§10Διογένης
ἃ δὲ μάλιστα δεῖ προσεῖναι, ταῦτά ἐστιν·
ディオゲネス:また、最も備わっていなければならないのは、次のようなことだ。
ἰταμὸν χρὴ εἶναι καὶ θρασὺν καὶ λοιδορεῖσθαι πᾶσιν ἑξῆς καὶ βασιλεῦσι καὶ ἰδιώταις·
執拗で図々しくあるべきであり、王であれ一般市民であれ、誰彼構わず順番に罵るべきだ。
οὕτω γὰρ ἀποβλέψονταί σε καὶ ἀνδρεῖον ὑπολήψονται.
そうすれば人々はお前を刮目して見、勇敢な男だと思うだろう。
βάρβαρος δὲ ἡ φωνὴ ἔστω καὶ ἀπηχὲς τὸ φθέγμα καὶ ἀτεχνῶς ὅμοιον κυνί, καὶ πρόσωπον δὲ ἐντεταμένον καὶ βάδισμα τοιούτῳ προσώπῳ πρέπον, καὶ ὅλως θηριώδη τὰ πάντα καὶ ἄγρια.
そして声は粗野であり、発声は不快で、全く犬のようであるべきだ。 顔つきは引き締まり、歩き方はそのような顔つきにふさわしいものであるべきだ。 要するに、すべてが獣のようで狂暴であるべきだ。
αἰδὼς δὲ καὶ ἐπιείκεια καὶ μετριότης ἀπέστω, καὶ τὸ ἐρυθριᾶν ἀπόξυσον τοῦ προσώπου παντελῶς.
恥じらいや寛容、中庸は遠ざけ、赤面することを顔から完全に削ぎ落とせ。
δίωκε δὲ τὰ πολυανθρωπότατα τῶν χωρίων, καὶ ἐν αὐτοῖς τούτοις μόνος καὶ ἀκοινώνητος εἶναι θέλε μὴ φίλον, μὴ ξένον προσιέμενος·
最も人の多い場所を追い求め、そうした場所にあっても、友も客人も近づけず、独りで非社交的であることを望め。
κατάλυσις γὰρ τὰ τοιαῦτα τῆς ἀρχῆς.
そのようなものは支配力を破壊するものだからだ。
ἐν ὄψει δὲ πάντων, ἃ μηδὲ ἰδίᾳ ποιήσειεν ἄν τις, θαρρῶν ποίει, καὶ τῶν ἀφροδισίων αἱροῦ τὰ γελοιότερα, καὶ τέλος, ἤν σοι δοκῇ, πολύποδα ὠμὸν ἢ σηπίαν φαγὼν ἀπόθανε.
誰もが目にする前で、私的な場所でさえ誰も行わないようなことを、堂々と行え。 そして性的な事柄については、より滑稽なものを選び、最後には、もしお望みなら、生のタコかイカを食べて死ぬがよい。
ταύτην σοι τὴν εὐδαιμονίαν προξενοῦμεν.
これがお前に我々がもたらしてやる幸福だ。
§11Ἀγοράστης
ἄπαγε·
買い手:あっちへ行け。
μιαρὰ γὰρ καὶ οὐκ ἀνθρώπινα λέγεις.
お前の言うことは不潔で、人間業ではない。
Διογένης
ἀλλὰ ῥᾷστά γε, ὦ οὗτος, καὶ πᾶσιν εὐχερῆ μετελθεῖν·
ディオゲネス:だが、これこそ最もたやすく、誰にとっても追求しやすいのだぞ、お前。
οὐ γάρ σοι δεήσει παιδείας καὶ λόγων καὶ λήρων, ἀλλʼ ἐπίτομος αὕτη σοι πρὸς δόξαν ἡ ὁδός·
教養も、議論も、くだらないおしゃべりも必要ないのだから。 これは名声への近道だ。
κἂν ἰδιώτης ᾖς, ἤτοι σκυτοδέψης ἢ ταριχοπώλης ἢ τέκτων ἢ τραπεζίτης, οὐδέν σε κωλύσει θαυμαστὸν εἴναι, ἢν μόνον ἡ ἀναίδεια καὶ τὸ θράσος παρῇ καὶ λοιδορεῖσθαι καλῶς ἐκμάθῃς.
たとえお前が一般市民であって、革なめし職人であれ、塩魚売りであれ、大工であれ、両替商であれ、厚かましさと不敵ささえ備わっており、悪口を言うことをよく心得てさえいれば、お前が素晴らしい存在になるのを妨げるものは何もない。
Ἀγοράστης
πρὸς ταῦτα μὲν οὐ δέομαί σου.
買い手:そのようなことのために、お前は必要ない。
ναύτης δʼ ἂν ἴσως ἢ κηπουρὸς ἐν καιρῷ γένοιο, καὶ ταῦτα, ἢν ἐθέλῃ σε ἀποδόσθαι οὑτοσὶ τὸ μέγιστον δύʼ ὀβολῶν.
だが、船乗りか庭師になら、いつか役に立つかもしれないな。 それも、この男がお前をせいぜい2オボロスで売ってくれるならの話だが。
Ἑρμῆς
ἔχε λαβών·
ヘルメス:彼を引き取ってくれ。
καὶ γὰρ ἄσμενοι ἀπαλλαξόμεθα ἐνοχλοῦντος αὐτοῦ καὶ βοῶντος καὶ ἅπαντας ἁπαξαπλῶς ὑβρίζοντος καὶ ἀγορεύοντος κακῶς.
彼が我々を煩わせ、大声を上げ、あらゆる人々をことごとく侮辱し、悪口を言い散らすのから、我々も喜んで解放されたいのだから。
§12Ζεύς
ἄλλον κάλει τὸν Κυρηναῖον, τὸν ἐν τῇ πορφυρίδι, τὸν ἐστεφανωμένον.
ゼウス:別の者を呼べ、あのキュレネ出身の、紫衣をまとい、冠を戴いた者を。
Ἑρμῆς
ἄγε δή, πρόσεχε πᾶς·
ヘルメス:さあ、みな注目!
πολυτελὲς τὸ χρῆμα καὶ πλουσίων δεόμενον.
高価な品物で、金持ちを必要としています。
βίος οὗτος ἥδιστος, βίος τρισμακάριστος.
この生は極めて快く、三度祝福された生です。
τίς ἐπιθυμεῖ τρυφῆς;
贅沢を望むのは誰ですか?
τίς ὠνεῖται τὸν ἁβρότατον;
最も優雅な者を買い取るのは誰ですか?
Ἀγοράστης
ἐλθὲ σὺ καὶ λέγε ἅπερ εἰδὼς τυγχάνεις·
買い手:こちらへ来て、お前が知っていることを言ってくれ。
ὠνήσομαι γάρ σε, ἢν ὠφέλιμος ᾖς.
もし役に立つなら、お前を買い取ろう。
Ἑρμῆς
μὴ ἐνόχλει αὐτόν, ὦ βέλτιστε, μηδὲ ἀνάκρινε·
ヘルメス:我が友よ、彼を煩わせたり、尋問したりしてはなりません。
μεθύει γάρ.
酔っ払っているのですから。
ὥστε οὐκ ἂν ἀποκρίναιτό σοι, τὴν γλῶτταν, ὡς ὁρᾷς, διολισθάνων.
ですから、ご覧の通り、舌をもつれさせてお前には答えないでしょう。
Ἀγοράστης
καὶ τίς ἂν εὖ φρονῶν πρίαιτο διεφθαρμένον οὕτω καὶ ἀκόλαστον ἀνδράποδον;
買い手:正気の人間のうち、これほど堕落し節度のない奴隷を誰が買うだろうか。
ὅσον δὲ καὶ ἀποπνεῖ μύρων, ὡς δὲ καὶ σφαλερὸν βαδίζει καὶ παράφορον.
どれほど香油の匂いを漂わせ、どれほど足取りが危うくふらついていることか。
ἀλλὰ κἂν σύ γε, ὦ Ἑρμῆ, λέγε ὁποῖα πρόσεστιν αὐτῷ καὶ ἃ μετιὼν τυγχάνει.
しかしヘルメスよ、少なくともお前の方から、彼にどのような性質が備わっており、何を追求しているのかを言ってくれ。
Ἑρμῆς
τὸ μὲν ὅλον, συμβιῶναι δεξιὸς καὶ συμπιεῖν ἱκανὸς καὶ κωμάσαι μετὰ αὐλητρίδος ἐπιτήδειος ἐρῶντι καὶ ἀσώτῳ δεσπότῃ·
ヘルメス:全体としては、共に暮らすのに巧みであり、共に飲むのに適しており、恋に溺れ放蕩な主人のために、笛吹き女と共に大騒ぎするのにうってつけです。
τὰ ἄλλα δὲ πεμμάτων ἐπιστήμων καὶ ὀψοποιὸς ἐμπειρότατος, καὶ ὅλως σοφιστὴς ἡδυπαθείας.
その他には、菓子の知識があり、極めて経験豊かな料理人であり、要するに快楽のソフィストです。
ἐπαιδεύθη μὲν οὖν Ἀθήνησιν, ἐδούλευσε δὲ καὶ περὶ Σικελίαν τοῖς τυράννοις καὶ σφόδρα εὐδοκίμει παρʼ αὐτοῖς.
彼はアテナイで教育を受け、シケリア周辺の僭主たちに仕え、彼らのもとで大いに評判を得ました。
τὸ δὲ κεφάλαιον τῆς προαιρέσεως, ἁπάντων καταφρονεῖν, ἅπασι χρῆσθαι, πανταχόθεν ἐρανίζεσθαι τὴν ἡδονήν.
彼の志の要点は、あらゆるものを軽蔑し、あらゆるものを利用し、あらゆる場所から快楽をかき集めることです。
Ἀγοράστης
ὥρα σοι ἄλλον περιβλέπειν τῶν πλουσίων τούτων καὶ πολυχρημάτων·
買い手:お前は、これら金持ちで財産のある別の者たちの間で買い手を見回した方がよさそうだ。
ἐγὼ μὲν γὰρ οὐκ ἐπιτήδειος ἱλαρὸν ὠνεῖσθαι βίον.
私には、このような陽気な生を買い取る余裕はないのでな。
Ἑρμῆς
Ἄπρατος ἔοικεν ἡμῖν οὗτος, ὦ Ζεῦ, μένειν.
ヘルメス:ゼウスよ、この者は売れ残ったままになりそうです。
§13Ζεύς
Μετάστησον·
ゼウス:下がらせよ。
ἄλλον παράγε·
別の者を引き出せ。
μᾶλλον δὲ τὼ δύο τούτω, τὸν γελῶντα τὸν Ἀβδηρόθεν καὶ τὸν κλάοντα τὸν ἐξ Ἐφέσου·
いや、むしろあの二人の者、アブデラから来た笑う者と、エフェソスから来た泣く者をな。
ἅμα γὰρ αὐτὼ πεπρᾶσθαι βούλομαι.
二人は同時に売りたいのだ。
Ἑρμῆς
κατάβητον ἐς τὸ μέσον.
ヘルメス:中央へ降りてきなさい。
τὼ ἀρίστω βίω πωλῶ, τὼ σοφωτάτω πάντων ἀποκηρύττομεν.
最も優れた二つの生を売り出します。 すべての中で最も知恵ある二人を競売にかけます。
Ἀγοράστης
ὦ Ζεῦ τῆς ἐναντιότητος.
買い手:おお、ゼウスよ、なんと対照的な。
ὁ μὲν οὐ διαλείπει γελῶν, ὁ δέ τινα ἔοικε πενθεῖν·
一方は笑うのをやめず、他方は誰かを悼んでいるかのようだ。
δακρύει γοῦν τὸ παράπαν.
少なくとも完全に涙を流している。
τί ταῦτα, ὦ οὗτος;
これはいったいどういうことだ、そこのお前?
τί γελᾷς;
なぜ笑っているのだ?
Δημόκριτος
ἐρωτᾷς;
デモクリトス:尋ねるのか?
ὅτι μοι γελοῖα πάντα δοκέει τὰ πρήγματα ὑμέων καὶ αὐτοὶ ὑμέες.
私には、お前たちの事柄のすべてとお前たち自身が滑稽に見えるからだ。
Ἀγοράστης
πῶς λέγεις;
買い手:どういうことだ?
καταγελᾷς ἡμῶν ἁπάντων καὶ παρʼ οὐδὲν τίθεσαι τὰ ἡμέτερα πράγματα;
お前は我々全員を嘲笑し、我々の事柄を無に等しいと考えているのか?
Δημόκριτος
ὧδε ἔχει·
デモクリトス:その通りだ。
σπουδαῖον γὰρ ἐν αὐτέοισιν οὐδέν, κενεὰ δὲ πάντα καὶ ἀτόμων φορὴ καὶ ἀπειρίη.
なぜなら、その中には真剣なものは何もなく、すべてが空虚であり、原子の運動と無限にすぎないからだ。
Ἀγοράστης
οὐ μὲν οὖν, ἀλλὰ σὺ κενὸς ὡς ἀληθῶς καὶ ἄπειρος.
買い手:そうではない、本当に空虚で無知なのはお前の方だ。