Humanitext Reader

琉善 · 哲学学派的拍卖 §10-13

狄奥根尼的卖出与德谟克利特的拍卖

第 3 段,共 7 段 · 希腊语

内容简介

狄奥根尼在进一步阐述其极端的犬儒生活方式后被廉价买走,随后享乐主义的昔兰尼学派哲学家流拍。接着,爱笑的德谟克利特和爱哭的赫拉克利特被同时拍卖,德谟克利特开始阐释其原子论和世界观。

§10Διογένης ἃ δὲ μάλιστα δεῖ προσεῖναι, ταῦτά ἐστιν· ἰταμὸν χρὴ εἶναι καὶ θρασὺν καὶ λοιδορεῖσθαι πᾶσιν ἑξῆς καὶ βασιλεῦσι καὶ ἰδιώταις·
狄奥根尼:而最应该具备的是这些:必须纠缠不休、胆大妄为,并挨个辱骂所有人,无论是君王还是平民。
οὕτω γὰρ ἀποβλέψονταί σε καὶ ἀνδρεῖον ὑπολήψονται.
因为这样人们才会瞩目于你,视你为勇敢。
βάρβαρος δὲ ἡ φωνὴ ἔστω καὶ ἀπηχὲς τὸ φθέγμα καὶ ἀτεχνῶς ὅμοιον κυνί, καὶ πρόσωπον δὲ ἐντεταμένον καὶ βάδισμα τοιούτῳ προσώπῳ πρέπον, καὶ ὅλως θηριώδη τὰ πάντα καὶ ἄγρια.
声音要粗俗,语调要刺耳,完全像狗一样;面部表情要紧绷,步态要与这种表情相称,总之,一切都要像野兽般凶猛粗野。
αἰδὼς δὲ καὶ ἐπιείκεια καὶ μετριότης ἀπέστω, καὶ τὸ ἐρυθριᾶν ἀπόξυσον τοῦ προσώπου παντελῶς.
要指责、宽容和适度都请靠边,把脸上的红晕彻底刮掉。
δίωκε δὲ τὰ πολυανθρωπότατα τῶν χωρίων, καὶ ἐν αὐτοῖς τούτοις μόνος καὶ ἀκοινώνητος εἶναι θέλε μὴ φίλον, μὴ ξένον προσιέμενος· κατάλυσις γὰρ τὰ τοιαῦτα τῆς ἀρχῆς.
要追求人口最稠密的地方,并在这些地方里甘愿独处、不与人交往,不接纳朋友,也不接纳客人;因为这些事物会瓦解你的主导权。
ἐν ὄψει δὲ πάντων, ἃ μηδὲ ἰδίᾳ ποιήσειεν ἄν τις, θαρρῶν ποίει, καὶ τῶν ἀφροδισίων αἱροῦ τὰ γελοιότερα, καὶ τέλος, ἤν σοι δοκῇ, πολύποδα ὠμὸν ἢ σηπίαν φαγὼν ἀπόθανε.
在所有人瞩目之下,要大胆地去做那些连私下里都没人会做的事;在性事上,选择最荒谬可笑的方式;最后,如果你愿意,可以通过吃生章鱼或乌贼来死去。
ταύτην σοι τὴν εὐδαιμονίαν προξενοῦμεν.
这就是我们为你引介的幸福。
§11Ἀγοράστης ἄπαγε·
买主:走开!
μιαρὰ γὰρ καὶ οὐκ ἀνθρώπινα λέγεις.
你说的这些事肮脏卑鄙,简直灭绝人性。
Διογένης ἀλλὰ ῥᾷστά γε, ὦ οὗτος, καὶ πᾶσιν εὐχερῆ μετελθεῖν·
狄奥根尼:但这却是最容易的,伙计,针对所有人都是一蹴而就的坦途。
οὐ γάρ σοι δεήσει παιδείας καὶ λόγων καὶ λήρων, ἀλλʼ ἐπίτομος αὕτη σοι πρὸς δόξαν ἡ ὁδός·
因为你不需要教养、言论或那些废话,这是你通往名声的捷径。
κἂν ἰδιώτης ᾖς, ἤτοι σκυτοδέψης ἢ ταριχοπώλης ἢ τέκτων ἢ τραπεζίτης, οὐδέν σε κωλύσει θαυμαστὸν εἴναι, ἢν μόνον ἡ ἀναίδεια καὶ τὸ θράσος παρῇ καὶ λοιδορεῖσθαι καλῶς ἐκμάθῃς.
即使你是个普通人,不管是皮革匠、咸鱼贩、木匠还是银行家,只要你拥有厚颜无耻和胆大妄为,并学会如何漂亮地骂人,就没有什么能阻碍你成为一个奇迹。
Ἀγοράστης πρὸς ταῦτα μὲν οὐ δέομαί σου.
买主:对于这些事,我不需要你。
ναύτης δʼ ἂν ἴσως ἢ κηπουρὸς ἐν καιρῷ γένοιο, καὶ ταῦτα, ἢν ἐθέλῃ σε ἀποδόσθαι οὑτοσὶ τὸ μέγιστον δύʼ ὀβολῶν.
不过也许你偶尔能当个船员或园丁,而且还得是这位愿意最多以两奥博尔的价格把你卖给我的情况下。
Ἑρμῆς ἔχε λαβών·
赫尔墨斯:带走他吧。
καὶ γὰρ ἄσμενοι ἀπαλλαξόμεθα ἐνοχλοῦντος αὐτοῦ καὶ βοῶντος καὶ ἅπαντας ἁπαξαπλῶς ὑβρίζοντος καὶ ἀγορεύοντος κακῶς.
我们也乐得摆脱他,因为他总是纠缠不休、大喊大叫、毫无例外地侮辱所有人并口出恶言。
§12Ζεύς ἄλλον κάλει τὸν Κυρηναῖον, τὸν ἐν τῇ πορφυρίδι, τὸν ἐστεφανωμένον.
宙斯:叫另一个,那个昔兰尼学派的人,那个穿着紫衣、戴着花冠的人。
Ἑρμῆς ἄγε δή, πρόσεχε πᾶς·
赫尔墨斯:来吧,大家注意!
πολυτελὲς τὸ χρῆμα καὶ πλουσίων δεόμενον.
这是一个昂贵的货色,需要富有的人。
βίος οὗτος ἥδιστος, βίος τρισμακάριστος.
这种生活最惬意,是三倍幸福的生活。
τίς ἐπιθυμεῖ τρυφῆς;
谁渴望奢侈?
τίς ὠνεῖται τὸν ἁβρότατον;
谁要买下最温雅的人?
Ἀγοράστης ἐλθὲ σὺ καὶ λέγε ἅπερ εἰδὼς τυγχάνεις·
买主:你过来,说说你懂什么。
ὠνήσομαι γάρ σε, ἢν ὠφέλιμος ᾖς.
如果你有用,我就买下你。
Ἑρμῆς μὴ ἐνόχλει αὐτόν, ὦ βέλτιστε, μηδὲ ἀνάκρινε·
赫尔墨斯:我的好人,别打扰他,也别盘问他,因为他醉了。
μεθύει γάρ. ὥστε οὐκ ἂν ἀποκρίναιτό σοι, τὴν γλῶτταν, ὡς ὁρᾷς, διολισθάνων.
所以,如你所见,他舌头打结,根本没法回答你。
Ἀγοράστης καὶ τίς ἂν εὖ φρονῶν πρίαιτο διεφθαρμένον οὕτω καὶ ἀκόλαστον ἀνδράποδον;
买主:任何神智清明的人,谁会买下一个如此堕落且无节制的奴隶?
ὅσον δὲ καὶ ἀποπνεῖ μύρων, ὡς δὲ καὶ σφαλερὸν βαδίζει καὶ παράφορον.
他身上散发着多么浓重的香油味,他的步伐又是多么摇晃和颠踬!
ἀλλὰ κἂν σύ γε, ὦ Ἑρμῆ, λέγε ὁποῖα πρόσεστιν αὐτῷ καὶ ἃ μετιὼν τυγχάνει.
不过,赫尔墨斯,至少请你告诉我,他具备什么样的品质,以及他平时追求什么。
Ἑρμῆς τὸ μὲν ὅλον, συμβιῶναι δεξιὸς καὶ συμπιεῖν ἱκανὸς καὶ κωμάσαι μετὰ αὐλητρίδος ἐπιτήδειος ἐρῶντι καὶ ἀσώτῳ δεσπότῃ· τὰ ἄλλα δὲ πεμμάτων ἐπιστήμων καὶ ὀψοποιὸς ἐμπειρότατος, καὶ ὅλως σοφιστὴς ἡδυπαθείας.
赫尔墨斯:总的来说,他善于与人共处,能饮酒,适合陪同钟情而挥霍的主人与女笛手一起狂欢;此外,他精通糕点制作,是个经验极其丰富的厨子,总之是享乐主义的智者。
ἐπαιδεύθη μὲν οὖν Ἀθήνησιν, ἐδούλευσε δὲ καὶ περὶ Σικελίαν τοῖς τυράννοις καὶ σφόδρα εὐδοκίμει παρʼ αὐτοῖς.
他在雅典受过教育,曾在西西里一带侍奉僭主,并深受他们的青睐。
τὸ δὲ κεφάλαιον τῆς προαιρέσεως, ἁπάντων καταφρονεῖν, ἅπασι χρῆσθαι, πανταχόθεν ἐρανίζεσθαι τὴν ἡδονήν.
他的志向要旨是:蔑视一切,利用一切,并从到处搜刮快乐。
Ἀγοράστης ὥρα σοι ἄλλον περιβλέπειν τῶν πλουσίων τούτων καὶ πολυχρημάτων· ἐγὼ μὲν γὰρ οὐκ ἐπιτήδειος ἱλαρὸν ὠνεῖσθαι βίον.
买主:你最好去那些有钱有财的人当中另找买主吧;因为我不适合买下这种享乐的生活。
Ἑρμῆς Ἄπρατος ἔοικεν ἡμῖν οὗτος, ὦ Ζεῦ, μένειν.
赫尔墨斯:宙斯,这个人看起来要砸在我们手里卖不掉了。
§13Ζεύς Μετάστησον· ἄλλον παράγε· μᾶλλον δὲ τὼ δύο τούτω, τὸν γελῶντα τὸν Ἀβδηρόθεν καὶ τὸν κλάοντα τὸν ἐξ Ἐφέσου·
宙斯:让他退下;带另一个上来;或者不如带这两个:那个来自阿布德拉的笑者和那个来自以弗所的哭者。
ἅμα γὰρ αὐτὼ πεπρᾶσθαι βούλομαι.
因为我想让他们两个一起被卖掉。
Ἑρμῆς κατάβητον ἐς τὸ μέσον.
赫尔墨斯:走到中间来。
τὼ ἀρίστω βίω πωλῶ, τὼ σοφωτάτω πάντων ἀποκηρύττομεν.
我拍卖这两种最好的生活;我们宣布出售所有人中最为智慧的两位。
Ἀγοράστης ὦ Ζεῦ τῆς ἐναντιότητος.
买主:噢,宙斯,多么截然相反的对比!
ὁ μὲν οὐ διαλείπει γελῶν, ὁ δέ τινα ἔοικε πενθεῖν· δακρύει γοῦν τὸ παράπαν.
一个笑个不停,另一个似乎在悼念某人;总之他一直在流泪。
τί ταῦτα, ὦ οὗτος;
这是怎么回事,你这家伙?
τί γελᾷς;
你为什么笑?
Δημόκριτος ἐρωτᾷς;
德谟克利特:你问这个?
ὅτι μοι γελοῖα πάντα δοκέει τὰ πρήγματα ὑμέων καὶ αὐτοὶ ὑμέες.
因为在我看来,你们的所有事务以及你们自己都荒谬可笑。
Ἀγοράστης πῶς λέγεις;
买主:你怎么说?
καταγελᾷς ἡμῶν ἁπάντων καὶ παρʼ οὐδὲν τίθεσαι τὰ ἡμέτερα πράγματα;
你嘲笑我们所有人,把我们的事情视若无物吗?
Δημόκριτος ὧδε ἔχει·
德谟克利特:正是如此。
σπουδαῖον γὰρ ἐν αὐτέοισιν οὐδέν, κενεὰ δὲ πάντα καὶ ἀτόμων φορὴ καὶ ἀπειρίη.
因为在这些事情中没有任何严肃的东西,一切都是空虚,只是原子的飘散和无穷。
Ἀγοράστης οὐ μὲν οὖν, ἀλλὰ σὺ κενὸς ὡς ἀληθῶς καὶ ἄπειρος.
买主:才不是呢,真正空虚和无知的是你。

词汇与语法注释

  1. 10κατάλυσις γὰρ τὰ τοιαῦτα τῆς ἀρχῆς — τὰ τοιαῦτα(此类事物,即维持人际关系)是主语,κατάλυσις 是谓语。τῆς ἀρχῆς(主导权、统治)是依附于名词 κατάλυσις(瓦解、毁灭)的宾格性属格。这里的“主导权”指的是犬儒主义哲学中的自我主宰(自足性)。
  2. 11οὐδέν σε κωλύσει θαυμαστὸν εἴναι — 动词 κωλύσει 伴随宾格(σε)和不定式(εἶναι),构成宾格加不定式(AcI)结构,表示“没有什么能阻碍你成为……”。θαυμαστὸν 是不定式的表语,在格上与它的逻辑主语 σε 一致,因而使用宾格。
  3. 12τὴν γλῶτταν ... διολισθάνων — τὴν γλῶτταν 是关系宾格(即所谓的“希腊语宾格”),修饰分词 διολισθάνων(滑,结巴),表示“在舌头方面打结”或“口齿不清”。
  4. 13ἄπειρος — 此处使用了双关语。针对德谟克利特作为宇宙要素所使用的 ἀπειρίη(爱奥尼亚方言,意为“无限”),买主用雅典方言中同音异义的 ἄπειρος(意为“无经验的、无知的”,由否定前缀 alpha-privative 加 πειράομαι 构成)进行了反驳。

引用这一段

琉善, 哲学学派的拍卖 §10-13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg024.humanitext-grc2:10-13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。