,有着“双八度”的差距。
εἶδον γὰρ καὶ τὴν τοῦ Πύρρου εἰκόνα· καὶ ὅμως ἐπέπειστο ἐκμεμάχθαι τοῦ Ἀλεξάνδρου τὴν μορφήν.
因为我也见过皮洛士的肖像,但他却坚信自己已经完全摹写了亚历山大的容貌。
ἀλλʼ ἕνεκα μὲν δὴ τούτων ὕβρισταί μοι εἰς τὸν Πύρρον, ὅτι σὲ εἴκασα κατὰ τοῦτο αὐτῷ·
不过,因为这些话,皮洛士被我侮辱了,因为在这方面我把你比作了他。
τὸ δὲ ἀπὸ τούτου καὶ πάνυ σοι πρέπον ἂν εἴη.
但接下来发生的事对你来说倒是极为合适。
ἐπεὶ γὰρ οὕτω διέκειτο ὁ Πύρρος καὶ ταῦτα ὑπὲρ ἑαυτοῦ ἐπέπειστο, οὐδεὶς ὅστις οὐ συνετίθετο καὶ συνέπασχεν αὐτῷ, ἄχρι δή τις ἐν Λαρίσῃ πρεσβῦτις ξένη αὐτῷ τἀληθὲς εἰποῦσα ἔπαυσεν αὐτὸν τῆς κορύζης.
因为当皮洛士处于这种状态并对自己深信不疑时,没有一个人不随声附和,直到拉里萨的一位外地老妇人对他说了真话,治好了他的自大。
ὁ μὲν γὰρ Πύρρος ἐπιδείξας αὐτῇ εἰκόνα Φιλίππου καὶ Περδίκκου καὶ Ἀλεξάνδρου καὶ Κασσάνδρου καὶ ἄλλων βασιλέων ἤρετο τίνι ὅμοιος εἴη, πάνυ πεπεισμένος ἐπὶ τὸν Ἀλέξανδρον ἥξειν αὐτήν, ἡ δὲ πολὺν χρόνον ἐπισχοῦσα, Βατραχίωνι, ἔφη, τῷ μαγείρῳ·
皮洛士向她展示了腓力、佩尔迪卡斯、亚历山大、卡桑德拉及其他国王的肖像,问她自己像谁,他满心以为她会指向亚历山大。 但她端详了许久,说道:“像厨师巴特拉基翁。
καὶ γὰρ ἦν τις ἐν τῇ Λαρίσῃ Βατραχίων μάγειρος τῷ Πύρρῳ ὅμοιος.
”因为在拉里萨确实有一个名叫巴特拉基翁的厨师,长得极像皮洛士。

词汇与语法注释

  1. §18κατὰ σεαυτοῦ ὁ Βελλεροφόντης περιφέρων τὸ βιβλίον — 语出希腊神话中贝勒罗丰的典故。他曾在不知情的情况下携带着一封写有处死他本人命令的信件(即“贝勒罗丰的信”)。此处将无教养者随身携带只会给自己带来羞辱的书籍,比作贝勒罗丰携带自毁的信件。
  2. §19ὅσα γε κἀμὲ Σύρον ὄντα εἰδέναι — 限制性不定式短语,意为“据……所知”。不定式 εἰδέναι 的逻辑主语由宾格 κἀμὲ(及分词 ὄντα)表示。此处意为“据我这个叙利亚人所知”,暗指作者路吉阿诺斯本人的叙利亚出身。
  3. p.v.3.p.200δὶς διὰ πασῶν — 源自音乐术语的词组(字面意为“双八度”,在古希腊音系中跨越四个八度),用来比喻“极端的差距”或“天壤之别”。此处用以强调皮洛士与亚历山大的外貌其实毫无相似之处。
  4. §21ἔπαυσεν αὐτὸν τῆς κορύζης — 名词 κόρυζα(字面意为“鼻塞、感冒”)在古典希腊语中被隐喻为“愚蠢”或“自大、自作多情”。因此,该短语意为“治好了他的自大(或自作多情)”。

引用这一段

琉善, 致无知藏书者 §18-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg028.humanitext-grc2:18-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。