Humanitext Reader

琉善 · 蒂蒙或愤世嫉俗者 §15-19

普路托斯对挥霍与囤积的批评及宙斯的劝说

第 4 段,共 12 段 · 希腊语

内容简介

普路托斯用婚姻的比喻向宙斯解释了极端挥霍和过度囤积财富的荒谬性,并表达了对蒂蒙的不信任,但宙斯向他保证蒂蒙已吸取教训,并命令他们去使蒂蒙富有。

§15Πλοῦτος καὶ μὴν εἴ γε τἀληθὲς ἐξετάζοις, ἄμφω σοι εὔλογα δόξω ποιεῖν·
普路托斯而且,如果您探求真相,您会觉得我在两件事上做得很合理。
τοῦ τε γὰρ Τίμωνος τὸ πάνυ τοῦτο ἀνειμένον ἀμελὲς καὶ οὐκ εὐνοϊκὸν ὡς πρὸς ἐμὲ εἰκότως ἂν δοκοίη· τούς τε αὖ κατάκλειστον ἐν θύραις καὶ σκότῳ φυλάττοντας, ὅπως αὐτοῖς παχύτερος γενοίμην καὶ πιμελὴς καὶ ὑπέρογκος ἐπιμελουμένους, οὔτε προσαπτομένους αὐτοὺς οὔτε ἐς τὸ φῶς προάγοντας, ὡς μηδὲ ὀφθείην πρός τινος, ἀνοήτους ἐνόμιζον εἶναι καὶ ὑβριστάς, οὐδὲν ἀδικοῦντά με ὑπὸ τοσούτοις δεσμοῖς κατασήποντας, οὐκ εἰδότας ὡς μετὰ μικρὸν ἀπίασιν ἄλλῳ τινὶ τῶν εὐδαιμόνων με καταλιπόντες.
因为蒂蒙那极度放任的疏忽和对我缺乏善意,自然会被认为是应受指责的;而另一方面,那些把我锁在门内和黑暗中看守,用心让我为他们变得更胖、更丰满、更庞大,他们自己既不触碰,也不把我带到光亮处,以至于我不被任何人看见的人——我认为他们愚蠢且带有侮辱性,把我这无辜之人腐烂在如此多的锁链之下,却不知道在不久之后,他们就会离去,把我留给其他某个幸运的人。
§16Πλοῦτος οὔτʼ οὖν ἐκείνους οὔτε τοὺς πάνυ προχείρους εἰς ἐμὲ τούτους ἐπαινῶ, ἀλλὰ τούς, ὅπερ ἄριστόν ἐστι, μέτρον ἐπιθήσοντας τῷ πράγματι καὶ μήτε ἀφεξομένους τὸ παράπαν μήτε προησομένους τὸ ὅλον.
普路托斯因此,我既不赞美那些人,也不赞美这些对我极度挥霍的人,而是赞美那些——这才是最美好的——给这件事情加上“中庸”限制的人,他们既不完全不碰,也不把一切都扔掉。
σκόπει γάρ, ὦ Ζεῦ, πρὸς τοῦ Διός.
宙斯啊,指着宙斯发誓,请您考虑一下。
εἴ τις νόμῳ γήμας γυναῖκα νέαν καὶ καλὴν ἔπειτα μήτε φυλάττοι μήτε ζηλοτυποῖ τὸ παράπαν, ἀφιεὶς καὶ βαδίζειν ἔνθα ἐθέλοι νύκτωρ καὶ μεθʼ ἡμέραν καὶ συνεῖναι τοῖς βουλομένοις, μᾶλλον δὲ αὐτὸς ἀπάγοι μοιχευθησομένην ἀνοίγων τὰς θύρας καὶ μαστροπεύων καὶ πάντας ἐπʼ αὐτὴν καλῶν, ἆρα ὁ τοιοῦτος ἐρᾶν δόξειεν ἄν;
如果有人依法娶了一个年轻美貌的女子,然后既不看守她,也完全不嫉妒,任由她日夜去她想去的地方,和她喜欢的人在一起,甚至自己主动开门,扮演拉皮条的角色,把所有人都招引到她身边以使其通奸,这样的人能被看作是在爱她吗?
οὐ σύ γε, ὦ Ζεῦ, τοῦτο φαίης ἄν, ἐρασθεὶς πολλάκις.
宙斯啊,您至少绝不会这样说,因为您自己就曾多次恋爱。
§17Πλοῦτος εἰ δέ τις ἔμπαλιν ἐλευθέραν γυναῖκα εἰς τὴν οἰκίαν νόμῳ παραλαβὼν ἐπʼ ἀρότῳ παίδων γνησίων, ὁ δὲ μήτε αὐτὸς προσάπτοιτο ἀκμαίας καὶ καλῆς παρθένου μήτε ἄλλῳ προσβλέπειν ἐπιτρέποι, ἄγονον δὲ καὶ στεῖραν κατακλείσας παρθενεύοι, καὶ ταῦτα ἐρᾶν φάσκων καὶ δῆλος ὢν ἀπὸ τῆς χρόας καὶ τῆς σαρκὸς ἐκτετηκυίας καὶ τῶν ὀφθαλμῶν ὑποδεδυκότων, ἔσθʼ ὅπως ὁ τοιοῦτος οὐ παραπαίειν δόξειεν ἄν, δέον παιδοποιεῖσθαι καὶ ἀπολαύειν τοῦ γάμου, καταμαραίνων εὐπρόσωπον οὕτω καὶ ἐπέραστον κόρην καθάπερ ἱέρειαν τῇ Θεσμοφόρῳ τρέφων διὰ παντὸς τοῦ βίου;
普路托斯相反,如果有人依法把一个自由身的女子娶进家门,为了耕作以生育合法的子嗣,而他自己却既不碰这正值青春美貌的少女,也不允许别人看她,而是把她关在家里,无子不孕,让她守贞,而且他还声称自己爱她,并且这从他的脸色、消瘦的肉体和凹陷的眼睛中都明显看得出来——这样的人怎么可能不被看作是疯了呢? 他本该生儿育女并享受婚姻,却让一个如此美丽动人的姑娘枯萎,让她一生都像供奉特斯莫波洛斯的祭司一样生活。
ταῦτα καὶ αὐτὸς ἀγανακτῶ, πρὸς ἐνίων μὲν ἀτίμως λακτιζόμενος καὶ λαφυσσόμενος καὶ ἐξαντλούμενος, ὑπʼ ἐνίων δὲ ὥσπερ στιγματίας δραπέτης πεπεδημένος.
为了这些事,我自己也感到愤慨:我被一些人无情地踢踹、吞噬、榨干,又被另一些人像烙上印记的逃跑奴隶一样捆绑着。
§18Ζεύς τί οὖν ἀγανακτεῖς κατʼ αὐτῶν;
宙斯那么你为什么对他们感到愤慨呢?
διδόασι γὰρ ἄμφω καλὴν τὴν δίκην, οἱ μὲν ὥσπερ ὁ Τάνταλος ἄποτοι καὶ ἄγευστοι καὶ ξηροὶ τὸ στόμα, ἐπικεχηνότες μόνον τῷ χρυσίῳ, οἱ δὲ καθάπερ ὁ Φινεὺς ἀπὸ τῆς φάρυγγος τὴν τροφὴν ὑπὸ τῶν Ἁρπυιῶν ἀφαιρούμενοι.
因为他们双方都得到了应有的惩罚:一些人就像坦塔罗斯一样,无水可饮、无食可尝、口干舌燥,只是对着黄金张大嘴巴;另一些人就像菲纽斯一样,食物被哈耳庇厄们从喉咙口夺走。
ἀλλʼ ἄπιθι ἤδη σωφρονεστέρῳ παρὰ πολὺ τῷ Τίμωνι ἐντευξόμενος.
不过,你现在去吧,你将会遇到一个比以前理智得多的蒂蒙。
Πλοῦτος ἐκεῖνος γάρ ποτε παύσεται ὥσπερ ἐκ κοφίνου τετρυπημένου, πρὶν ὅλως εἰσρυῆναί με, κατὰ σπουδὴν ἐξαντλῶν, φθάσαι βουλόμενος τὴν ἐπιρροήν, μὴ ὑπέραντλος εἰσπεσὼν ἐπικλύσω αὐτόν;
普路托斯因为他难道会停止像从有洞的篮子里汲水一样,在我完全流入之前就急忙榨干我,企图抢在流入之前,以免我像洪水般涌入将他淹没吗?
ὥστε ἐς τὸν τῶν Δαναΐδων πίθον ὑδροφορήσειν μοι δοκῶ καὶ μάτην ἐπαντλήσειν, τοῦ κύτους μὴ στέγοντος, ἀλλὰ πρὶν εἰσρυῆναι σχεδὸν ἐκχυθησομένου τοῦ ἐπιρρέοντος· οὕτως εὐρύτερον τὸ πρὸς τὴν ἔκχυσιν κεχηνὸς τοῦ πίθου καὶ ἀκώλυτος ἡ ἔξοδος.
所以,我想我是在往达那伊得斯姐妹的木桶里打水,徒劳地灌注,因为这器皿不保水,流入的水还没等流进去就几乎漏光了;那木桶用于流出的裂口太宽了,而且出口毫无阻碍。
§19Ζεύς οὐκοῦν εἰ μὴ ἐμφράξεται τὸ κεχηνὸς τοῦτο καὶ ἔσται ἅπαξ ἀναπεπταμένον, ἐκχυθέντος ἐν βραχεῖ σου ῥᾳδίως εὑρήσει τὴν διφθέραν αὖθις καὶ τὴν δίκελλαν ἐν τῇ τρυγὶ τοῦ πίθου.
宙斯因此,如果他不把这裂口堵住,而让它一直敞开,那么在你短时间内流光之后,他会很容易在木桶的渣滓里再次找到他的皮衣和锄头。
ἀλλʼ ἄπιτε ἤδη καὶ πλουτίζετε αὐτόν·
但是,你们现在去吧,让他富裕起来。
σὺ δὲ μέμνησο, ὦ Ἑρμῆ, ἐπανιὼν πρὸς ἡμᾶς ἄγειν τοὺς Κύκλωπας ἐκ τῆς Αἴτνης, ὅπως τὸν κεραυνὸν ἀκονήσαντες ἐπισκευάσωσιν· ὡς ἤδη γε τεθηγμένου αὐτοῦ δεησόμεθα.
赫尔墨斯,你回到我们这里时,记住要把埃特纳火山的独眼巨人带过来,让他们把霹雳磨砺好并修缮一下;因为我们很快就会需要磨好锋刃的霹雳了。

词汇与语法注释

  1. §15τοῦ τε γὰρ Τίμωνος τὸ πάνυ τοῦτο ἀνειμένον ἀμελὲς καὶ οὐκ εὐνοϊκὸν ὡς πρὸς ἐμὲ εἰκότως ἂν δοκοίη — 主句动词 δοκοίη ἄν 的主语是中性名词短语 τὸ πάνυ τοῦτο ἀνειμένον ἀμελὲς καὶ οὐκ εὐνοϊκόν(这种极度放任的疏忽和缺乏善意)。在语境中,它暗指“(被认为是应受指责的/荒谬的)”,或者省略了如 ἄτοπον 这样的形容词作为表语。
  2. §16τοὺς πάνυ προχείρους εἰς ἐμὲ — 字面意思是“对我极其手快(大方)的人”,在此语境下指那些毫不吝惜、迅速挥霍金钱(普路托斯)的人。
  3. §17ἐπʼ ἀρότῳ παίδων γνησίων — 这一比喻源于古典时期雅典婚姻契约中传统使用的公式化表达(“为了耕作以生育合法子嗣”),将农业中的“耕作”比作女性身体的生育。
  4. §17δέον — 无人称动词 δεῖ(应当)的中性分词单数宾格 δέον 构成宾格绝对(accusative absolute),表示让步或对比(“本该……却……”)。
  5. §18μὴ ὑπέραντλος εἰσπεσὼν ἐπικλύσω αὐτόν — 使用 μὴ + 虚拟语气表示担忧或恐惧。它修饰前文的 παύσεται ... ἐξαντλῶν(他会停止汲水吗),意为“(他如此急忙汲水,是否是)担心我像过多的积水般涌入从而将他淹没”。

引用这一段

琉善, 蒂蒙或愤世嫉俗者 §15-19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg022.humanitext-grc2:15-19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。