- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg024.humanitext-grc2:10-13
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ディオゲネスが自らの過激な生活様式をさらに説明した後に安値で引き取られ、続いて享楽的なキュレネ派の哲学者が売れ残る。その後、笑うデモクリトスと泣くヘラクレイトスが同時に競売にかけられ、デモクリトスが自身の原子論的世界観を語り始める。
Διογένης ἃ δὲ μάλιστα δεῖ προσεῖναι, ταῦτά ἐστιν· ἰταμὸν χρὴ εἶναι καὶ θρασὺν καὶ λοιδορεῖσθαι πᾶσιν ἑξῆς καὶ βασιλεῦσι καὶ ἰδιώταις· οὕτω γὰρ ἀποβλέψονταί σε καὶ ἀνδρεῖον ὑπολήψονται. βάρβαρος δὲ ἡ φωνὴ ἔστω καὶ ἀπηχὲς τὸ φθέγμα καὶ ἀτεχνῶς ὅμοιον κυνί, καὶ πρόσωπον δὲ ἐντεταμένον καὶ βάδισμα τοιούτῳ προσώπῳ πρέπον, καὶ ὅλως θηριώδη τὰ πάντα καὶ ἄγρια. αἰδὼς δὲ καὶ ἐπιείκεια καὶ μετριότης ἀπέστω, καὶ τὸ ἐρυθριᾶν ἀπόξυσον τοῦ προσώπου παντελῶς. δίωκε δὲ τὰ πολυανθρωπότατα τῶν χωρίων, καὶ ἐν αὐτοῖς τούτοις μόνος καὶ ἀκοινώνητος εἶναι θέλε μὴ φίλον, μὴ ξένον προσιέμενος· κατάλυσις γὰρ τὰ τοιαῦτα τῆς ἀρχῆς.1 ἐν ὄψει δὲ πάντων, ἃ μηδὲ ἰδίᾳ ποιήσειεν ἄν τις, θαρρῶν ποίει, καὶ τῶν ἀφροδισίων αἱροῦ τὰ γελοιότερα, καὶ τέλος, ἤν σοι δοκῇ, πολύποδα ὠμὸν ἢ σηπίαν φαγὼν ἀπόθανε. ταύτην σοι τὴν εὐδαιμονίαν προξενοῦμεν.
ディオゲネス: また、最も備わっていなければならないのは、次のようなことだ。執拗で図々しくあるべきであり、王であれ一般市民であれ、誰彼構わず順番に罵るべきだ。そうすれば人々はお前を刮目して見、勇敢な男だと思うだろう。そして声は粗野であり、発声は不快で、全く犬のようであるべきだ。顔つきは引き締まり、歩き方はそのような顔つきにふさわしいものであるべきだ。要するに、すべてが獣のようで狂暴であるべきだ。恥じらいや寛容、中庸は遠ざけ、赤面することを顔から完全に削ぎ落とせ。最も人の多い場所を追い求め、そうした場所にあっても、友も客人も近づけず、独りで非社交的であることを望め。そのようなものは支配力を破壊するものだからだ。誰もが目にする前で、私的な場所でさえ誰も行わないようなことを、堂々と行え。そして性的な事柄については、より滑稽なものを選び、最後には、もしお望みなら、生のタコかイカを食べて死ぬがよい。これがお前に我々がもたらしてやる幸福だ。
Ἀγοράστης ἄπαγε· μιαρὰ γὰρ καὶ οὐκ ἀνθρώπινα λέγεις. Διογένης ἀλλὰ ῥᾷστά γε, ὦ οὗτος, καὶ πᾶσιν εὐχερῆ μετελθεῖν· οὐ γάρ σοι δεήσει παιδείας καὶ λόγων καὶ λήρων, ἀλλʼ ἐπίτομος αὕτη σοι πρὸς δόξαν ἡ ὁδός· κἂν ἰδιώτης ᾖς, ἤτοι σκυτοδέψης ἢ ταριχοπώλης ἢ τέκτων ἢ τραπεζίτης, οὐδέν σε κωλύσει θαυμαστὸν εἴναι,2 ἢν μόνον ἡ ἀναίδεια καὶ τὸ θράσος παρῇ καὶ λοιδορεῖσθαι καλῶς ἐκμάθῃς. Ἀγοράστης πρὸς ταῦτα μὲν οὐ δέομαί σου. ναύτης δʼ ἂν ἴσως ἢ κηπουρὸς ἐν καιρῷ γένοιο, καὶ ταῦτα, ἢν ἐθέλῃ σε ἀποδόσθαι οὑτοσὶ τὸ μέγιστον δύʼ ὀβολῶν. Ἑρμῆς ἔχε λαβών· καὶ γὰρ ἄσμενοι ἀπαλλαξόμεθα ἐνοχλοῦντος αὐτοῦ καὶ βοῶντος καὶ ἅπαντας ἁπαξαπλῶς ὑβρίζοντος καὶ ἀγορεύοντος κακῶς.
買い手: あっちへ行け。お前の言うことは不潔で、人間業ではない。 ディオゲネス: だが、これこそ最もたやすく、誰にとっても追求しやすいのだぞ、お前。教養も、議論も、くだらないおしゃべりも必要ないのだから。これは名声への近道だ。たとえお前が一般市民であって、革なめし職人であれ、塩魚売りであれ、大工であれ、両替商であれ、厚かましさと不敵ささえ備わっており、悪口を言うことをよく心得てさえいれば、お前が素晴らしい存在になるのを妨げるものは何もない。 買い手: そのようなことのために、お前は必要ない。だが、船乗りか庭師になら、いつか役に立つかもしれないな。それも、この男がお前をせいぜい2オボロスで売ってくれるならの話だが。 ヘルメス: 彼を引き取ってくれ。彼が我々を煩わせ、大声を上げ、あらゆる人々をことごとく侮辱し、悪口を言い散らすのから、我々も喜んで解放されたいのだから。
Ζεύς ἄλλον κάλει τὸν Κυρηναῖον, τὸν ἐν τῇ πορφυρίδι, τὸν ἐστεφανωμένον. Ἑρμῆς ἄγε δή, πρόσεχε πᾶς· πολυτελὲς τὸ χρῆμα καὶ πλουσίων δεόμενον. βίος οὗτος ἥδιστος, βίος τρισμακάριστος. τίς ἐπιθυμεῖ τρυφῆς; τίς ὠνεῖται τὸν ἁβρότατον; Ἀγοράστης ἐλθὲ σὺ καὶ λέγε ἅπερ εἰδὼς τυγχάνεις· ὠνήσομαι γάρ σε, ἢν ὠφέλιμος ᾖς. Ἑρμῆς μὴ ἐνόχλει αὐτόν, ὦ βέλτιστε, μηδὲ ἀνάκρινε· μεθύει γάρ. ὥστε οὐκ ἂν ἀποκρίναιτό σοι, τὴν γλῶτταν, ὡς ὁρᾷς, διολισθάνων.3 Ἀγοράστης καὶ τίς ἂν εὖ φρονῶν πρίαιτο διεφθαρμένον οὕτω καὶ ἀκόλαστον ἀνδράποδον; ὅσον δὲ καὶ ἀποπνεῖ μύρων, ὡς δὲ καὶ σφαλερὸν βαδίζει καὶ παράφορον. ἀλλὰ κἂν σύ γε, ὦ Ἑρμῆ, λέγε ὁποῖα πρόσεστιν αὐτῷ καὶ ἃ μετιὼν τυγχάνει. Ἑρμῆς τὸ μὲν ὅλον, συμβιῶναι δεξιὸς καὶ συμπιεῖν ἱκανὸς καὶ κωμάσαι μετὰ αὐλητρίδος ἐπιτήδειος ἐρῶντι καὶ ἀσώτῳ δεσπότῃ· τὰ ἄλλα δὲ πεμμάτων ἐπιστήμων καὶ ὀψοποιὸς ἐμπειρότατος, καὶ ὅλως σοφιστὴς ἡδυπαθείας. ἐπαιδεύθη μὲν οὖν Ἀθήνησιν, ἐδούλευσε δὲ καὶ περὶ Σικελίαν τοῖς τυράννοις καὶ σφόδρα εὐδοκίμει παρʼ αὐτοῖς. τὸ δὲ κεφάλαιον τῆς προαιρέσεως, ἁπάντων καταφρονεῖν, ἅπασι χρῆσθαι, πανταχόθεν ἐρανίζεσθαι τὴν ἡδονήν. Ἀγοράστης ὥρα σοι ἄλλον περιβλέπειν τῶν πλουσίων τούτων καὶ πολυχρημάτων· ἐγὼ μὲν γὰρ οὐκ ἐπιτήδειος ἱλαρὸν ὠνεῖσθαι βίον. Ἑρμῆς Ἄπρατος ἔοικεν ἡμῖν οὗτος, ὦ Ζεῦ, μένειν.
ゼウス: 別の者を呼べ、あのキュレネ出身の、紫衣をまとい、冠を戴いた者を。 ヘルメス: さあ、みな注目!高価な品物で、金持ちを必要としています。この生は極めて快く、三度祝福された生です。贅沢を望むのは誰ですか?最も優雅な者を買い取るのは誰ですか? 買い手: こちらへ来て、お前が知っていることを言ってくれ。もし役に立つなら、お前を買い取ろう。 ヘルメス: 我が友よ、彼を煩わせたり、尋問したりしてはなりません。酔っ払っているのですから。ですから、ご覧の通り、舌をもつれさせてお前には答えないでしょう。 買い手: 正気の人間のうち、これほど堕落し節度のない奴隷を誰が買うだろうか。どれほど香油の匂いを漂わせ、どれほど足取りが危うくふらついていることか。しかしヘルメスよ、少なくともお前の方から、彼にどのような性質が備わっており、何を追求しているのかを言ってくれ。 ヘルメス: 全体としては、共に暮らすのに巧みであり、共に飲むのに適しており、恋に溺れ放蕩な主人のために、笛吹き女と共に大騒ぎするのにうってつけです。その他には、菓子の知識があり、極めて経験豊かな料理人であり、要するに快楽のソフィストです。彼はアテナイで教育を受け、シケリア周辺の僭主たちに仕え、彼らのもとで大いに評判を得ました。彼の志の要点は、あらゆるものを軽蔑し、あらゆるものを利用し、あらゆる場所から快楽をかき集めることです。 買い手: お前は、これら金持ちで財産のある別の者たちの間で買い手を見回した方がよさそうだ。私には、このような陽気な生を買い取る余裕はないのでな。 ヘルメス: ゼウスよ、この者は売れ残ったままになりそうです。
Ζεύς Μετάστησον· ἄλλον παράγε· μᾶλλον δὲ τὼ δύο τούτω, τὸν γελῶντα τὸν Ἀβδηρόθεν καὶ τὸν κλάοντα τὸν ἐξ Ἐφέσου· ἅμα γὰρ αὐτὼ πεπρᾶσθαι βούλομαι. Ἑρμῆς κατάβητον ἐς τὸ μέσον. τὼ ἀρίστω βίω πωλῶ, τὼ σοφωτάτω πάντων ἀποκηρύττομεν. Ἀγοράστης ὦ Ζεῦ τῆς ἐναντιότητος. ὁ μὲν οὐ διαλείπει γελῶν, ὁ δέ τινα ἔοικε πενθεῖν· δακρύει γοῦν τὸ παράπαν. τί ταῦτα, ὦ οὗτος; τί γελᾷς; Δημόκριτος ἐρωτᾷς; ὅτι μοι γελοῖα πάντα δοκέει τὰ πρήγματα ὑμέων καὶ αὐτοὶ ὑμέες. Ἀγοράστης πῶς λέγεις; καταγελᾷς ἡμῶν ἁπάντων καὶ παρʼ οὐδὲν τίθεσαι τὰ ἡμέτερα πράγματα; Δημόκριτος ὧδε ἔχει· σπουδαῖον γὰρ ἐν αὐτέοισιν οὐδέν, κενεὰ δὲ πάντα καὶ ἀτόμων φορὴ καὶ ἀπειρίη. Ἀγοράστης οὐ μὲν οὖν, ἀλλὰ σὺ κενὸς ὡς ἀληθῶς καὶ ἄπειρος.4
ゼウス: 下がらせよ。別の者を引き出せ。いや、むしろあの二人の者、アブデラから来た笑う者と、エフェソスから来た泣く者をな。二人は同時に売りたいのだ。 ヘルメス: 中央へ降りてきなさい。最も優れた二つの生を売り出します。すべての中で最も知恵ある二人を競売にかけます。 買い手: おお、ゼウスよ、なんと対照的な。一方は笑うのをやめず、他方は誰かを悼んでいるかのようだ。少なくとも完全に涙を流している。これはいったいどういうことだ、そこのお前?なぜ笑っているのだ? デモクリトス: 尋ねるのか?私には、お前たちの事柄のすべてとお前たち自身が滑稽に見えるからだ。 買い手: どういうことだ?お前は我々全員を嘲笑し、我々の事柄を無に等しいと考えているのか? デモクリトス: その通りだ。なぜなら、その中には真剣なものは何もなく、すべてが空虚であり、原子の運動と無限にすぎないからだ。 買い手: そうではない、本当に空虚で無知なのはお前の方だ。
- 10κατάλυσις γὰρ τὰ τοιαῦτα τῆς ἀρχῆς
τὰ τοιαῦτα(そのような事柄、すなわち人間関係を維持すること)が主語であり、κατάλυσις が述語。τῆς ἀρχῆς(支配・主導権)は名詞 κατάλυσις(崩壊・解体)にかかる目的格的属格。「支配」とは、犬儒派哲学における自己への支配(自足性)を指す。
- 11οὐδέν σε κωλύσει θαυμαστὸν εἴναι
動詞 κωλύσει は対格(σε)と不定詞(εἶναι)を伴って「〜が〜するのを妨げる」という対格不定詞(AcI)構文を作る。θαυμαστὸν は不定詞の補語であり、意味上の主語である σε と格一致して対格をとっている。
- 12τὴν γλῶτταν ... διολισθάνων
τὴν γλῶτταν は関係の対格(いわゆる「ギリシア語対格」)であり、分詞 διολισθάνων(滑りながら、もつれながら)に係り、「舌に関して(舌が)もつれながら」という意味を表す。
- 13ἄπειρος
ここでは言葉の二重の意味(ダブル・ミーニング)が使われている。デモクリトスが宇宙の構成要素として用いた ἀπειρίη(イオン方言で「無限」)に対し、買い手はアッティカ方言で同音異義の ἄπειρος(経験のない、無知な)を使って言い返している。
