Humanitext Reader

琉善 · 蒂蒙或愤世嫉俗者 §10-14

宙斯下达救助指令与普路托斯的拒绝

第 3 段,共 12 段 · 希腊语

内容简介

宙斯命令赫尔墨斯带领普路托斯去让蒂蒙重新变得富有,但普路托斯因过去受到蒂蒙的粗暴对待而拒绝前去,并与宙斯就人类对财富的矛盾态度展开了辩论。

§10Ζεύς ὅμως δὲ τὸν Πλοῦτον, ὦ Ἑρμῆ, παραλαβὼν ἄπιθι παρʼ αὐτὸν κατὰ τάχος·
宙斯:然而,赫尔墨斯,你还是带上普路托斯,赶紧到他那里去。
ἀγέτω δὲ ὁ Πλοῦτος καὶ τὸν Θησαυρὸν μεθʼ αὑτοῦ καὶ μενέτωσαν ἄμφω παρὰ τῷ Τίμωνι μηδὲ ἀπαλλαττέσθωσαν οὕτω ῥᾳδίως, κἂν ὅτι μάλιστα ὑπὸ χρηστότητος αὖθις ἐκδιώκῃ αὐτοὺς τῆς οἰκίας.
让普路托斯也随身带上忒萨乌罗斯,让他们俩都留在蒂蒙身边,不要轻易离去,哪怕蒂蒙再次因为善良而把他们赶出家门。
περὶ δὲ τῶν κολάκων ἐκείνων καὶ τῆς ἀχαριστίας ἣν ἐπεδείξαντο πρὸς αὐτόν, καὶ αὖθις μὲν σκέψομαι καὶ δίκην δώσουσιν, ἐπειδὰν τὸν κεραυνὸν ἐπισκευάσω·
至于那些谄媚者以及他们对蒂蒙表现出的忘恩负义,我日后自会处理,等我修好我的霹雳,他们必将受到惩罚。
κατεαγμέναι γὰρ αὐτοῦ καὶ ἀπεστομωμέναι εἰσὶ δύο ἀκτῖνες αἱ μέγισται, ὁπότε φιλοτιμότερον ἠκόντισα πρῴην ἐπὶ τὸν σοφιστὴν Ἀναξαγόραν, ὃς ἔπειθε τοὺς ὁμιλητὰς μηδὲ ὅλως εἶναί τινας ἡμᾶς τοὺς θεούς.
因为前几天当我有些过于卖力地把霹雳投向哲人阿那克萨哥拉——他当时正劝说他的门徒,我们这些神根本不存在——的时候,霹雳上最大的两道光束折断了,尖端变钝了。
ἀλλʼ ἐκείνου μὲν διήμαρτον, — ὑπερέσχε γὰρ αὐτοῦ τὴν χεῖρα Περικλῆς — ὁ δὲ κεραυνὸς εἰς τὸ Ἀνακεῖον παρασκήψας ἐκεῖνό τε κατέφλεξε καὶ αὐτὸς ὀλίγου δεῖν συνετρίβη περὶ τῇ πέτρᾳ.
但我没能击中他—— 因为伯里克利把手伸在他上方保护他——而霹雳则斜落入阿纳凯翁神庙,将其烧毁,其自身也几乎在岩石上撞得粉碎。
πλὴν ἱκανὴ ἐν τοσούτῳ καὶ αὕτη τιμωρία ἔσται αὐτοῖς, ὑπερπλουτοῦντα τὸν Τίμωνα ὁρῶσιν.
不过,在此期间,光是看到蒂蒙变得极其富有,对他们来说也就是足够的惩罚了。
§11Ἑρμῆς οἷον ἦν τὸ μέγα κεκραγέναι καὶ ὀχληρὸν εἶναι καὶ θρασύν.
赫尔墨斯:大声叫喊、纠缠不休和胆大妄为是多么有用啊!
οὐ τοῖς δικαιολογοῦσι μόνοις, ἀλλὰ καὶ τοῖς εὐχομένοις τοῦτο χρήσιμον·
这不仅对在法庭上辩护的人有用,对祈祷的人也同样有用。
ἰδού γέ τοι αὐτίκα μάλα πλούσιος ἐκ πενεστάτου καταστήσεται ὁ Τίμων βοήσας καὶ παρρησιασάμενος ἐν τῇ εὐχῇ καὶ ἐπιστρέψας τὸν Δία·
看啊,蒂蒙通过大声呼喊、在祈祷中直言不讳并引起了宙斯的注意,立刻就要从极度贫困变得富有。
εἰ δὲ σιωπῇ ἔσκαπτεν ἐπικεκυφώς, ἔτι ἂν ἔσκαπτεν ἀμελούμενος.
如果他只是弯着腰默默地掘地,现在肯定还被冷落着,继续掘地呢。
Πλοῦτος ἀλλʼ ἐγὼ οὐκ ἂν ἀπέλθοιμι, ὦ Ζεῦ, παρʼ αὐτόν.
普路托斯:但是,宙斯啊,我可不想去他那里。
Ζεύς διὰ τί, ὦ ἄριστε Πλοῦτε, καὶ ταῦτα ἐμοῦ κελεύσαντος;
宙斯:这是为什么,亲爱的普路托斯,而且这还是我的命令?
§12Πλοῦτος ὅτι νὴ Δία ὕβριζεν εἰς ἐμὲ καὶ ἐξεφόρει καὶ ἐς πολλὰ κατεμέριζε, καὶ ταῦτα πατρῷον αὐτῷ φίλον ὄντα, καὶ μονονουχὶ δικράνοις ἐξεώθει με τῆς οἰκίας καθάπερ οἱ τὸ πῦρ ἐκ τῶν χειρῶν ἀπορριπτοῦντες.
普路托斯:因为,指宙斯发誓,他侮辱我,把我驱逐出去,并把我撕碎分给众人,而且这还是在我本是他父亲以来的朋友的情况下。 他几乎是用草叉把我从家里轰出去,就像人们把手里的火扔掉一样。
αὖθις οὖν ἀπέλθω παρασίτοις καὶ κόλαξι καὶ ἑταίραις παραδοθησόμενος;
难道我现在还要回去,再次被交到那些寄生虫、谄媚者和高级妓女的手中吗?
ἐπʼ ἐκείνους, ὦ Ζεῦ, πέμπε με τοὺς ἡσθησομένους τῇ δωρεᾷ, τοὺς περιέψοντας, οἷς τίμιος ἐγὼ καὶ περιπόθητος·
宙斯啊,请把我送给那些会因这份礼物而高兴的人,那些会悉心照料我的人,在他们眼里我是珍贵而备受渴望的。
οὗτοι δὲ οἱ λάροι τῇ πενίᾳ συνέστωσαν, ἣν προτιμῶσιν ἡμῶν, καὶ διφθέραν παρʼ αὐτῆς λαβόντες καὶ δίκελλαν ἀγαπάτωσαν ἄθλιοι τέτταρας ὀβολοὺς ἀποφέροντες, οἱ δεκαταλάντους δωρεὰς ἀμελητὶ προϊέμενοι.
而这些海鸥就让他们与贫困生活在一起吧,比起我们,他们更喜欢贫困;让他们从贫困那里得到皮衣和锄头,并满足于带回四个奥博尔,这些可怜的家伙,他们以前可是毫不介意地就把十塔兰同的礼物挥霍掉的。
§13Ζεύς οὐδὲν ἔτι τοιοῦτον ὁ Τίμων ἐργάσεται περὶ σέ·
宙斯:蒂蒙不会再对你做出那样的事了。
πάνυ γὰρ αὐτὸν ἡ δίκελλα πεπαιδαγώγηκεν, εἰ μὴ παντάπασιν ἀνάλγητός ἐστι τὴν ὀσφῦν, ὡς χρῆν σὲ ἀντὶ τῆς πενίας προαιρεῖσθαι.
因为锄头已经彻底教育了他,除非他的腰部完全失去了知觉,以至于不知道本该选择你而不是贫困。
σὺ μέντοι πάνυ μεμψίμοιρος εἶναί μοι δοκεῖς, ὃς νῦν μὲν τὸν Τίμωνα αἰτιᾷ, διότι σοι τὰς θύρας ἀναπετάσας ἠφίει περινοστεῖν ἐλευθέρως οὔτε ἀποκλείων οὔτε ζηλοτυπῶν·
然而,在我看来,你倒是非常喜欢抱怨。
ἄλλοτε δὲ τοὐναντίον ἠγανάκτεις κατὰ τῶν πλουσίων κατακεκλεῖσθαι λέγων πρὸς αὐτῶν ὑπὸ μοχλοῖς καὶ κλεισὶ καὶ σημείων ἐπιβολαῖς, ὡς μηδὲ παρακῦψαί σοι ἐς τὸ φῶς δυνατὸν εἶναι.
你现在指责蒂蒙,因为他为你敞开大门,让你自由地四处游荡,既不把你锁起来,也不嫉妒你;而在另外的时候,你却相反地对那些富人感到愤慨,说你被他们用门闩、钥匙和印章锁在里面,以至于你连探头看一下光亮都不可能。
ταῦτα γοῦν ἀπωδύρου πρός με, ἀποπνίγεσθαι λέγων ἐν πολλῷ τῷ σκότῳ· καὶ διὰ τοῦτο ὠχρὸς ἡμῖν ἐφαίνου καὶ φροντίδος ἀνάπλεως, συνεσπακὼς τοὺς δακτύλους πρὸς τὸ ἔθος τῶν λογισμῶν καὶ ἀποδράσεσθαι ἀπειλῶν, εἰ καιροῦ λάβοιο, παρʼ αὐτῶν·
不管怎样,你曾向我哀诉这些,说自己在浓重的黑暗中快要窒息了;因此,在我们看来你面色苍白,满面愁容,像计算习惯那样攥紧手指,并威胁说一旦有机会就要从他们那里逃跑。
καὶ ὅλως τὸ πρᾶγμα ὑπέρδεινον ἐδόκει σοι, ἐν χαλκῷ ἢ σιδηρῷ τῷ θαλάμῳ καθάπερ τὴν Δανάην παρθενεύεσθαι ὑπʼ ἀκριβέσι καὶ παμπονήροις παιδαγωγοῖς ἀνατρεφόμενον, τῷ Τόκῳ καὶ τῷ Λογισμῷ.
总之,在你看那情况实在是太可怕了,被关在青铜或铁制的闺房里,就像达那厄一样被当成处女般看管,由严厉而极其恶毒的监护人——“利息”和“账目”抚养。
§14Ζεύς ἄτοπα γοῦν ποιεῖν ἔφασκες αὐτοὺς ἐρῶντας μὲν εἰς ὑπερβολήν, ἐξὸν δὲ ἀπολαύειν οὐ τολμῶντας, οὐδὲ ἐπʼ ἀδείας χρωμένους τῷ ἔρωτι κυρίους γε ὄντας, ἀλλὰ φυλάττειν ἐγρηγορότας, ἐς τὸ σημεῖον καὶ τὸν μοχλὸν ἀσκαρδαμυκτὶ βλέποντας, ἱκανὴν ἀπόλαυσιν οἰομένους οὐ τὸ αὐτοὺς ἀπολαύειν ἔχειν, ἀλλὰ τὸ μηδενὶ μεταδιδόναι τῆς ἀπολαύσεως, καθάπερ τὴν ἐν τῇ φάτνῃ κύνα μήτε αὐτὴν ἐσθίουσαν τῶν κριθῶν μήτε τῷ ἵππῳ πεινῶντι ἐπιτρέπουσαν.
不管怎样,你曾说他们做的事很荒谬:他们极度地爱着你,在明明可以享受的时候却不敢享受,身为主人却不敢无忧无虑地消费他们的爱,反而不眠不休地守卫着,目不转睛地盯着封印和门闩,认为能够不与任何人分享享受,而不是自己享受,就是足够的享受了——就像马槽里的狗,自己不吃大麦,也不让饥饿的马吃。
καὶ προσέτι γε καὶ κατεγέλας αὐτῶν φειδομένων καὶ φυλαττόντων καὶ τὸ καινότατον αὑτοὺς ζηλοτυπούντων, ἀγνοούντων δὲ ὡς κατάρατος οἰκέτης ἢ οἰκονόμος πεδότριψ ὑπεισιὼν λαθραίως ἐμπαροινήσει, τὸν κακοδαίμονα καὶ ἀνέραστον δεσπότην πρὸς ἀμαυρόν τι καὶ μικρόστομον λυχνίδιον καὶ διψαλέον θρυαλλίδιον ἐπαγρυπνεῖν ἐάσας τοῖς τόκοις.
此外,你甚至嘲笑他们省吃俭用和看守,而且最奇特的是,他们甚至嫉妒自己,却不知道一个该死的奴类或戴着脚镣的管家会偷偷溜进来放纵狂饮,留下那个可怜又没有爱的主人,在一盏微弱、窄口的油灯和干渴的灯芯旁,为利息而守夜。
πῶς οὖν οὐκ ἄδικα ταῦτά σου, πάλαι μὲν ἐκεῖνα αἰτιᾶσθαι, νῦν δὲ τῷ Τίμωνι τὰ ἐναντία ἐπικαλεῖν;
既然如此,你以前指责那些做法,现在却又用相反的做法来责怪蒂蒙,这难道不是你的不公吗?

词汇与语法注释

  1. §10δίκην δώσουσιν — 意为“付出(遭受)惩罚”的惯用词组,相当于英语的 pay the penalty。主语是前句提到的 `οἱ κόλακες`(谄媚者)。
  2. §10ὁρῶσιν — 虽与动词现在时第三人称复数同形,但此处是现在分词 `ὁρῶν` 的阳性与格复数,与 `αὐτοῖς`(谄媚者们,与格)一致。在句中充当伴随或原因分词,意为“当他们看到……时”。
  3. §12καὶ ταῦτα — 带分词(此处为 `ὄντα`)的宾格惯用语,表示“而且是在……的情况下”或“尽管如此”,用以强调让步或伴随状况。
  4. §13τὴν ὀσφῦν — 关系宾格(或称限定宾格),用于限定形容词 `ἀνάλγητός`(无感觉的)的范围,意为“在腰部方面”。
  5. §14οὐ τὸ αὐτοὺς ἀπολαύειν ἔχειν — 冠词性不定式 `τὸ ... ἔχειν` 作为 `οἰομένους`(认为)的宾语。同时 `ἔχειν` 带有另一个不定式 `ἀπολαύειν`(享受)作为补足语,其逻辑主语为宾格的 `αὐτούς`。整个短语意为“拥有自己去享受(的权利)”。

引用这一段

琉善, 蒂蒙或愤世嫉俗者 §10-14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg022.humanitext-grc2:10-14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。