§15Πλοῦτος
καὶ μὴν εἴ γε τἀληθὲς ἐξετάζοις, ἄμφω σοι εὔλογα δόξω ποιεῖν·
Plutus And indeed, if you should examine the truth, I will seem to you to act reasonably in both cases.
τοῦ τε γὰρ Τίμωνος τὸ πάνυ τοῦτο ἀνειμένον ἀμελὲς καὶ οὐκ εὐνοϊκὸν ὡς πρὸς ἐμὲ εἰκότως ἂν δοκοίη· τούς τε αὖ κατάκλειστον ἐν θύραις καὶ σκότῳ φυλάττοντας, ὅπως αὐτοῖς παχύτερος γενοίμην καὶ πιμελὴς καὶ ὑπέρογκος ἐπιμελουμένους, οὔτε προσαπτομένους αὐτοὺς οὔτε ἐς τὸ φῶς προάγοντας, ὡς μηδὲ ὀφθείην πρός τινος, ἀνοήτους ἐνόμιζον εἶναι καὶ ὑβριστάς, οὐδὲν ἀδικοῦντά με ὑπὸ τοσούτοις δεσμοῖς κατασήποντας, οὐκ εἰδότας ὡς μετὰ μικρὸν ἀπίασιν ἄλλῳ τινὶ τῶν εὐδαιμόνων με καταλιπόντες.
For Timon's utterly loose neglect and lack of goodwill toward me would naturally seem to be blameworthy; while on the other hand, those who guard me locked up within doors and in darkness, taking care that I should become fatter, plump, and overgrown for them, neither touching me themselves nor bringing me out into the light, so that I might not even be seen by anyone—I used to consider them foolish and insulting, rotting me under so many fetters though I did no wrong, not knowing that after a short while they will depart, leaving me to some other of the fortunate.
§16Πλοῦτος
οὔτʼ οὖν ἐκείνους οὔτε τοὺς πάνυ προχείρους εἰς ἐμὲ τούτους ἐπαινῶ, ἀλλὰ τούς, ὅπερ ἄριστόν ἐστι, μέτρον ἐπιθήσοντας τῷ πράγματι καὶ μήτε ἀφεξομένους τὸ παράπαν μήτε προησομένους τὸ ὅλον.
Plutus Therefore, I praise neither those men nor these who are utterly careless with me, but those who, which is the best thing, will impose a limit on the matter and neither abstain altogether nor throw everything away.
σκόπει γάρ, ὦ Ζεῦ, πρὸς τοῦ Διός.
For consider, O Zeus, by Zeus!
εἴ τις νόμῳ γήμας γυναῖκα νέαν καὶ καλὴν ἔπειτα μήτε φυλάττοι μήτε ζηλοτυποῖ τὸ παράπαν, ἀφιεὶς καὶ βαδίζειν ἔνθα ἐθέλοι νύκτωρ καὶ μεθʼ ἡμέραν καὶ συνεῖναι τοῖς βουλομένοις, μᾶλλον δὲ αὐτὸς ἀπάγοι μοιχευθησομένην ἀνοίγων τὰς θύρας καὶ μαστροπεύων καὶ πάντας ἐπʼ αὐτὴν καλῶν, ἆρα ὁ τοιοῦτος ἐρᾶν δόξειεν ἄν;
If someone having lawfully married a young and beautiful woman should then neither guard her nor be jealous at all, letting her go wherever she wishes night and day and be with whomsoever she pleases, or rather himself leading her to be adulterated, opening the doors and playing the pimp and inviting everyone to her, would such a man seem to love her?
οὐ σύ γε, ὦ Ζεῦ, τοῦτο φαίης ἄν, ἐρασθεὶς πολλάκις.
You at least, O Zeus, would not say this, having been in love many times.
§17Πλοῦτος
εἰ δέ τις ἔμπαλιν ἐλευθέραν γυναῖκα εἰς τὴν οἰκίαν νόμῳ παραλαβὼν ἐπʼ ἀρότῳ παίδων γνησίων, ὁ δὲ μήτε αὐτὸς προσάπτοιτο ἀκμαίας καὶ καλῆς παρθένου μήτε ἄλλῳ προσβλέπειν ἐπιτρέποι, ἄγονον δὲ καὶ στεῖραν κατακλείσας παρθενεύοι, καὶ ταῦτα ἐρᾶν φάσκων καὶ δῆλος ὢν ἀπὸ τῆς χρόας καὶ τῆς σαρκὸς ἐκτετηκυίας καὶ τῶν ὀφθαλμῶν ὑποδεδυκότων, ἔσθʼ ὅπως ὁ τοιοῦτος οὐ παραπαίειν δόξειεν ἄν, δέον παιδοποιεῖσθαι καὶ ἀπολαύειν τοῦ γάμου, καταμαραίνων εὐπρόσωπον οὕτω καὶ ἐπέραστον κόρην καθάπερ ἱέρειαν τῇ Θεσμοφόρῳ τρέφων διὰ παντὸς τοῦ βίου;
Plutus But if, on the contrary, someone having lawfully taken a free woman into his house for the plowing of legitimate children, should himself neither touch the ripe and beautiful maiden nor allow anyone else to look upon her, but locking her up childless and sterile should keep her as a virgin, and that too while claiming to love her and being clearly so from his complexion, his wasted flesh, and his sunken eyes—is there any way that such a man would not seem to be mad, when he ought to beget children and enjoy marriage, letting so fair-faced and lovely a girl wither away, bringing her up throughout his whole life like a priestess of the Thesmophoros?
ταῦτα καὶ αὐτὸς ἀγανακτῶ, πρὸς ἐνίων μὲν ἀτίμως λακτιζόμενος καὶ λαφυσσόμενος καὶ ἐξαντλούμενος, ὑπʼ ἐνίων δὲ ὥσπερ στιγματίας δραπέτης πεπεδημένος.
For these things I too am indignant, being shamefully kicked, devoured, and drained by some, and fettered like a branded runaway slave by others.
§18Ζεύς
τί οὖν ἀγανακτεῖς κατʼ αὐτῶν;
Zeus Why then are you indignant at them?
διδόασι γὰρ ἄμφω καλὴν τὴν δίκην, οἱ μὲν ὥσπερ ὁ Τάνταλος ἄποτοι καὶ ἄγευστοι καὶ ξηροὶ τὸ στόμα, ἐπικεχηνότες μόνον τῷ χρυσίῳ, οἱ δὲ καθάπερ ὁ Φινεὺς ἀπὸ τῆς φάρυγγος τὴν τροφὴν ὑπὸ τῶν Ἁρπυιῶν ἀφαιρούμενοι.
For both pay a fine penalty: some like Tantalus, drinkless and tasteless and dry in the mouth, only gaping at the gold; others like Phineus, having their food snatched from their very throat by the Harpies.
ἀλλʼ ἄπιθι ἤδη σωφρονεστέρῳ παρὰ πολὺ τῷ Τίμωνι ἐντευξόμενος.
But go now, for you will meet with Timon who is by far more sensible.
Πλοῦτος
ἐκεῖνος γάρ ποτε παύσεται ὥσπερ ἐκ κοφίνου τετρυπημένου, πρὶν ὅλως εἰσρυῆναί με, κατὰ σπουδὴν ἐξαντλῶν, φθάσαι βουλόμενος τὴν ἐπιρροήν, μὴ ὑπέραντλος εἰσπεσὼν ἐπικλύσω αὐτόν;
Plutus For will he ever cease, as if from a perforated basket, draining me in haste before I can fully flow in, wishing to anticipate the influx, lest I, falling in like a flood, should submerge him?
ὥστε ἐς τὸν τῶν Δαναΐδων πίθον ὑδροφορήσειν μοι δοκῶ καὶ μάτην ἐπαντλήσειν, τοῦ κύτους μὴ στέγοντος, ἀλλὰ πρὶν εἰσρυῆναι σχεδὸν ἐκχυθησομένου τοῦ ἐπιρρέοντος· οὕτως εὐρύτερον τὸ πρὸς τὴν ἔκχυσιν κεχηνὸς τοῦ πίθου καὶ ἀκώλυτος ἡ ἔξοδος.
So I think I shall be carrying water into the jar of the Danaids and pouring it in vain, since the vessel does not hold, but the influx will be almost poured out before it flows in; so much wider is the gaping part of the jar toward the outflow, and the exit is unobstructed.
§19Ζεύς
οὐκοῦν εἰ μὴ ἐμφράξεται τὸ κεχηνὸς τοῦτο καὶ ἔσται ἅπαξ ἀναπεπταμένον, ἐκχυθέντος ἐν βραχεῖ σου ῥᾳδίως εὑρήσει τὴν διφθέραν αὖθις καὶ τὴν δίκελλαν ἐν τῇ τρυγὶ τοῦ πίθου.
Zeus Therefore, if he does not block up this gaping opening and it remains wide open once for all, after you are poured out in a short time, he will easily find his leather jerkin and his mattock again in the dregs of the jar.
ἀλλʼ ἄπιτε ἤδη καὶ πλουτίζετε αὐτόν· σὺ δὲ μέμνησο, ὦ Ἑρμῆ, ἐπανιὼν πρὸς ἡμᾶς ἄγειν τοὺς Κύκλωπας ἐκ τῆς Αἴτνης, ὅπως τὸν κεραυνὸν ἀκονήσαντες ἐπισκευάσωσιν· ὡς ἤδη γε τεθηγμένου αὐτοῦ δεησόμεθα.
But go now and make him rich; and you, Hermes, remember when you return to us to bring the Cyclopes from Etna, so that they may sharpen and repair the thunderbolt; for we shall indeed soon need it sharpened.