← ルキアノス

無学なくせにやたらと本を買い込む輩に

§22-25

皇帝への諂いと無駄な浪費への忠告

著者は、相手が本を買い集める裏の目的が賢明な皇帝の歓心を買うためであると見抜いた上で、皇帝は彼のふしだらな私生活の噂を全て把握していると警告する。そして、無駄な蔵書の購入や身の丈に合わない生活をやめ、自己の行いを慎むべきだと忠告する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§22

καὶ σὺ δὴ ᾧτινι1 μὲν τῶν τοῖς ὀρχησταῖς συνόντων κιναίδων ἔοικας οὐκ ἂν εἴποιμι, ὅτι δὲ μανίαν ἐρρωμένην ἔτι καὶ νῦν μαίνεσθαι δοκεῖς ἅπασιν ἐπʼ ἐκείνῃ τῇ εἰκόνι, πάνυ σαφῶς οἶδα. οὔκουν θαυμαστόν, εἰ ἀπίθανος οὕτως ζωγράφος ὢν καὶ τοῖς πεπαιδευμένοις ἐξομοιοῦσθαι ἐθέλεις, πιστεύων τοῖς τὰ τοιαῦτά σε ἐπαινοῦσι. καίτοι τί ταῦτα ληρῶ; πρόδηλος γὰρ ἡ αἰτία τῆς περὶ τὰ βιβλία σπουδῆς, εἰ καὶ ὑπὸ νωθείας ἐγὼ μὴ πάλαι κατεῖδον· σοφὸν γάρ, ὡς γοῦν οἴει, τοῦτʼ ἐπινενόηκας καὶ ἐλπίδας οὐ μικρὰς ἔχεις περὶ τοῦ πράγματος, εἰ βασιλεὺς μάθοι ταῦτα σοφὸς ἀνὴρ καὶ παιδείαν μάλιστα τιμῶν· εἰ δὲ ταῦτα ὑπὲρ σοῦ ἐκεῖνος ἀκούσειεν, ὡς ὠνῇ βιβλία καὶ συνάγεις πολλά, πάντα ἐν βραχεῖ παρʼ αὐτοῦ ἔσεσθαί σοι νομίζεις.

そして、お前が舞踊手たちと付き合っているあの男娼どものうちの誰に似ているかについては、私は言わないでおこう。だが、お前があの肖像の件で、今なお激しい狂気にとりつかれて狂っているように誰もに見えていることは、私には非常によく分かっている。それゆえ、お前がこれほど見苦しい画家でありながら、教養ある人々にも自らを似せようと望み、そのようなことでお前をおだてる者たちを信じ込んでいるのも、少しも不思議なことではない。 もっとも、なぜ私はこのような戯言を言っているのだろうか。お前が書物に対して抱く熱意の理由は明白なのだから。もっとも、私自身の怠慢のせいで、もっと早くに見抜けなかったのだが。というのも、お前は(お前の考えでは)これこそが賢明な策だと思いつき、もしも賢明で教養を何よりも重んじる皇帝がこのことをお聞きになれば、とこの件について小さからぬ希望を抱いているのだ。もしも皇帝が、お前が書物を買い集め、多くの書物を収集しているという噂をお前のこととして耳にされるなら、間もなくすべてのものが皇帝からお前に与えられるだろうとお前は考えているのだ。

§23

ἀλλʼ, ὦ κατάπυγον, οἴει τοσοῦτον μανδραγόραν κατακεχύσθαι αὐτοῦ ὡς ταῦτα μὲν ἀκούειν, ἐκεῖνα δὲ μὴ εἰδέναι, οἷος μέν σου ὁ μεθʼ ἡμέραν βίος, οἷοι δέ σοι πότοι, ὁποῖαι δὲ νύκτες καὶ οἵοις καὶ ἡλίκοις συγκαθεύδεις; οὐκ οἶσθα ὡς ὦτα καὶ ὀφθαλμοὶ πολλοὶ βασιλέως; τὰ δὲ σὰ οὕτω περιφανῆ ἐστιν ὡς καὶ τυφλοῖς εἶναι καὶ κωφοῖς γνώριμα· εἰ γὰρ καὶ φθέγξαιο μόνον, εἰ γὰρ καὶ λουόμενος ἀποδύσαιο, μᾶλλον δὲ μὴ ἀποδύσῃ, εἰ δοκεῖ, οἱ δʼ οἰκέται μόνον ἢν ἀποδύσωνταί σου, τί οἴει; μὴ αὐτίκα ἔσεσθαι2 πάντα σου πρόδηλα τὰ τῆς νυκτὸς ἀπόρρητα; εἰπὲ γοῦν μοι καὶ τόδε, εἰ Βάσσος ὁ ὑμέτερος ἐκεῖνος σοφιστὴς ἢ Βάταλος ὁ αὐλητὴς ἢ ὁ κίναιδος Ἡμιθέων ὁ Συβαρίτης, ὃς τοὺς θαυμαστοὺς ὑμῖν νόμους συνέγραψεν, ὡς χρὴ λεαίνεσθαι καὶ παρατίλλεσθαι καὶ πάσχειν καὶ ποιεῖν ἐκεῖνα, — εἰ τούτων τις νυνὶ λεοντῆν περιβαλόμενος καὶ ῥόπαλον ἔχων βαδίζοι, τί οἴει φανεῖσθαι τοῖς ὁρῶσιν; Ἡρακλέα εἶναι αὐτόν; οὔκ, εἴ γε μὴ χύτραις λημῶντες τυγχάνοιεν. μυρία γάρ ἐστι τὰ ἀντιμαρτυροῦντα τῷ σχήματι, βάδισμα καὶ βλέμμα καὶ φωνὴ καὶ τράχηλος ἐπικεκλασμένος καὶ ψιμύθιον καὶ μαστίχη καὶ φῦκος, οἷς ὑμεῖς κοσμεῖσθε, καὶ ὅλως κατὰ τὴν παροιμίαν, θᾶττον ἂν πέντε ἐλέφαντας ὑπὸ μάλης κρύψειας ἢ ἕνα κίναιδον. εἶτα ἡ λεοντῆ μὲν τὸν τοιοῦτον οὐκ ἂν ἔκρυψεν, σὺ δʼ οἴει λήσειν σκεπόμενος βιβλίῳ; ἀλλʼ οὐ δυνατόν· προδώσει γάρ σε καὶ ἀποκαλύψει τὰ ἄλλα ὑμῶν γνωρίσματα.

しかし、おい、この好色漢め、お前は皇帝がそれほどの麻薬(マンドラゴラ)を盛られていて、そのような噂は耳にしても、お前の昼間の生活がどのようなもので、どのような酒宴を開き、夜がどのようなもので、どのような、またどれほどの体躯の者たちと寝ているのかといった、あのような事実を知らないでいるとでも思っているのか。皇帝には多くの耳と目があることを知らないのか。お前の行いは極めて明白であり、盲人や聾者にさえ知れ渡っているのだ。というのも、お前がただ声を立てただけでも、あるいは入浴のために服を脱いだだけでも――いや、もしよければ脱がないでもよい、お前の召使たちがお前の服を脱がせるだけで、どうなると思うか。お前の夜のあらゆる秘密が、たちまち白日の下にさらされるとは思わないのか。せめてこれだけでも私に言ってみよ、お前たちのあのソフィストのバッソスや、笛吹きのバタロス、あるいはシバリスの男娼ヘミテオン――お前たちのために、どのようにして肌を滑らかにし、毛をむしり、あのようなことを受け、また行うべきかという驚くべき法律を書き残したあの男――だが、もしもこれらのうちの誰かが、今ライオンの皮を身にまとい、棍棒を手にして歩いたとしたら、見る者たちにどのように映ると思うか。彼がヘラクレスであると見えるだろうか。彼らが目脂で目を塞がれていない限り、そんなことはあり得ない。なぜなら、その格好に反する証拠が、歩き方、まなざし、声、曲げられた首、白粉、マスティックのガム、頬紅など、お前たちが自らを飾るものに無数にあるからであり、まったく諺にある通り、「五頭の象を脇の下に隠す方が、一人の男娼を隠すよりも容易い」のだ。それなら、ライオンの皮であってもそのような男を隠し通せないというのに、お前は書物で身を隠して逃げ通せると思っているのか。決してそんなことは不可能だ。お前たちのその他の特徴がお前を裏切り、暴き立てるだろうからだ。

§24

τὸ δʼ ὅλον ἀγνοεῖν μοι δοκεῖς ὅτι τὰς ἀγαθὰς ἐλπίδας οὐ παρὰ τῶν βιβλιοκαπήλων δεῖ ζητεῖν, ἀλλὰ παρʼ αὑτοῦ καὶ τοῦ καθʼ ἡμέραν βίου λαμβάνειν. σὺ δʼ οἴει συνήγορον κοινὸν καὶ μάρτυρα ἔσεσθαί σοι τὸν Ἀττικὸν καὶ Καλλῖνον τοὺς βιβλιογράφους; οὔκ, ἀλλʼ ὠμούς τινας ἀνθρώπους ἐπιτρίψοντάς σε, ἢν οἱ θεοὶ ἐθέλωσι, καὶ πρὸς ἔσχατον πενίας συνελάσοντας· δέον3 ἔτι νῦν σωφρονήσαντα ἀποδόσθαι μέν τινι τῶν πεπαιδευμένων τὰ βιβλία ταῦτα καὶ σὺν αὐτοῖς τὴν νεόκτιστον ταύτην οἰκίαν, ἀποδοῦναι δὲ τοῖς ἀνδραποδοκαπήλοις μέρος γοῦν ἀπὸ πολλῶν τῶν ὀφειλομένων.

そもそもお前は、良き希望というものは書物商たちに求めるべきではなく、自らの内と日々の生活から得るべきものであるということを、全く理解していないように私には思われる。それともお前は、写字生のアッティコスやカッリノスがお前の共通の弁護人や証人になってくれるとでも思っているのか。そうではなく、彼らは冷酷な連中であり、神々が望まれるなら、お前を破滅させ、極限の貧困へと追い詰めるだろう。お前は、今からでも正気に戻って、これらの書物を教養ある誰かに売り払い、それらと共にあの新築の家も手放し、奴隷商人たちには、多くの借財のせめて一部だけでも返済すべきなのだ。

§25

καὶ γὰρ κἀκεῖνα· περὶ δύο ταῦτα δεινῶς ἐσπούδακας, βιβλίων τε τῶν πολυτελῶν κτῆσιν καὶ μειρακίων τῶν ἐξώρων καὶ ἤδη καρτερῶν ὠνήν, καὶ τὸ πρᾶγμά σοι πάνυ σπουδάζεται καὶ θηρεύεται. ἀδύνατον δὲ πένητα ὄντα πρὸς ἄμφω διαρκεῖν. σκόπει τοίνυν ὡς ἱερὸν χρῆμα συμβουλή. ἀξιῶ γάρ σε ἀφέμενον τῶν μηδὲν προσηκόντων τὴν ἑτέραν νόσον θεραπεύειν καὶ τοὺς ὑπηρέτας ἐκείνους ὠνεῖσθαι, ὅπως μὴ ἐπιλειπόντων σε τῶν οἴκοθεν μεταστέλλοιό τινας τῶν ἐλευθέρων, οἷς ἀκίνδυνον ἀπελθοῦσιν, ἢν μὴ λάβωσιν ἅπαντα, ἐξαγορεῦσαι τὰ πραχθέντα ὑμῖν μετὰ τὸν πότον, οἷα καὶ πρῴην αἴσχιστα περὶ σοῦ διηγεῖτο ἐξελθὼν ὁ πόρνος, ἔτι καὶ δήγματα ἐπιδεικνύς. ἀλλʼ ἔγωγε καὶ μάρτυρας ἂν παρασχοίμην τοὺς τότε παρόντας ὡς ἠγανάκτησα καὶ ὀλίγου πληγὰς ἐνέτριψα αὐτῷ χαλεπαίνων ὑπὲρ σοῦ, καὶ μάλισθʼ ὅτε καὶ ἄλλον ἐπεκαλέσατο μάρτυρα τῶν ὁμοίων καὶ ἄλλον ταὐτὰ καὶ λόγοις διηγουμένους. πρὸς δὴ ταῦτα, ὦγαθέ, ταμιεύου τἀργύριον καὶ φύλαττε, ὡς οἴκοι καὶ κατὰ πολλὴν ἀσφάλειαν ταῦτα ποιεῖν καὶ πάσχειν ἔχῃς. ὥστε μὲν γὰρ μηκέτι ἐργάζεσθαι4 τίς ἂν μεταπείσειέ σε; οὐδὲ γὰρ κύων ἅπαξ παύσαιτʼ ἂν σκυτοτραγεῖν μαθοῦσα.

実際、こういうこともある。お前はこれら二つのことにひどく熱中している。すなわち、高価な書物を手に入れることと、盛りを過ぎた、すでに屈強な若者たちを買い取ることだ。そしてこのことはお前にとって大いに励まれ、追い求められている。しかし、貧しい身でありながら、その両方を賄い続けることは不可能だ。それゆえ、忠告とは神聖なものであるということをよく考えよ。私はお前が、自分に全く関わりのないものからは手を引いて、もう一方の病を癒やし、あの奉仕者たちを買い取ることを勧める。それは、お前の家の者たちが不足したときに、自由人の者を呼び寄せたりしなくて済むようにするためだ。もし支払いをすべて受け取れなければ、彼らは立ち去っても何の危険もないため、酒宴の後に彼らとお前たちの間でなされたことを暴露してしまうだろう。ちょうど先日も、あの男娼が出て行った後、お前のことについて最も恥ずべきことを語り、噛み傷まで見せていたように。しかし、私はその場にいた者たちを証人として立てることさえできる。私がどれほど憤慨し、お前のために腹を立てて、危うく彼に殴りかかろうとしたことか。特に、彼が同様のことの別の証人を呼び、さらに別の者が同じことを言葉で語り始めたときはなおさらであった。それゆえ、友よ、金を節約して守るがよい。そうすれば、自宅で、極めて安全に、それらのことを行い、また受けることができるだろう。お前にこれ以上そのようなことをさせないように、誰が説得できようか。一度革をかじることを覚えた犬が、それをやめることなどできないのだから。

構文注4 件
  1. 22ᾧτινι

    関係代名詞 ᾧτινι は、主節の動詞 εἴποιμι の目的語となる間接疑問節を導いており、与格は動詞 ἔοικας (〜に似ている)の補語として機能している。

  2. 23μὴ αὐτίκα ἔσεσθαί

    ここでの μὴ は、否定の回答を予想・懸念する疑問文を導く小辞であり、間接話法の不定詞 ἔσεσθαι(主動詞 οἴει に依存)に係っている。μή が不定詞の否定としてではなく、文全体の疑念・懸念を導入している点に注意。

  3. 24δέον

    非人称動詞 δεῖ の分詞の中性単数対格形であり、対格絶対(accusative absolute)として機能している。「〜すべきであるのに」「〜が必要であるのに」という譲歩的・対比的な状況を示す。

  4. 25ὥστε μὲν γὰρ μηκέτι ἐργάζεσθαι

    ὥστε +不定詞の構文で、ここでは「もはや(そのようなことを)行わないように」という目的、あるいは結果のニュアンスを伴って、主動詞 μεταπείσειε(〜を説得して変えさせる)の説得の方向性を限定している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(5 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 4 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg028.humanitext-grc2:22-25