Humanitext Reader

琉善 · 哲学学派的拍卖 §6-9

毕达哥拉斯成交与狄奥根尼登场

第 2 段,共 7 段 · 希腊语

内容简介

毕达哥拉斯解释了关于蚕豆的禁忌原因,并在展露其黄金大腿后被意大利买主们以十个米纳合资买下。随后,锡诺普的狄奥根尼登场,宣扬他艰苦朴素的生活方式、世界公民的身份以及对弟子进行的严酷训练。

§6Ἀγοράστης ἀλλὰ τάδε μὲν ἱκανῶς.
买主:这些已经足够了。
τὰ δʼ ἀμφὶ δίαιταν ὁποῖός τις εἶ;
那么关于饮食,你是怎样的人?
Πυθαγόρας ἐμψυχήϊον μὲν οὐδὲ ἓν σιτέομαι, τὰ δὲ ἄλλα πλὴν κυάμων.
毕达哥拉斯:我有生命的任何东西都不吃,但其他的都吃,除了蚕豆。
Ἀγοράστης τίνος ἕνεκα;
买主:为了什么?
ἢ μυσάττῃ τοὺς κυάμους;
或者你讨厌蚕豆?
Πυθαγόρας οὔκ, ἀλλὰ ἱροί εἰσι καὶ θωυμαστὴ αὐτέων ἡ φύσις·
毕达哥拉斯:不,而是它们是神圣的,其天性令人惊奇。
πρῶτον μὲν γὰρ τὸ πᾶν γονή εἰσι, καὶ ἢν ἀποδύσῃς κύαμον ἔτι χλωρὸν ἐόντα, ὄψεαι τοῖσιν ἀνδρείοισι μορίοισιν ἐμφερέα τὴν φυήν· ἑψηθέντα δὲ ἢν ἀφῇς ἐς τὴν σεληναίην νυξὶ μεμετρημένῃσιν, αἷμα ποιήσεις.
因为首先它们全然是种子,如果你剥开一个还是绿色的蚕豆,你会看见它的形状像男子的生殖器;而如果把它煮熟后,在限定的若干个夜晚里置于月光下,你会制造出血液。
τὸ δὲ μέζον, Ἀθηναίοισι νόμος κυάμοισι τὰς ἀρχὰς αἱρέεσθαι.
更重大的是,雅典人的法律是用蚕豆来推选官职。
Ἀγοράστης καλῶς πάντα ἔφης καὶ ἱεροπρεπῶς.
买主:你说得都很好,而且具有神圣的派头。
ἀλλὰ ἀπόδυθι, καὶ γυμνὸν γάρ σε ἰδεῖν βούλομαι.
不过脱掉衣服吧,我想看看你光着身子的样子。
ὦ Ἡράκλεις, χρυσοῦς αὐτῷ ὁ μηρός ἐστι.
噢,赫拉克勒斯,他的大腿是金子做的!
θεός, οὐ βροτός τις εἶναι φαίνεται·
他看起来像是一个神,而不是凡人。
ὥστε ὠνήσομαι πάντως αὐτόν.
因此我一定要买下他。
πόσου τοῦτον ἀποκηρύττεις;
你开价多少竞卖他?
Ἑρμῆς δέκα μνῶν.
赫尔墨斯:十个米纳。
Ἀγοράστης ἔχω τοσούτου λαβών.
买主:这个价钱我要了。
Ζεύς γράφε τοῦ ὠνησαμένου τοὔνομα καὶ ὅθεν ἐστίν.
宙斯:写下买主的名字和他的出身地。
Ἑρμῆς Ἰταλιώτης, ὦ Ζεῦ, δοκεῖ τις εἶναι τῶν ἀμφὶ Κρότωνα καὶ Τάραντα καὶ τὴν ταύτῃ Ἑλλάδα· καίτοι οὐχ εἷς, ἀλλὰ τριακόσιοι σχεδὸν ἐώνηνται κατὰ κοινὸν αὐτόν.
赫尔墨斯:宙斯,他似乎是个意大利希腊人,是克罗托内、塔兰托以及那一带希腊地区的居民之一;然而,不是一个人,而是差不多三百人共同买下了他。
Ζεύς Ἀπαγέτωσαν· ἄλλον παράγωμεν.
宙斯:让他们带走他吧;我们带另一个上来。
§7Ἑρμῆς βούλει τὸν αὐχμῶντα ἐκεῖνον, τὸν Ποντικόν;
赫尔墨斯:你想要那个脏兮兮的、黑海来的人吗?
Ζεύς πάνυ μὲν οὖν.
宙斯:当然可以。
Ἑρμῆς οὗτος ὁ τὴν πήραν ἐξηρτημένος, ὁ ἐξωμίας, ἐλθὲ καὶ περίιθι ἐν κύκλῳ τὸ συνέδριον.
赫墨斯:你,那个挎着背囊、穿着单肩外衣的人,过来绕着会场走一圈。
βίον ἀνδρικὸν πωλῶ, βίον ἄριστον καὶ γεννικόν, βίον ἐλεύθερον·
我拍卖一个有男子气概的生活,一个极好而高贵的生活,一个自由的生活!
τίς ὠνήσεται;
谁要买?
Ἀγοράστης ὁ κῆρυξ πῶς ἔφης σύ;
买主:宣讲官,你刚才说什么?
πωλεῖς τὸν ἐλεύθερον;
你拍卖自由人?
Ἑρμῆς ἔγωγε.
赫尔墨斯:正是我。
Ἀγοράστης εἶτʼ οὐ δέδιας μή σοι δικάσηται ἀνδραποδισμοῦ ἢ καὶ προκαλέσηταί σε εἰς Ἄρειον πάγον;
买主:那你就不怕他因拐卖自由人为奴而起诉你,或者把你传唤到阿雷奥帕古斯吗?
Ἑρμῆς οὐδὲν αὐτῷ μέλει τῆς πράσεως· οἴεται γὰρ εἶναι παντάπασιν ἐλεύθερος.
赫尔墨斯:他根本不在乎这次拍卖;因为他认为自己完全是自由的。
Ἀγοράστης τί δʼ ἄν τις αὐτῷ χρήσαιτο ῥυπῶντι καὶ οὕτω κακοδαιμόνως διακειμένῳ;
买主:一个脏兮兮且处于如此悲惨境地的人,谁能拿他来派什么用场?
πλὴν εἰ μὴ σκαπανέα γε καὶ ὑδροφόρον αὐτὸν ἀποδεικτέον.
除非是要把他当成掘地工或挑水工。
Ἑρμῆς οὐ μόνον, ἀλλὰ καὶ ἢν θυρωρὸν αὐτὸν ἐπιστήσῃς, πολὺ πιστοτέρῳ χρήσῃ τῶν κυνῶν.
赫尔墨斯:不仅如此,如果你安排他做门卫,你会发现他比狗还要忠实得多。
ἀμέλει κύων αὐτῷ καὶ τὸ ὄνομα.
当然,‘狗’正是他的名字。
Ἀγοράστης ποδαπὸς δέ ἐστιν ἢ τίνα τὴν ἄσκησιν ἐπαγγέλλεται;
买主:他是哪里人,宣称奉行什么样的修行?
Ἑρμῆς αὐτὸν ἐροῦ· κάλλιον γὰρ οὕτω ποιεῖν.
赫尔墨斯:你自己问他吧,因为这样更好。
Ἀγοράστης δέδια τὸ σκυθρωπὸν αὐτοῦ καὶ κατηφές, μή με ὑλακτήσῃ προσελθόντα ἢ καὶ νὴ Δία δάκῃ γε.
买主:我害怕他那阴沉、低垂的神色,担心我走近时他会朝我狂吠,甚至,凭着宙斯起誓,咬我一口!
οὐχ ὁρᾷς ὡς διῆρται τὸ ξύλον καὶ συνέσπακε τὰς ὀφρῦς καὶ ἀπειλητικόν τι καὶ χολῶδες ὑποβλέπει;
你没看见他挥舞着木棒,皱着眉头,用威胁和愤怒的眼神斜眼看人吗?
Ἑρμῆς μὴ δέδιθι· τιθασὸς γάρ ἐστι.
赫尔墨斯:别怕,他是驯服的。
§8Ἀγοράστης τὸ πρῶτον, ὦ βέλτιστε, ποδαπὸς εἶ;
买主:首先,我的好人,你是哪里人?
Διογένης παντοδαπός.
解脱者(狄奥根尼):无处不是。
Ἀγοράστης πῶς λέγεις;
买主:这话怎讲?
Διογένης τοῦ κόσμου πολίτην ὁρᾷς.
狄奥根尼:你正在看着一个世界公民。
Ἀγοράστης ζηλοῖς δὲ δὴ τίνα;
买主:那么,你效仿谁呢?
Διογένης τὸν Ἡρακλέα.
狄奥根尼:赫拉克勒斯。
Ἀγοράστης τί οὖν οὐχὶ καὶ λεοντῆν ἀμπέχῃ;
买主:那你为什么不披上狮子皮呢?
τὸ μὲν γὰρ ξύλον ἔοικας αὐτῷ.
因为在木棒上你确实挺像他。
Διογένης τουτί μοι λεοντῆ, τὸ τριβώνιον.
狄奥根尼:这件破旧的外衣就是我的狮子皮。
στρατεύομαι δὲ ὥσπερ ἐκεῖνος ἐπὶ τὰς ἡδονάς, οὐ κελευστός, ἀλλὰ ἑκούσιος, ἐκκαθᾶραι τὸν βίον προαιρούμενος.
我像他一样向快乐宣战,不是受人命令,而是自愿的,志在净化生命。
Ἀγοράστης εὖ γε τῆς προαιρέσεως.
买主:真是好志向!
ἀλλὰ τί μάλιστα εἰδέναι σε φῶμεν;
不过,我们应该说你最懂得什么?
ἢ τίνα τὴν τέχνην ἔχεις;
或者你有什么手艺?
Διογένης ἐλευθερωτής εἰμι τῶν ἀνθρώπων καὶ ἰατρὸς τῶν παθῶν·
狄奥根尼:我是人类的解放者,也是激情的医生。
τὸ δὲ ὅλον ἀληθείας καὶ παρρησίας προφήτης εἶναι βούλομαι.
总而言之,我想做真理和坦率言论的先知。
§9Ἀγοράστης εὖ γε, ὦ προφῆτα·
买主:好极了,先知!
ἢν δὲ πρίωμαί σε, τίνα με τὸν τρόπον διασκήσεις;
如果我买下你,你用什么方式训练我?
Διογένης πρῶτον μὲν παραλαβών σε καὶ ἀποδύσας τὴν τρυφὴν καὶ ἀπορίᾳ συγκατακλείσας τριβώνιον περιβαλῶ, μετὰ δὲ πονεῖν καὶ κάμνειν καταναγκάσω χαμαὶ καθεύδοντα καὶ ὕδωρ πίνοντα καὶ ὧν ἔτυχεν ἐμπιμπλάμενον, τὰ δὲ χρήματα, ἢν ἔχῃς, ἐμοὶ πειθόμενος εἰς τὴν θάλατταν φέρων ἐμβαλεῖς, γάμου δὲ ἀμελήσεις καὶ παίδων καὶ πατρίδος, καὶ πάντα σοι ταῦτα λῆρος ἔσται, καὶ τὴν πατρῴαν οἰκίαν ἀπολιπὼν ἢ τάφον οἰκήσεις ἢ πυργίον ἔρημον ἢ καὶ πίθον·
狄奥根尼:首先,我要接管你,剥去你的奢侈生活,把你关进贫穷中,给你披上一件破旧的外衣。 然后,我将强迫你劳作,睡在地上,喝水,用随便什么到手的东西填饱肚子。 如果你有钱,要听我的话,拿去扔进海里。 你将不再理会婚姻、孩子和祖国,所有这些对你都将是废话。 离开你祖辈的房屋,你将居住在坟墓里,或者荒废的塔楼,甚至是大木桶里。
ἡ πήρα δέ σοι θέρμων ἔσται μεστὴ καὶ ὀπισθογράφων βιβλίων·
你的背囊里将装满羽扇豆和背面写满字的书。
καὶ οὕτως ἔχων εὐδαιμονέστερος εἶναι φήσεις τοῦ μεγάλου βασιλέως.
处于这种状态下,你将宣称自己比波斯大王还要幸福。
ἢν μαστιγοῖ δέ τις ἢ στρεβλοῖ, τούτων οὐδὲν ἀνιαρὸν ἡγήσῃ.
如果有人鞭打你或严刑拷打你,你将不会认为这些有什么痛苦。
Ἀγοράστης πῶς τοῦτο φὴς τὸ μὴ ἀλγεῖν μαστιγούμενον;
买主:你说被鞭打不觉得疼是什么意思?
οὐ γὰρ χελώνης ἢ καράβου τὸ δέρμα περιβέβλημαι.
我可没有披着乌龟或龙虾的外壳。
Διογένης τὸ Εὐριπίδειον ἐκεῖνο ζηλώσεις μικρὸν ἐναλλάξας.
狄奥根尼:你只要稍微改变一下,去效仿欧里庇得斯的那个名句就行了。
Ἀγοράστης τὸ ποῖον;
买主:哪一句?
Διογένης ἡ φρήν σοι ἀλγήσει, ἡ δὲ γλῶσσα ἔσται ἀνάλγητος.
狄奥根尼:你的心会痛,但你的舌头将不会感到痛苦。

词汇与语法注释

  1. 6τὸ πᾶν γονή — τὸ πᾶν 的修饰关系具有语法解释的空间。一种是将其作为副词解释为“完全、全然”(“它们全然是种子/生命之源”),另一种是作为名词解释为“宇宙、万物”(“它们是万物的种子”)。考虑到毕达哥拉斯学派极度强调蚕豆在生育和宇宙论上的本性,此处采用了副词性用法,但两种解释在语法上皆通。
  2. 7ἀνδραποδισμοῦ — 动词 δικάσηται(“起诉、提官司”)所带的“罪名属格”(或称诉讼原因属格),明确指出了将自由人卖为奴隶(拐卖罪)的罪名。
  3. 9ἐμοὶ πειθόμενος εἰς τὴν θάλατταν φέρων ἐμβαλεῖς — 两个分词 πειθόμενος 和 φέρων 共同修饰主动词的将来时直陈式 ἐμβαλεῖς。此处的将来时直陈式起到了强烈的命令或劝告作用(命令性将来时),表达相当于命令式的义务。
  4. 9ἡ φρήν σοι ἀλγήσει — 与格 σοι 作为“关系与格”(或称经验与格),指明了感受痛苦的主体。这句台词戏仿了欧里庇得斯《希波吕托斯》第612行的名句“舌头起誓了,而心未起誓”,将其巧妙地转用在感觉的痛苦与肉体的无感(在严刑下不呼痛)的对比中,语法上形成了对称的对比关系。

引用这一段

琉善, 哲学学派的拍卖 §6-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg024.humanitext-grc2:6-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。