Humanitext Reader

琉善 · 哲学学派的拍卖 §14-18

赫拉克利特流拍与苏格拉底竞价成交

第 4 段,共 7 段 · 希腊语

内容简介

继德谟克利特之后,赫拉克利特哀叹人世无常,但因其晦涩的教义而未能售出。接着苏格拉底登场,宣讲少年爱、妇女共有以及理念论,最终以高价成交。

§14Ἀγοράστης ὢ τῆς ὕβρεως, οὐ παύσῃ γελῶν;
买主何等无礼,你不能停止发笑吗?
σὺ δὲ τί κλάεις, ὦ βέλτιστε;
至于你,我的好人,你为什么哭泣?
πολὺ γὰρ οἶμαι κάλλιον σοὶ προσλαλεῖν.
因为我觉得与你交谈要好得多。
Ἡράκλειτος ἡγέομαι γάρ, ὦ ξεῖνε, τὰ ἀνθρωπήϊα πρήγματα ὀϊζυρὰ καὶ δακρυώδεα καὶ οὐδὲν αὐτέων ὅ τι μὴ ἐπικήριον·
赫拉克利特因为,外邦人啊,我认为人类的事务是悲惨和令人流泪的,其中没有一样不是注定要毁灭的。
τὸ δὴ οἰκτείρω τε σφέας καὶ ὀδύρομαι, καὶ τὰ μὲν παρεόντα οὐ δοκέω μεγάλα, τὰ δὲ ὑστέρῳ χρόνῳ ἐσόμενα πάμπαν ἀνιηρά, λέγω δὲ τὰς ἐκπυρώσιας καὶ τὴν τοῦ ὅλου συμφορήν·
因此,我怜悯并哀悼他们;在我看来,眼前的事物并不重大,而以后将要发生的事物则完全是痛苦的——我指的是大火灾和宇宙的浩劫。
ταῦτα ὀδύρομαι καὶ ὅτι ἔμπεδον οὐδέν, ἀλλʼ ὅκως ἐς κυκεῶνα τὰ πάντα συνειλέονται καί ἐστι τὠυτὸ τέρψις ἀτερψίη, γνῶσις ἀγνωσίη, μέγα μικρόν, ἄνω κάτω περιχωρέοντα καὶ ἀμειβόμενα ἐν τῇ τοῦ αἰῶνος παιδιῇ.
我哀悼这些,也哀悼没有什么事是稳固的,万物就像混合饮料(基克翁)一样被搅和在一起,相同的物事既是快乐又是不快乐,既是知识又是无知,既是伟大又是微小,在时光的游玩中上下盘旋,相互转化。
Ἀγοράστης τί γὰρ ὁ αἰών ἐστι;
买主那么时光(或:永恒)是什么?
Ἡράκλειτος παῖς παίζων, πεσσεύων, διαφερόμενος, συμφερόμενος.
赫拉克利特一个正在玩耍、掷棋子、分道详镳又聚在一起的孩子。
Ἀγοράστης τί δὲ ἄνθρωποι;
买主那人类是什么?
Ἡράκλειτος θεοὶ θνητοί.
赫拉克利特必死的诸神。
Ἀγοράστης τί δὲ θεοί;
买主那诸神又是什么?
Ἡράκλειτος ἄνθρωποι ἀθάνατοι.
赫拉克利特不朽的人类。
Ἀγοράστης αἰνίγματα λέγεις, ὦ οὗτος, ἢ γρίφους συντίθης;
买主你这家伙,是在说谜语,还是在编谜题?
ἀτεχνῶς γὰρ ὥσπερ ὁ Λοξίας οὐδὲν ἀποσαφεῖς.
你完全像洛克西阿斯(阿波罗)一样,什么也没说明白。
Ἡράκλειτος οὐδὲν γάρ μοι μέλει ὑμέων.
赫拉克利特因为我根本不在乎你们。
Ἀγοράστης τοιγαροῦν οὐδὲ ὠνήσεταί σέ τις εὖ φρονῶν.
买主所以,任何神智清明的人都不会买你。
Ἡράκλειτος ἐγὼ δὲ κέλομαι πᾶσιν ἡβηδὸν οἰμώζειν, τοῖσιν ὠνεομένοισι καὶ τοῖσιν οὐκ ὠνεομένοισι.
赫拉克利特而我命令所有人,无论长幼,无论买还是不买,都放声大哭。
Ἀγοράστης τουτὶ τὸ κακὸν οὐ πόρρω μελαγχολίας ἐστίν·
买主这毛病离忧郁症不远了。
οὐδέτερον δὲ ὅμως αὐτῶν ἔγωγε ὠνήσομαι.
不过,他们两个我一个也不买。
Ἑρμῆς ἄπρατοι καὶ οὗτοι μένουσιν.
赫尔墨斯这两个也砸手里卖不掉了。
Ζεύς ἄλλον ἀποκήρυττε.
宙斯宣布出售另一个。
§15Ἑρμῆς βούλει τὸν Ἀθηναῖον ἐκεῖνον, τὸν στωμύλον;
赫尔墨斯你想要那个雅典人,那个贫嘴的家伙吗?
Ζεύς πάνυ μὲν οὖν.
宙斯正是如此。
Ἑρμῆς δεῦρο ἐλθὲ σύ.
赫尔墨斯你到这来。
βίον ἀγαθὸν καὶ συνετὸν ἀποκηρύττομεν.
我们出售一种善良、聪慧的生活。
τίς ὠνεῖται τὸν ἱερώτατον;
谁要买下这最神圣的人?
Ἀγοράστης εἰπέ μοι, τί μάλιστα εἰδὼς τυγχάνεις;
买主告诉我,你最懂的是什么?
Σωκράτης παιδεραστής εἰμι καὶ σοφὸς τὰ ἐρωτικά.
苏格拉底我是个少年爱者,在爱欲的事物上是聪慧的。
Ἀγοράστης πῶς οὖν ἐγὼ πρίωμαί σε;
买主那我怎么买你?
παιδαγωγοῦ γὰρ ἐδεόμην τῷ παιδὶ καλῷ ὄντι μοι.
我正需要一个家庭教师(派达哥戈斯)来管教我那长得俊美的儿子。
Σωκράτης τίς δʼ ἂν ἐπιτηδειότερος ἐμοῦ γένοιτο συνεῖναι καλῷ;
苏格拉底有谁能比我更适合伴随一个俊美的人?
καὶ γὰρ οὐ τῶν σωμάτων ἐραστής εἰμι, τὴν ψυχὴν δὲ ἡγοῦμαι καλήν.
因为我不是他们肉体的爱慕者,而是认为他们的灵魂是美丽的。
ἀμέλει κἂν ὑπὸ ταὐτὸν ἱμάτιόν μοι κατακέωνται, ἀκούσει αὐτῶν λεγόντων μηδὲν ὑπʼ ἐμοῦ δεινὸν παθεῖν.
总之,即使他们和我躺在同一件斗篷(希马提翁)下,你也会听到他们说,没有从我这里遭受任何可怕的事。
Ἀγοράστης ἄπιστα λέγεις, τὸ παιδεραστὴν ὄντα μὴ πέρα τῆς ψυχῆς πολυπραγμονεῖν, καὶ ταῦτα ἐπʼ ἐξουσίας, ὑπὸ τῷ αὐτῷ ἱματίῳ κατακείμενον.
买主你说的真是令人难以置信,身为少年爱者,竟然不探求灵魂以外的事,更何况还是在同一件斗篷下躺着、大有可为的时候。
§16Σωκράτης καὶ μὴν ὀμνύω γέ σοι τὸν κύνα καὶ τὴν πλάτανον οὕτω ταῦτα ἔχειν.
苏格拉底然而,我向你以狗和梧桐树起誓,事情确是如此。
Ἀγοράστης Ἡράκλεις τῆς ἀτοπίας τῶν θεῶν.
买主赫拉克勒斯啊,真是奇特的神明!
Σωκράτης τί σὺ λέγεις;
苏格拉底你在说什么?
οὐ δοκεῖ σοι ὁ κύων εἶναι θεός;
你不认为狗是神吗?
οὐχ ὁρᾷς τὸν Ἄνουβιν ἐν Αἰγύπτῳ ὅσος;
你没看见埃及的阿努比斯有多么伟大吗?
καὶ τὸν ἐν οὐρανῷ Σείριον καὶ τὸν παρὰ τοῖς κάτω Κέρβερον;
还有天空中的天狼星,以及阴间的刻耳贝洛斯?
§17Ἀγοράστης Εὖ λέγεις, ἐγὼ δὲ διημάρτανον.
买主你说得对,是我弄错了。
ἀλλὰ τίνα βιοῖς τὸν τρόπον;
不过,你过着怎样的生活方式?
Σωκράτης οἰκῶ μὲν ἐμαυτῷ τινα πόλιν ἀναπλάσας, χρῶμαι δὲ πολιτείᾳ ξένῃ καὶ νόμους νομίζω τοὺς ἐμούς.
苏格拉底我居住在为自己虚构的某座城市里,使用一种外来的政体,并以我自己的法律为法律。
Ἀγοράστης ἓν ἐβουλόμην ἀκοῦσαι τῶν δογμάτων.
买主我想听听你的一条教条。
Σωκράτης ἄκουε δὴ τὸ μέγιστον, ὃ περὶ τῶν γυναικῶν μοι δοκεῖ· μηδεμίαν αὐτῶν μηδενὸς εἶναι μόνου, παντὶ δὲ μετεῖναι τῷ βουλομένῳ τοῦ γάμου.
苏格拉底那么听听最重大的、关于我对女性的看法:她们中的任何一个都不属于任何单一的男人,而是任何想要的人都可以共享婚姻。
Ἀγοράστης τοῦτο φής, ἀνῃρῆσθαι τοὺς περὶ μοιχείας νόμους;
买主你是说,关于通奸的法律被废除了吗?
Σωκράτης νὴ Δία, καὶ ἁπλῶς γε πᾶσαν τὴν περὶ τὰ τοιαῦτα μικρολογίαν.
苏格拉底是的,凭宙斯起誓,而且是干脆废除关于这些事的所有繁文缛节。
Ἀγοράστης τί δὲ περὶ τῶν ἐν ὥρᾳ παίδων σοι δοκεῖ;
买主那你对风华正茂的少年怎么看?
Σωκράτης καὶ οὗτοι ἔσονται τοῖς ἀρίστοις ἆθλον φιλῆσαι λαμπρόν τι καὶ νεανικὸν ἐργασαμένοις.
苏格拉底他们也将成为最杰出者的奖赏,奖赏那些做出了辉煌而充满朝气的事迹的人——去亲吻他们。
§18Ἀγοράστης βαβαὶ τῆς φιλοδωρίας.
买主天哪(巴拜),真是慷慨!
τῆς δὲ σοφίας τί σοι τὸ κεφάλαιον;
那你智慧的要旨是什么?
Σωκράτης αἱ ἰδέαι καὶ τὰ τῶν ὄντων παραδείγματα· ὁπόσα γὰρ δὴ ὁρᾷς, τὴν γῆν, τὰ ἐπὶ γῆς, τὸν οὐρανόν, τὴν θάλατταν, ἁπάντων τούτων εἰκόνες ἀφανεῖς ἑστᾶσιν ἔξω τῶν ὅλων.
苏格拉底是理念(idea)和存在之物的原型(paradeigma);因为凡是你所看到的——大地、大地之上的事物、天空、海洋——所有这些事物的无形形像(eikon)都立于宇宙之外。
Ἀγοράστης ποῦ δὲ ἑστᾶσιν;
买主那它们立在何处?
Σωκράτης οὐδαμοῦ· εἰ γάρ που εἶεν, οὐκ ἂν εἶεν.
苏格拉底无处不在;因为如果它们在某处,它们就不存在了。
Ἀγοράστης οὐχ ὁρῶ ταῦθʼ ἅπερ λέγεις τὰ παραδείγματα.
买主我看不见你所说的这些原型。
Σωκράτης εἰκότως· τυφλὸς γὰρ εἶ τῆς ψυχῆς τὸν ὀφθαλμόν.
苏格拉底理所当然,因为你灵魂的眼睛瞎了。
ἐγὼ δὲ πάντων ὁρῶ εἰκόνας καὶ σὲ ἀφανῆ κἀμὲ ἄλλον, καὶ ὅλως διπλᾶ πάντα.
但我能看见万物的形像,一个无形的你,另一个我,总之,一切都是双重的。
Ἀγοράστης τοιγαροῦν ὠνητέος εἶ σοφὸς καὶ ὀξυδερκής τις ὤν.
买主那确实应该买下你,既然你如此聪慧且目光敏锐。
φέρε ἴδω τί καὶ πράξεις με ὑπὲρ αὐτοῦ σύ;
来,让我看看,你要为他收我多少钱?
Ἑρμῆς δὸς δύο τάλαντα.
赫尔墨斯给我两个塔兰同。
Ἀγοράστης Ὠνησάμην ὅσου φής.
买主我按你说的价格买下他了。
τἀργύριον μέντοι εἰς αὖθις καταβαλῶ.
不过,钱我迟些再付。

词汇与语法注释

  1. 14τὸ — 在赫拉克利特的爱奥尼亚方言中,中性单数冠词 `τὸ` 起到了关系代词(或在句首用作指示代词表示“因此”的副词性对格)的作用。它可以作为主句动词 `οἰκτείρω`(怜悯)的宾语,或是引入悲叹原因的对格。
  2. 14ἐς κυκεῶνα — “向着混合饮料(kykeon)”。引用了赫拉克利特的著名残篇(DK 125B:“如果不搅拌,混合饮料也会分离”)。这里通过介词 `ἐς` 搭配宾格,形象地描述了万物混合、处于不断流转变化的混沌状态。
  3. 15τὸ ... πολυπραγμονεῖν — 带有冠词 `τὸ` 的不定式从句,作为前文形容词 `ἄπιστα`(难以置信)的同位语或感叹对格。该不定式 `πολυπραγμονεῖν` 的逻辑主语是宾格分词短语 `παιδεραστὴν ὄντα`(作为少年爱者)。
  4. 18εἰ γάρ που εἶεν, οὐκ ἂν εἶεν — 这是一个假设条件句,前件(`εἰ ... εἶεν`)和后件(`οὐκ banquet εἶεν`)均使用希求法,表达一种潜在的假定。它展现了柏拉图式的悖论:如果理念存在于“某处”(即具体的物理空间中),它们作为超越性理念就不复存在了。

引用这一段

琉善, 哲学学派的拍卖 §14-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg024.humanitext-grc2:14-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。